The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΝΕΚΡΩΣΙΜΟΝ ΤΡΙΣΑΓΙΟΝ ΕΝ ΤΗ

ΔΙΑΚΑΙΝΗΣΙΜΩ ΕΒΔΟΜΑΔΙ

   

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)
ΧΟΡΟΣ

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΙΕΡΕΥΣ

λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

τι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου Κύριε.
ΙΕΡΕΥΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
τι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

άναστὰς ἐκ νεκρῶν καὶ θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)
ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

ΙΕΡΕΥΣ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ΧΟΡΟΣ: ληθῶς ἀνέστη ὁ Κύριος.