The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β Στιχολογίαν τά παρόντα Καθίσματα. 

Ἦχος β

Τὸν λίθον τοῦ μνήματος.

ς λίθῳ βαρούμενος, ταῖς πολλαῖς ἁμαρτίαις, ἐν τάφῳ κατάκειμαι, ἀμελείας Οἰκτίρμον, ἐξ οὗ με ἀνάγαγε, εὔσπλαγχνε Κύριε.

Σταυροθεοτοκίον.

Εὐσπλαγχνίας ὑπάρχουσα.

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε καταχρέως δοξάζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν  γ Στιχολογίαν

Καθίσματα   Ἦχος γ

Τὴν ὡραιότητα.

Σήμερον Λάζαρος, θανὼν ἐνθάπτεται, καὶ θρῆνον ᾄδουσιν, αἱ τούτου σύγγονοι, ὡς δὲ προγνώστης καὶ Θεός, τὸ πάθος προηγόρευσας, Λάζαρος κεκοίμηται, τοῖς  Μαθηταῖς προφθεγγόμενος· ἀλλὰ νῦν  ἀπέρχομαι, ἀναστῆσαι ὃν ἔπλασα. Διό σοι πάντες βοῶμεν· Δόξα τῷ κράτει τῆς ἰσχύος σου.

Σταυροθεοτοκίον.

ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν  θείαν συγκατάβασιν.

Ὁ Ν, ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ γ Ὠδή.

Τριῴδιον  Ποίημα Ἰωσὴφ.

Ὠδὴ γ'  Ἦχος β

Στειρωθέντα.

Τῇ δυνάμει τοῦ Σταυροῦ, δυναμώσας μου τὸν νοῦν, ἐξασθενοῦντα, προσβολαῖς πονηραῖς, πρὸς τὸ θέλημα τὸ σόν, ἴθυνον Κύριε.

αθυμίας νυσταγμῷ, ἐπὶ κλίνης ἡδονῶν, καθεύδοντά με, διανάστησον Χριστέ, καὶ τῶν σῶν προσκυνητήν, Παθῶν ἀνάδειξον.

Λαμπρυνθέντες τὰς ψυχάς, τῇ  νηστείᾳ καθαροί, προσυπαντῆσαι, ἐπειχθῶμεν Χριστῷ, πρὸς τὴν  Ἱερουσαλήμ, ἐπιδημοῦντι σαρκί.

Θεοτοκίον.

Μὴ φλεχθεῖσα τῷ πυρί, τῆς Θεότητος Ἁγνή, κατάφλεξόν μου, τὰς ὑλώδεις ὁρμάς, τῶν παθῶν ὅπως πιστῶς, ἀεὶ δοξάζω σε.

Ἕτερον  Ποίημα Θεοδώρου.

Εἱρμὸς ἄλλος.

Ἦχος γ  Στεῖρα ψυχὴ.

Τῇν σήμερον ὁ Λάζαρος, θανὼν οὐκ ἔλαθε, τὸ παντέφορον ὄμμα Ἰησοῦ· διὸ ἐκφράζει τοῦτο τοῖς  Μαθηταῖς βοῶν· Ὅτι Λάζαρος ὁ φίλος κεκοίμηται, ἀναστῆσαι ἥκω αὐτόν.

Πρὸς Ἰουδαίαν Κύριε, πάλιν ἀπαίρειν εἰπών, τοὺς Μαθητὰς ἐφόβησας, ἀλλ' εὐθαρσῶς ὁ Θωμὰς ἐκβοᾷ. Ζωή ἐστιν ἄγωμεν· καὶ γὰρ ἂν θνηξώμεθα, αὖθις ἀναζήσωμεν.

Δόξα...

Τριὰς ἡ Ὁμοούσιος, ὁ παντοκράτωρ Πατήρ, ὁ Υἱὸς ὁ συνάναρχος, σὺν τῷ συνθρόνῳ θείῳ Πνεύματι, ἡ μία προσκύνησις, Θεότης ἡ ἄκτιστος, σὲ ὑμνοῦμεν πάντες βροτοί.

Καὶ νῦν... Θεοτοκίον.

Παρθενομῆτορ ἄχραντε, ἡ ῥίζα τοῦ Ἱεσσαί, ἐξ ἧς Χριστὸς ἀνέτειλε, τὸ ζωηφόρον ἄνθος τῶν γηγενῶν, δι' ἧς ἐλυτρώθημεν, φθορᾶς καὶ θνητότητος, Σὲ ὑμνοῦμεν πάντες Ἁγνή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Χαῖρε Σιών, νῦν  ἔρχεται, ὁ Βασιλεὺς σου πραΰς, ὡς ὁ Προφήτης κέκραγε, καὶ ἄγει πῶλος τοῦτον σωματικῶς, τὸν ἐν τῇ  χειρὶ αὐτοῦ, τὸ πᾶν περιέχοντα· ᾌσωμεν τῷ κράτει αὐτοῦ.

Ὁ Εἱρμὸς.

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐφραινομένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ὠδὴ η

Τὸν ἐν τῇ  βάτῳ Μωσῆ.

Τῆς ταπεινῆς μου ψυχῆς, τὸν βαρύτατον λίθον, τῆς δεινῆς ῥαθυμίας, ἀποκύλισον Χριστέ, καὶ ἔγειρόν με τάφου, τοῦ τῆς ἀναισθησίας, εἰς αἴνεσίν σου Λόγε.

Θάνατον φίλου τοῦ σοῦ, προεδήλωσας φίλοις, διὰ σπλάγχνα ἐλέους, ὁ προγνώστης καὶ Θεός, ὃν ἔμελλες ἐγείρειν, ἐκ τάφου τεταρταῖον, πρὸς σὴν δοξολογίαν.

Πρὸς Ἰουδαίαν Χριστέ, πάλιν ἔρχῃ ζητοῦσαν, τῆς ζωῆς σε τὸ ξύλον, διὰ ξύλου ἀνελεῖν, ποθῶν ἀθανατίσαι τοὺς τεθανατωμένους, τῇ  διὰ ξύλου βρώσει.

Θεοτοκίον.

ν σοὶ Παρθένε ἁγνή, ἐθεωρήθησαν πᾶσαι, τοῦ Θεοῦ αἱ πορεῖαι, τοῦ φυλάξαντος τὴν  σήν, ἁγνείαν μετὰ τόκον, ἐσφραγισμένην σαφῶς, εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς.

Λάζαρος σήμερον θανών, ἐκκομίζεται φίλος Χριστοῦ, καὶ θρηνῳδοῦσιν αἱ περὶ τὴν  Μάρθαν, τὴν  ἀδελφικὴν συμφοράν, ὁ δὲ Χριστὸς ἐν χαρᾷ, μεταβαίνει πρὸς αὐτόν, τοῦ δεῖξαι τοῖς  λαοῖς, ὅτι ἐστὶν αὐτός, ἡ ζωὴ τῶν ἁπάντων.

ς ἐξ ὄρους Ἐλαιῶν, ἀπὸ ὕψους ἐλεημοσυνῶν, ἀρετῶν κλάδους οἱ λαοὶ τεμόντες, δεῦτε ἑτοιμάσωμεν, τὴν  πρὸς ἡμᾶς νοητῶς, παρουσίαν τοῦ Χριστοῦ, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον.

δοὺ πᾶσαι αἱ γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς ποιητήν, Θεὸν ὄντα καὶ βροτόν. Διό σε εὐλογοῦμεν καὶ ὑπερυψοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μετὰ τῶν Παίδων καὶ ἡμεῖς ὑπαντήσωμεν Χριστῷ τῷ Θεῶ, ἀντὶ βαΐων προσάγοντες ἐλεημοσύνην, ἐν καρδίας προσευχῇ, μετὰ κλάδων, Ὡσαννὰ βοῶντες· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ

Τῶν γηγενῶν, τίς ἤκουσε.

Δανιήλ, νηστείᾳ πεφραγμένος, ἔφραξε στόματα θηρῶν. Τοῦτον ζηλοῦσα ψυχή μου, τὸν ὠρυόμενον, καθάπερ λέοντα ὄφιν, καὶ ἐκζητοῦντα, κατάβρωμα ποιῆσαι πᾶσαν ψυχήν, τῇ  τοῦ Σταυροῦ συμμαχίᾳ ἀποδίωξον.

Λόγε Θεοῦ, τὴν  τεθανατωμένην, ταῖς ἁμαρτίαις ψυχήν μου, καὶ καθειργμένην τάφῳ τῆς παραβάσεως, ζωοπαρόχῳ σου λόγῳ ἐξαναστήσας, προσφέρειν σοι βαΐα τῶν ἀρετῶν, τῷ Νικητῇ τοῦ θανάτου καταξίωσον.

οὐρανόν, ὡς θρόνον κεκτημένος, καὶ ὑποπόδιον τὴν  γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, πώλῳ ὀχούμενος, ἐπὶ τὴν  Πόλιν εἰσέρχεται τὴν  ἁγίαν, ἐκ στόματος νηπίων αἶνον τερπνόν, ὡς Βασιλεὺς τῶν ἁπάντων καταρτίσασθαι.

Θεοτοκίον.

ν γυναιξί, σὺ μόνη ὡραιώθης, ὦ ὑπερθαύμαστε Ἁγνή, τὸν ὡραιότατον Λόγον ἀποκυήσασα, τὸν ὑπὲρ πάντας φανέντα βροτοὺς ὡραῖον, αὐτὸν οὖν ἐκδυσώπει, τὸ εἰδεχθές καθωραΐσαι, Παρθένε τῆς καρδίας μου.

Ἄλλος.

Ἐν Σιναίῳ τῷ ὄρει.

πιτάφια δάκρυα ῥαίνουσιν, αἱ Λαζάρου Ἀδελφαί, καθορῶσαι τὸν σύγγονον σήμερον, ὑπὸ λίθον τὸν πικρόν, ὁ Χριστὸς δέ μου πόρρω, Ἀποστόλοις σου. Χαίρω τοῦτο δηλῶν ἔλεγες· τοῖς δι' ὑμᾶς, οὐ παρῇς·  τῇ  σαρκὶ γὰρ ἐκεῖ.

Πάλιν ἥκει πρὸς σὲ τὴν  φονεύτριαν, Ἰουδαίαν ὁ Χριστός, τὸ σωτήριον πάθος γλιχόμενος, ἐκπληρῶσαι ὡς Θεός, ὃν ἐζήτεις λιθάσαι· ἰδού σοι αὐτόκλητος, θέλων προσίεται, τῆς μιαιφονίας σου, εἰς τὸ σῶσαι ἡμᾶς.

Δόξα...

Θεότης Μονάς, καὶ Τριάς ἐστι, παραδόξου ὢ στροφῆς! ἑνουμένη τῇ  φύσει μερίζεται, τοῖς  προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον.

Παιδοτόκον παρθένον τίς  ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, Ἀλλὰ φράζε μοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τῶν φοινίκων βαΐα συμπλέξαντες, νοητῶς καὶ αἰσθητῶς, ὑπαντὴν τῷ Δεσπότῃ ποιήσωμεν, ἐρχομένῳ πρὸς ἡμᾶς· καὶ γὰρ εὐλογημένος, αὐτὸς ὁ ἐρχόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου καὶ Πατρός, ὡς Υἱὸς ἀληθής.

Ὁ Εἱρμὸς.

ν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ  Βάτῳ Μωϋσῆς, τὴν  ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον. Ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν  ἐκ ῥίζης Δαυΐδ.

 Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος α

Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων, νόμον δὲ καὶ Προφήτας πλουτῶν νομίμοις λατρείαις ἐνευφραίνετο· ἀλλά σε πτωχεύσαντα, σταυρώσας ἔξω πυλῶν Εὐεργέτα, καὶ ζῶντα μετὰ σταυρὸν ἀθετῶν, τὸν ἐν κόλποις Θεοῦ Πατρὸς ἀεὶ ὄντα, διψεῖ σταγόνα χάριτος, ὡς Πλούσιος ἄσπλαγχνος Λαζάρῳ πένητι, ὁ πορφύρας καὶ βύσσου, ἄσβεστον πῦρ ἀνθυποδύς, καὶ βλέπων ὀδυνᾶται τὸν πρὶν ψιχίων ἀληθείας, ἐνδεῆ λαὸν τῶν ἐθνῶν, νῦν  ἐν κόλποις πίστεως, Ἀβραὰμ θαλπόμενον, τὴν  τοῦ Αἵματός σου πορφυρίδα, σὺν τῇ  βύσσῳ τοῦ βαπτίσματος φοροῦντα, καὶ συνευθηνούμενον, καὶ ἐντρυφῶντα χαρίσμασι, καὶ λέγοντα· Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι. (Δίς)

Μαρτυρικὸν.

μᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις οὐ στενοχωρία, οὐ λιμὸς οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ  δέ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις, ἀγωνισάμενοι σώμασι, τὴν  φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας, κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.

Πανεύφημοι Μάρτυρες.

ρῶσα κρεμάμενον Χριστέ, ἡ ἁγνῶς κυήσασα, σὲ τὸν κρεμάσαντα ὕδασι, τὴν  γῆν φιλάνθρωπε, ἀνεβόα· Οἴμοι! τί τὸ ξένον θέαμα; ποῦ ἔδυ σου τὸ κάλλος γλυκύτατε, Υἱὲ τὸ ἄπειρον; Μεγαλύνω σου τὸ ἔλεος, ὅτι πάσχεις, ἑκὼν ὑπὲρ ἅπαντας.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. α

Τὰ ἐλέη σου Κύριε ποίησον μεθ' ἡμῶν, καὶ μὴ παραδῴης ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἅγιε Δέσποτα παντοκράτορ, σοῦ δεόμεθα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος δ  Ψαλμὸς ριβ

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.

Στίχ. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ.  ΝΗ: 1-11)

Οὕτω λέγει Κύριος· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν  φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακώβ, τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκώς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς, αἰτοῦσί με νῦν  κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως. Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε, εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν  φωνὴν ὑμῶν, οὐ ταύτην τὴν  νηστείαν ἐγὼ ἐξελεξάμην; καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν  ψυχὴν αὐτοῦ· ουδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδὲ οὕτω καλέσετε νηστείαν δεκτήν, οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστειλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσάν σου συγγραφήν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, ἐὰν ἴδῃς γυμνὸν περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου, ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε, τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι, ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆγμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.

Προκείμενον  Ἦχος πλ. β  Ψαλμὸς ριγ

Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν  γῆν.

Στίχ. ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, καὶ τά Πρὸς Κύριον, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι καὶ ψάλλομεν τὰ ἑπόμενα τοῦ Τριῳδίου στ καὶ τοῦ Μηναίου δ.  

Στιχηρὸν Ἰδιόμελον  Ἦχος πλ. α

Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος. (Δίς)

Μαρτυρικὸν.

κορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Στιχηρά Προσόμοια  Ποίημα  Ἰωσὴφ.

Ἦχος πλ. α  Χαίροις ἀσκητικῶν.

Πέραν τοῦ Ἰορδάνου σαρκί, περιπολεύων Ἰησοῦ, τοῖς συνοῦσί σοι, ἐβόας, ὁ φίλος ἤδη, Λάζαρος ἀποθανών, τῇ  ταφῇ ἀρτίως παραδίδοται· διὸ χαίρω φίλοι μου, δι' ἡμᾶς ἵνα μάθητε, ὡς πάντα οἶδα, Θεὸς ὢν ἀδιάστατος, εἰ καὶ πέφυκα, τὸ ὁρώμενον ἄνθρωπος. Ἄγωμεν οὖν ζωώσοντες αὐτὸν ὅπως θάνατος αἴσθηται τούτου τὸ νῖκος, καὶ τὴν τελείαν κατάλυσιν, σαφῶς ἣν ποιήσω, παρεχόμενος τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Μάρθαν καὶ τὴν Μαρίαν πιστοί, ἐκμιμησάμενοι πρὸς Κύριον πέμψωμεν, ἐνθέους, ὡς πρέσβεις πράξεις, ὅπως ἐλθὼν τὸν ἡμῶν, νοῦν ἐξαναστήσῃ νεκρὸν κείμενον, δεινῶς ἐν τῷ μνήματι, ἀμελείας ἀναίσθητον, φόβου τοῦ θείου, μηδαμῶς αἰσθανόμενον, καὶ ἐνέργειαν, ζωτικὴν νῦν  μὴ ἔχοντα, κράζοντες· Ἴδε Κύριε, καὶ ὥσπερ τὸν φίλον σου, Λάζαρον πάλαι Οἰκτίρμον, ἐπιστασίᾳ ἐξήγειρας, φρικτῇ, οὕτω πάντας, ζωοποίησον παρέχων, τὸ μέγα ἔλεος.

Ἕτερον  Ποίημα Θεοδώρου.

Ἦχος πλ. β  Κύριε ἐπὶ τὸν τάφον.

Δισημερεύει Λάζαρος ἐν τῷ τάφῳ, τοὺς ἀπ' αἰῶνος βλέπει θανέντας· ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, ᾍδου κρατουμένην τοῖς δεσμοῖς· διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν. Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Καὶ τοῦ Μηναίου Προσόμοια δ

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἑσπέρας Προκείμενον  Ἦχος δ  Ψαλμὸς ριδ

Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.

Στίχ. γάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ.  ΜΓ: 25-30, ΜΕ: 1-16)

Προσήνεγκαν τῷ   Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καί εἶπεν αὐτοῖς· Ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε ἔτι ζῆν· οἱ δὲ εἶπον· Ὑγιαίνει, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. Καὶ εἶπεν· Εὐλογητός ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ἰωσήφ, εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν, καὶ εἶπεν· ὁ Θεὸς ἐλεῆσαι σε τέκνον. Ἐταράχθη δὲ Ἰωσήφ· συνεστρέφετο γὰρ τὰ σπλάγχνα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι, εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον, ἔκλαυσεν ἐκεῖ, καὶ νιψάμενος τὸ πρόσωπον, ἐξελθὼν ἐνεκρατεύσατο. Καὶ οὐκ ἠδύνατο Ἰωσήφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ' εἶπεν· Ἐξαποστείλατε πάντας ἀπ' ἐμοῦ, καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ. Ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ, ἔτι ὁ πατήρ μου ζῇ; Καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Ἐγγίσατε πρός με, καὶ ἤγγισαν. Καὶ εἶπεν· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον, νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανείτω, ὅτι ἀπέδοσθέ με ᾧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην· νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ᾧδε, ἀλλὰ ὁ Θεός, καὶ ἐποίησέ με, ὡς πατέρα Φαραὼ καὶ Κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. Σπεύσαντες οὖν, ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ. Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με, καὶ μὴ μείνῃς, καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σύ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου, καὶ οἱ βόες σου, καὶ ὅσα σοι ἐστι, καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμὸς ἔσται ἐπὶ τῆς γῆς, ἵνα μὴ ἐκτριβῇς σύ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε οὖν τῷ   πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα ἴδετε, καὶ ταχύναντες, καταγάγετε τὸν πατέρα μου ᾧδε. Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτοῖς, καὶ μετὰ ταῦτα, ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· Ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. Ἐχάρη δὲ Φαραώ, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ.

Προκείμενον  Ἦχος δ  Ψαλμὸς ριε

Τὰς εὐχάς μου τῷ  Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Στίχ. πίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ.  ΚΑ: 23-31, ΚΒ:1-4)

ς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ, θρασὺς καὶ αὐθάδης καὶ ἀλαζών, λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος. Ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν· οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. Ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεεῖ καὶ οἰκτείρει ἀφειδῶς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. Ἀσεβής ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθύς, αὐτὸς συνιεῖ τὰς ὁδοὺς αὐτοῦ, οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ κατέναντι Κυρίου, πρὸς τὸν ἀσεβῆ. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς, αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.

Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων