The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὰ Τριαδικὰ καὶ τὴν α Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, τὰ κατά τὸν τυχόντα Ἤχον. Μετὰ δὲ τὴν β Στιχολογίαν τὰ παρόντα Καθίσματα.

Ἦχος πλ. β

Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ.

Τῆς ἐγκρατείας τὸν καιρόν, ἁγιάζων ὁ θεῖος, καὶ πανσεβάσμιος Σταυρός, εἰς προσκύνησιν κεῖται, προσέλθωμεν ἐν συνειδήσει καθαρᾷ, ἀντλήσωμεν ἁγιασμὸν καὶ φωτισμόν, καὶ φόβῳ ἐκβοήσωμεν· Σωτὴρ ἡμῶν φιλάνθρωπε, δόξα τῇ  εὐσπλαγχνίᾳ σου.

Σταυροθεοτοκίον.

Παρισταμένη τῷ  Σταυρῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τοῦ ἐξ αὐτῆς ἄνευ σπορᾶς τεχθέντος, ἀνεβόησε· Ῥομφαία τὴν καρδίαν μου, διῆλθεν ὦ Υἱέ, μὴ φέρουσα κρεμάμενον ἐν ξύλῳ σε ὁρᾶν, ὃν τρέμουσι τὰ σύμπαντα, ὡς Κτίστην καὶ Θεόν· Μακρόθυμε δόξα σοι.

Μετὰ τὴν γ Στιχολογίαν

Καθίσματα  Ἦχος πλ. β

Ἀπεγνωσμένην.

Λαμπροφοροῦντες ταῖς ἀρεταῖς προσέλθωμεν, τῆς ἐγκρατείας τὸ καθαρὸν κτησάμενοι, καὶ Σταυρὸν τὸν τίμιον, βοῶντες προσκυνήσωμεν. Ἁγίασον ἡμῶν σὺν ταῖς ψυχαῖς, καὶ τὰ σώματα, ἀξίωσον ἡμᾶς, καὶ τοῦ ἀχράντου Πάθους σου, ὁ μόνος Θεὸς ἁπάντων, χαριζόμενος ἡμῖν καὶ τὰ ἐλέη σου.

Σταυροθεοτοκίον.

Τὸν τάφον σου.

ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ  Πατρὶ καὶ τῷ  Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα.

Εἶτα τὸν ἑπόμενον Κανόνα καὶ τὰ Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Τὸν δὲ Κανόνα τοῦ  Μηναίου ψάλλομεν ἐν τοῖς Ἀποδείπνοις.

Κανών τοῦ Σταυροῦ, οὗ ἡ ἀκροστιχίς.

Τὸ πανσέβαστον προσκυνήσωμεν Ξύλων.

Ποίημα τοῦ κυρίου Θεοφάνους.

Ὠδὴ α  Ἦχος δ

Ἀνοίξω τὸ στόμα μου.

Τὸ Ξύλον τὸ ἅγιον, ἐν ᾧ Χριστὸς ἐξεπέτασε, παλάμας τροπούμενος, τὰς ἐναντίας ἀρχάς, προσκυνήσωμεν, νηστείᾳ φαιδρυνθέντες, εἰς δόξαν καὶ αἴνεσιν, τοῦ Παντοκράτορος.  

ρᾶται προκείμενος, ἁγιασμὸν παρεχόμενος, Σταυρὸς ὁ σωτήριος, τούτῳ προσέλθωμεν, καθαγνίσαντες, καὶ σῶμα καὶ καρδίαν, καὶ ἀπαρυσώμεθα, χάριν σωτήριον.

Πυρί με καθάρισον, τῶν ἐντολῶν σου φιλάνθρωπε, καὶ σοῦ τὰ σωτηρία, δίδου Παθήματα, νῦν  θεάσασθαι, καὶ πόθῳ προσκυνῆσαι, Σταυρῷ τειχιζόμενον, καὶ συντηρούμενον.

Σταυροθεοτοκίον.

νάρτησιν βλέπουσα, τὴν ἐν Σταυρῷ σου Φιλάνθρωπε, ὠλόλυζε κράζουσα, ἡ σὲ κυήσασα. Πῶς κατάκριτος, ὁ μέλλων πάντα κρῖναι, ὁρᾶται κρεμάμενος, δόξης ὁ Κύριος;

Ὠδὴ γ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Νηστείας ἐν ὕδατι καρδίας, ῥιφθέντες τὸ ξύλον τοῦ Σταυροῦ, πιστῶς περιπτυξώμεθα, ἐν ᾧ Χριστὸς σταυρούμενος, ὕδωρ ἡμῖν ἐπήγασεν, ὡς εὐεργέτης, ἀφέσεως.

Σταυροῦ τῷ  ἱστίῳ πτερωθέντες, τὸν πλοῦτον σωτήριον ἰδού, νηστείας ἐκμεσάσαντες, Μεσσία Ἰησοῦ ὁ Θεός, δι' οὗ ἡμᾶς τοῦ Πάθους σου πρὸς τὸν λιμένα ἐγκαθόρμισον.

τύπου Μωσῆς σε ἐν τῷ ὄρει, ἐθνῶν εἰς ἀναίρεσιν Σταυρέ, ἡμεῖς δὲ ἐκτυποῦμέν σε, καρδίᾳ καθορῶντές σε, καὶ προσκυνοῦντες τρέπομεν, ἐχθροὺς ἀσάρκους τῇ  δυνάμει σου.

Σταυροθεοτοκίον.

Βουλήσει σου ἄνθρωπος ἐγένου, Θεὸς ὤν, καὶ πάντων Ποιητής, καὶ νῦν  Σταυρῷ κρεμάμενον, σὲ καθορῶ Υἱέ μου Χριστέ, ἡ σὲ τεκοῦσα ἔλεγε, καὶ τὴν καρδίαν τιτρώσκομαι.

 Τὸ Τριῴδιον, Ποίημα Ἰωσήφ.

Ὠδὴ γ  Ἦχος πλ. β

Κύριος ὢν πάντων.

Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, μέσον γῆς ἐπὶ Σταυροῦ ὑψώθης, πρὸς σεαυτὸν ἀνυψῶν, τὴν πεσοῦσαν ἀνθρώπων οὐσίαν, κακίστῃ τοῦ ἐχθροῦ συμβουλίᾳ· ὅθεν σε πιστῶς δοξάζομεν, τῷ  πάθει στερεούμενοι.

Καθάραντες αἰσθήσεις νηστείας φωτί, τοῦ Σταυροῦ ταῖς νοηταῖς ἀκτῖσι, πλουσιωτάτως πιστοὶ αὐγασθῶμεν, καὶ τοῦτον εὐλαβῶς, προκείμενον σήμερον ὁρῶντες, χείλεσιν ἁγνοῖς καὶ στόμασι, καὶ καρδίᾳ προσκυνήσωμεν.

Τόπον οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, προσκυνήσωμεν Σταυρὸν τὸν θεῖον, πέτρᾳ Θεοῦ ἐντολῶν, στηριχθῆναι τοὺς πόδας αἰτοῦντες, ψυχῆς ἡμῶν καὶ κατευθυνθῆναι, ταύτης διαβήματα ὁδόν, εἰς εἰρήνης θείᾳ χάριτι.

Θεοτοκίον.

Κόρης ἐξ ἀνάνδρου Χριστὲ προῆλθες, προσλαβόμενος ἐκ ταύτης σάρκα, ἔννουν καὶ ἔμψυχον, καὶ Σταυρῷ σου ἐχθρὸν ἀφανίσας, φθαρεῖσαν τῶν βροτῶν τὴν οὐσίαν, πάλιν ἀνεκαίνισας· διὸ δοξάζει τὴν εὐσπλαγχνίαν σου.

Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου.

Ἦχος α'  Στερέωσον Κύριε.

Κροτήσατε ἅπαντα ὕμνοις τὰ πέρατα, καθορῶντα προσκυνούμενον τὸ Ξύλον ἐν ᾧ Χριστὸς ἀπεκρεμάσθη, καὶ διάβολος ἐτραυματίσθη.

Προτίθεται σήμερον ὁ ζωηφόρος· χαρᾷ, δεῦτε προσκυνήσωμεν σὺν φόβῳ, τὸν τοῦ Κυρίου τίμιον Σταυρόν, ἵνα λάβωμεν ἅγιον Πνεῦμα.

Δόξα...

Τρισάκτινε Ἥλιε τρισσοκλεέστατον φῶς, Θεὲ Πάτερ Υἱέ, καὶ ἅγιον Πνεῦμα, ἡ ἄναρχος φύσις καὶ δόξα, τοὺς ὑμνοῦντάς σε ῥῦσαι κινδύνων.

Καὶ νῦν  ... Θεοτοκίον.

μνοῦσί σε τάξεις Ἀγγέλων εὐλογημένη, Θεοτόκε, πανύμνητε καὶ Παρθένε, μεθ' ὧν σε νῦν  γένος ἀνθρώπων, ὡς ἀνύμφευτον δοξολογοῦμεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ρχόμενος ἅψασθαι σοῦ ζωηφόρε Σταυρέ, φρίττω γλῶσσαν καὶ διάνοιαν, προβλέπων, ὅτι ἐν σοὶ κατεκενώθη, τοῦ Κυρίου μου τὸ θεῖον Αἷμα.

Ὁ Εἱρμὸς.

Στερέωσον Κύριε τὴν Ἐκκλησίαν σου, ἣν ἐκτήσω τῇ  δυνάμει τοῦ Σταυροῦ σου· ἐν αὐτῷ γὰρ τὸν ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν οἰκουμένην.

Κάθισμα  Αὐτόμελον.

Ἦχος πλ. β

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα...

Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς  ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.

Καὶ νῦν  ...

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

Ὠδὴ δ

Ὁ καθήμενος ἐν δόξῃ.

Αἰνιττόμενος τὸν τύπον, τοῦ Σταυροῦ χεῖρας ἔτεινεν, ἐναλλὰξ ἐγγόνοις, πάλαι Ἰακὼβ ὁ ἀοίδιμος, ἐπευλογῶν καὶ σημαίνων τὴν σωτήριον, εὐλογίαν πάντας, ἐφ' ἡμᾶς διαβαίνουσαν.

Συντηρούμενοι σφραγῖδι, τοῦ Σταυροῦ καὶ προκείμενον, ἐν ἀγαλλιάσει, πνεύματος αὐτὸν ἀσπαζόμενοι, πρὸς τὰ σωτήρια Πάθη ἐπειχθείημεν, τὰ ὀλέθρια, πάθη σαρκός θανατώσαντες.

Τὸ σωτήριόν σε ὅπλον, τὸ ἀήττητον τρόπαιον, τὸ χαρᾶς σημεῖον, θάνατος δι' οὗ τεθανάτωται, περιπτυσσόμεθα δόξῃ κλεϊζόμενοι, τοῦ ἐν σοὶ προσπαγέντος, Σταυρὲ πανσεβάσμιε.

Σταυροθεοτοκίον.

ρατός μοι καθωράθης, ὁ Ἀγγέλοις ἀπρόσιτος, Ἰησοῦ Υἱέ μου, σάρκα ἐξ ἐμοῦ δανεισάμενος, καὶ νῦν  ὁρῶσά σε ξύλῳ καθηλούμενον, ἐποδύρομαι, ἡ τοῦ Χριστοῦ Μήτηρ ἔλεγε.

Ὠδὴ ε

Ἐξέστη τὰ σύμπαντα.

Νεκρὸς ἐχρημάτισας, ἐπὶ Σταυροῦ ἡλούμενος, πάντων ἡ ζωὴ καὶ σωτηρία. Τοῦτον οὖν δίδου, κεκαθαρμένῃ ψυχῇ, Σῶτερ περιπτύξασθαι, καὶ σοῦ, Πάθη τὰ σωτήρια, κατιδεῖν ἀγαλλόμενοι.

Παρίστανται τάξεις σοι, τῶν Ἀσωμάτων τρέμουσαι, Ξύλον ζωοδώρητον· ἐν σοὶ γάρ, τίμιον Αἷμα Χριστὸς ἐξέχεε, λύθρον ἀναστέλλων ἐναγές, δαίμοσι φερόμενον, ἐπ' ὀλέθρῳ τοῦ πλάσματος.

ομφαίᾳ πληγέντα με, τοῦ δυσμενοῦς ἰάτρευσον, Αἵματί σου Λόγε καὶ τῇ  λόγχῃ, ἁμαρτιῶν μου τάχος διάρρηξον, Σῶτερ τὸ χειρόγραφον βοῶ, βίβλῳ καταγράφων με, σῳζομένων ὡς εὔσπλαγχνος.

Σταυροθεοτοκίον.

βότρυς ὁ πέπειρος, πῶς ἐπὶ ξύλου κρέμασαι; Ἥλιε τῆς δόξης πῶς ἐπήρθης, φέγγος ἡλίου, σκοτίζων πάθει σου. Σῶτερ ἡ τεκοῦσά σε, Ἀμνάς, πάλαι ἀνεβόα σοι, μητρικῶς ἀλαλάζουσα.

Ὠδὴ ς

Ἐβόησε, προτυπῶν.

Συνέσεισας, τὸ τοῦ ᾍδου πηγνύμενος οἴκημα, τοῖς  πιστοῖς δέ, ἀδειάσειστον ἔρεισμα γέγονας, καὶ βεβαία σκέπη, τοῦ Κυρίου Σταυρὲ πανσεβάσμιε.

Κατάκαρποι, ἀρεταῖς γεγονότες τρυγήσωμεν, θείου Ξύλου, ζωηφόρους καρπούς, οὓς ἐβλάστησεν, ἁπλωθεὶς ἐν τούτῳ, Ἰησοῦς ἡ κατάκαρπος ἄμπελος.

μνοῦμέν σου, Ἰησοῦ τὴν πολλὴν ἀγαθότητα, προσκυνοῦντες, τὸν Σταυρόν σου τὴν λόγχην, τὸν κάλαμον· δι' αὐτῶν γὰρ εἷλες, τὸ τῆς ἔχθρας Οἰκτίρμον μεσότοιχον.

Σταυροθεοτοκίον.

Ναμάτων σε, ποταμὸν ζωηρρήτων ἐκύησεν, ἡ Παρθένος, ὡς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, τὸν Σταυρῷ ταθέντα, καὶ κρουνοὺς σωτηρίας πηγάσαντα.

Ὁ Εἱρμὸς.

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον.

Αὐτόμελον  Ἦχος βαρὺς.

Οὐκ έτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς  ἐν ᾍδῃ. Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Ὁ Οἶκος.

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾷ ὁ Πιλᾶτος, δύο τοῖς  λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς  κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ  καρδίᾳ μου, ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Ὠδὴ ζ

Οὐκ ἐλάτρευσαν.

ἀξίνη, Ἐλισσαῖος ἣν ἀνείλετο, ἐξ Ἰορδάνου Χριστέ, Σταυρὸν ἐδήλου, δι' οὗ, βυθοῦ ματαιότητος, ἔθνη ἀνείλκυσας, ἀναμέλποντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Συναγάλλονται, τῇ  γῇ τὰ ἐπουράνια, τῇ  προσκυνήσει σου Σταυρέ· καὶ γὰρ διὰ σοῦ, Ἀγγέλων ἀνθρώπων τε, ἕνωσις γέγονε, Παντοδύναμε, ἀναβοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ.

ς κυπάρισσον, συμπάθειαν ὡς κέδρον τε, πίστιν ἡδύπνοον, ὡς πεύκην ἀληθινήν, ἀγάπην προσφέροντες, τὸν τοῦ Κυρίου Σταυρόν, προσκυνήσωμεν, τὸν ἐν αὐτῷ δοξάζοντες Λυτρωτὴν προσηλωθέντα.

Σταυροθεοτοκίον.

Μὴ σαλεύσας, τὰ οὐράνια ἐν μήτρᾳ σου, Θεὸς ἐσκήνωσε, πόλις Θεοῦ ἐκλεκτή. Σταυρῷ δὲ κρεμάμενος, Κτίσιν ἐσάλευσεν, ὃν ἱκέτευε, ἐν ἀσαλεύτῳ πέτρᾳ με, τῇ  αὐτοῦ συντηρηθῆναι.

Ὠδὴ η

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

ξέτεινας χεῖρας ἐπὶ ξύλου, χειρὸς ἀκρατοῦς λύων ἁμάρτημα, λόγχῃ ἐκεντήθης δέ, ταύτῃ τὸν πολέμιον, κατατιτρώσκων Κύριε, χολῆς ἐγεύσω τε, ἐνήδονον κακίαν ἐξαίρων, ὄξος ἐποτίσθης, ἡ πάντων εὐφροσύνη.

Νοῒ καθαρῷ καὶ συνειδότι, λαμπρῶς προσελθόντες προσκυνήσωμεν, πρόκειται τὸ τίμιον, Ξύλον καὶ σεβάσμιον, δι' οὗ Χριστὸς τὸν ἄτιμον, ὑπέστη θάνατον, τιμήν ὑπερτιθεὶς ἀνωτάτην, τοῖς  τῇ  παραβάσει, δεινῶς ἀτιμασθεῖσι.

Ξύλῳ ἁμαρτίας ἐνεκρώθην, καὶ γεύσει τῇ  ἐνηδόνῳ τεθανάτωμαι, ζώωσόν με Κύριε, ἔγειρόν με κείμενον, προσκυνητὴν ἀνάδειξον, τῶν Παθημάτων σου, καὶ μέτοχον Ἐγέρσεως θείας, καὶ συγκληρονόμον, τῶν σὲ ἠγαπηκότων.

Σταυροθεοτοκίον.

ψούμενον βλέπω σε καὶ κάλλος, τῷ  πάσχειν οὐκ εἶδος περικείμενον, ὅν περ σωματούμενον, ἔγνων ὡραιότατον, ὑπὲρ υἱοὺς ἀνθρώπων σε, μονογενὲς Υἱέ, ἡ Πάναγνος ἐβόα Παρθένος, δεῖξόν σου τὴν δόξαν, ἡ πάντων σωτηρία.

Τὰ Τριῴδια.

Εἱρμὸς ἄλλος Νόμων πατρῴων.

Μέσης ἡμέρας σταυρουμένου σου, μέσον τῆς γῆς βουλήσει Κόσμου τὰ πέρατα, μέσον φάρυγγος τοῦ δράκοντος, ἐξέσπασας Οἰκτίρμον· διὸ ἐν μέσῃ, θείων ἑβδομάδι Νηστειῶν, προσκυνοῦντες δοξάζομεν τὸν τίμιον Σταυρόν σου, τὸν Κύριον ὑμνεῖτε, βοῶντες, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Χαρᾶς σημεῖον ὅπλον ἄρρηκτον, τῆς Ἐκκλησίας τεῖχος, Μαρτύρων καύχημα, Ἀποστόλων ἐγκαλλώπισμα, Ἀρχιερέων σθένος, ἐνδυναμώσας τὴν ἐξασθενοῦσάν μου ψυχήν, προσκυνεῖν σε ἀξίωσον, καὶ μέλπειν σοι βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὅταν, εἰς νοῦν μου λάβω τὸ δικαστήριον, τὸ ἀδέκαστον Μακρόθυμε, κατάκριτος ὑπάρχων· διό μου φεῖσαι, καὶ τὸν ἐπικείμενον κλοιόν, τῆς ψυχῆς μου ἐλάφρυνον, ἵνα χαίρων κραυγάζω· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον.

τύπου βάτος τὸ μυστήριον, τοῦ ὑπὲρ νοῦν σου τόκου, Κόρη πανάμωμε· ὡς ἐκείνου γὰρ διέμεινας, ἀφλέκτως πῦρ τεκοῦσα, Χριστὸν Σωτῆρα, τὸν ἀνυψωθέντα ἐν Σταυρῷ, ὃν δυσώπει ῥυσθῆναί με, πυρὸς τοῦ αἰωνίου· Τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος.

Αὕτη ἡ κλητὴ.

Δεῦτε τὸν Σταυρὸν προτεθέντα Κυρίου, νηστείᾳ καθαρθέντες, περιπτυξώμεθα πόθῳ· θησαυρὸς γὰρ ἡμῖν ἁγιάσματος ἐστί, καὶ δυνάμεως, δι' οὗ ἀνυμνοῦμεν, Χριστόν εἰς τοὺς αἰῶνας.

Οὗτος ὁ Σταυρὸς τριμερὴς καὶ μέγας, μικροφανὴς τυγχάνων, οὐρανομήκης ὑπάρχει, τῇ  δυνάμει αὐτοῦ, τοὺς ἀνθρώπους πρὸς Θεόν, ἀναφέρει ἀεί, δι' οὗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Μίαν ἐν τρισὶ χαρακτῆρσιν οὐσίαν, δοξάζων οὐ συγχέω, μονοπροσώπως τὰ τρία, οὐδὲ τέμνω μορφήν, τὸν Πατέρα, καὶ Υἱὸν σὺν τῷ  Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων, Θεὸς ὁ ἐν Τριάδι.

Καὶ νῦν  ... Θεοτοκίον.

Μόνη ἐν μητράσιν ἐδείχθης παρθένος, Θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα, τὸν Σωτῆρα Χριστόν, τῆς ἁγνείας τὴν σφραγῖδα φυλάξασα. Σὲ μακαριοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τοῦτο τὸ πανάγιον Ξύλον τιμάσθω, ὁ Προφήτης πάλαι, βληθῆναι ἀνακραυγάζει, εἰς τὸν ἄρτον Χριστοῦ, ὑπὸ Ἰσραηλιτῶν, τῶν σταυρούντων αὐτόν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐν λάκκῳ βληθεὶς τῶν λεόντων, ποτὲ ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν τόν πάντων, Θεὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ

Ἅπας γηγενὴς.

Λόγχῃ σου Πλευράν, ἐνύγης ἀφέσεως, ἀναστομῶν μοι πηγάς, ξύλῳ προσηλώθης δέ, τὴν διὰ ξύλου ἱστῶν κατάκρισιν, μέσον τῆς γῆς Φιλάνθρωπε, ὅπερ ἡμεῖς μεσασμῷ, τῆς Νηστείας, νῦν  περιπτυσσόμεθα, ἀνυμνοῦντες τὴν σὴν ἀγαθότητα.

ρη γλυκασμόν, βουνοὶ ἀγαλλίασιν, πόθῳ σταλάξατε, ξύλα τοῦ πεδίου δέ, Λιβάνου κέδροι περιχορεύσατε, τῇ  προσκυνήσει σήμερον, τοῦ ζωηφόρου Σταυροῦ, οἱ Προφῆται, Μάρτυρες, Ἀπόστολοι, καὶ Δικαίων σκιρτήσατε πνεύματα.

Νεῦσον εἰς λαόν, καὶ κλῆρόν σου Κύριε, φόβῳ ὑμνοῦντάς σε, θάνατον ἑκούσιον, δι' οὗ ὑπέστης, μὴ νικησάτω σου, τὴν εὐσπλαγχνίαν ἄμετρος, πληθὺς κακῶν ἡμῶν, ἀλλὰ σῶσον, πάντας ὑπεράγαθε, τῷ  Σταυρῷ σου ἡμᾶς ὡς φιλάνθρωπος.

Σταυροθεοτοκίον.

Νεύματι τῷ  σῷ, κλονεῖς τὸν ὁρώμενον, Κόσμον σταυρούμενος, μένεις δὲ κρεμάμενος, ἡ Θεοτόκος κλαίουσα ἔλεγε· τὰ ἐμπαθῆ νοήματα, τοῦ Πρωτοπλάστου Χριστέ, ἐξηλῶσαι, θέλων καὶ ἰάσασθαι, τὴν αὐτοῦ συντριβὴν ἀγαθότητα.

Τὰ Τριῴδια.

Εἱρμὸς ἄλλος.

Ἀπορεῖ πᾶσα γλῶσσα.

Ἐλισσαῖος, πάλαι ποταμοῦ τὴν ἀξίνην, ἀνέλκων ξύλῳ, σὲ τὸ ζωοδώρητον, ἐτύπου Σταυρὲ ξύλον, δι' οὗ ἐκ βυθοῦ ἀνείλκυσε Χριστὸς τὰ ἔθνη, εἰδωλικῆς μανίας, ἐν σοὶ προσηλωθείς· ὅθεν σε προσκυνοῦντες, τὸ κράτος αὐτοῦ δοξάζομεν.

λίου σέλας, Σῶτερ μετεβλήθη εἰς σκότος, τῇ  σῇ σταυρώσει, φέγγος τε σελήνης ἀπεσβέσθη, καὶ στοιχεῖα τρόμῳ ἠλλοιώθη ἅπαντα· διὸ βοῶ σοι· Ἀλλοιωθέντα σκότει παθῶν μου λογισμούς, Λόγε σῇ δεξιᾷ ἀλλοιώσας, φώτισον σῶσόν με.

Τῷ μώλωπί σου, ἴασαι ψυχῆς μου τὰ πάθη, Πλευρᾶς σου τρώσει παῦσον, ἐπωδύνους τε, τὰς τρώσεις τῶν δαιμόνων, ἥλοις σου Χριστὲ ἐξήλωσας, τὰς ἐνηδόνους, καὶ ἐμπαθεῖς ὀρέξεις, διδούς μοι ἀπαθῶς Πάθη σου, τὰ σεπτὰ προσκυνῆσαι, καὶ τὴν Ἀνάστασιν.

Σταυροθεοτοκίον.

ραῖον κάλλει, τέτοκεν ὡραῖα σε Κόρη, ὃν καθορῶσα, κάλλος ἐν τῷ πάσχειν, οὐδὲ εἶδος κεκτημένον Σῶτερ, θρηνῳδοῦσα ἔλεγεν· Ἐκπλήττομαί σου, τὴν ὑπὲρ νοῦν Υἱέ μου ταπείνωσιν, δι' ἧς σῴζεις, ταπεινωθεῖσαν τὴν φύσιν, τῆς ἀνθρωπότητος.

Ἄλλος  Φωτίζου φωτίζου.

Προέρχου φαιδρύνου, πᾶς ὁ λαὸς ὁ τοῦ Θεοῦ, καὶ τὸ ξύλον προβλέπων, τοῦ Σταυροῦ λάβε χαράν, προκείμενον, ἄσπασαι φόβῳ, καὶ τὸν ἐν αὐτῷ, Κύριον τῆς δόξης, ἀναρτηθέντα δοξάζων ἀεί.

Τὸ ὅπλον τὸ θεῖον, σὺ τῆς ζωῆς μου ὁ Σταυρός, ἐπὶ σὲ ὁ Δεσπότης, ἀνελθών με ἔσωσεν, ἔβλυσεν αἷμα, καὶ ὕδωρ νυγείς, ἐκ τῆς Πλευρᾶς, οὗ μεταλαμβάνων, ἀγαλλιῶμαι δοξάζων αὐτόν.

Δόξα...

Τριάδα προσώποις, Μονάδα φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα καὶ τὸν Υἱόν, σὺν τῷ  ἁγίῳ τε Πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν, τὴν τῶν ἁπάντων δεσπόζουσαν.

Καὶ νῦν  ... Θεοτοκίον.

Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστός, σὺ ὑπάρχεις Παρθένε, ὡς Δαυῒδ ὁ θεῖος βοᾷ, δι ἧς ἡμεῖς ἀνυψώθημεν, πρὸς οὐρανόν, υἱοθετηθέντες, τῷ  Πνεύματι παμμακάριστε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸ σκῆπτρον τὸ θεῖον, τοῦ Βασιλέως ὁ Σταυρός, τοῦ στρατοῦ ἡ ἀνδρεία, ἐν τῇ πεποιθήσει σου, τοὺς πολεμίους ἐκτρέπομεν, νίκας ἀεὶ τοῖς  σὲ προσκυνοῦσι, κατὰ βαρβάρων παράσχου ἡμῖν.

Ὁ Εἱρμὸς.

Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν  μεγαλύνομεν.

 Τὸ Φωταγωγικὸν τοῦ Ἤχου καὶ τὸ παρὸν Ἐξαποστειλάριον.

Ἐν πνεύματι τῷ  ἱερῷ.

Μεσότητι τῶν Νηστειῶν, τὸ πανσέβαστον Ξύλον, τοὺς πάντας εἰς προσκύνησιν, προσκαλεῖται τοὺς ὅσοι, τὰ ἑαυτῶν παθήματα, τοῖς  τοῦ Χριστοῦ παθήμασιν, ἀξίως συναφικνοῦσι. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὸ Ξύλον, τοῦ φρικτοῦ μυστηρίου.

Σταυροθεοτοκίον.

ἄνυμφος καὶ πάναγνος, τοῦ Θεοῦ Λόγου Μήτηρ, ἐβόα ὀλολύζουσα, ἐν κλαυθμῷ θρηνῳδοῦσα· Τοιαῦτά μοι ὁ Γαβριήλ, τῆς χαρᾶς ἐκόμιζε, τὰ εὐαγγέλια Τέκνον, ἄπιθι τοῦ πληρῶσαι, τὴν ἀπόρρητον βουλήν, καὶ θείαν οἰκονομίαν.

Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος πλ. δ

Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες, τὴν ἄγουσαν ἐπὶ τὸν Σταυρόν σου τὸν τίμιον, τὴν σὴν ἡμέραν ἰδεῖν, ἣν εἶδεν Ἀβραὰμ καὶ ἐχάρη, ὡς ἐκ τάφου τοῦ βουνοῦ, ζῶντα λαβὼν τὸν Ἰσαάκ, εὐδόκησον καὶ ἡμᾶς, πίστει ῥυσθέντας τοῦ ἐχθροῦ, καὶ Δείπνου μετασχεῖν τοῦ μυστικοῦ, ἐν εἰρήνῃ κράζοντας· ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Μαρτυρικὸν.

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ  δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς. Τυράννων ἀπειλὰς οὐκ ἑπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν  τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν...

Ἰδιόμελον  Ἦχος πλ. δ

Μεσάσαντες τὸ πέλαγος τῆς ἐγκρατείας, λιμένα ἐκδεχόμεθα τῆς σωτηρίας, τὸν καιρὸν τοῦ Πάθους σου, τοῦ ἑκουσίου Κύριε, ἀλλ' ὡς εὔσπλαγχνος καὶ οἰκτίρμων, καὶ τὴν ἡμέραν τῆς ἐνδόξου Ἀναστάσεώς σου, ἐν εἰρήνῃ ἀξίωσον ἡμᾶς, θεάσασθαι φιλάνθρωπε.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ 

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. β

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος πλ. β  Ψαλμὸς ξθ

γαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.

Στίχ. Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΚΣΤ: 21 καὶ ΚΖ: 1-9)

δοὺ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν καὶ ἀναλεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Τῇ  ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός, ἐπιθύμημα ἐξάρχει κατ' αὐτῆς. Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τεῖχος αὐτῆς, οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε, κατακέκαυμαι, βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ Οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτω πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς, οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ  πνεύματι τῷ  σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.

Προκείμενον  Ἦχος πλ. Β  Ψαλμὸς ο

πὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ. ν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι καὶ ψάλλομεν τὰ ἑπόμενα τοῦ Τριῳδίου εἰς στ καὶ τοῦ Μηναίου δ.  

Στιχηρὸν Ἰδιόμελον

Ἦχος δ

τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα· καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῷ  πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομείνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύματι δοξάζοντας.

Ἕτερον  Ἦχος πλ. α

Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι, πνευματικὰς ἀμοιβὰς ἐκδεχόμενοι, οὐ μέσον τῶν πλατειῶν θριαμβεύουσι ταύτας, ἀλλ' ἔνδον τῶν καρδιῶν ἀποφέρουσι μᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόμενα, τὸν μισθὸν τῆς ἐγκρατείας παρέχει ἡμῖν. Νηστείαν τελέσωμεν, μὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλ' ἐν τοῖς ταμείοις τῶν ψυχῶν προσευχόμενοι, ἀπαύστως βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν δεόμεθα, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Μαρτυρικὸν.

κορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι ἅγιοι μάρτυρες, οἵ τινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν Τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε δωρηθῆναι εἰρήνην τῷ  Κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ.

Ἦχος α

Πανεύφημοι Μάρτυρες.

Νηστείας ἐν ὕδατι ψυχάς, πάντες ἀπονίψωμεν, καὶ προσελθόντες τὸν τίμιον, καὶ πανσεβάσμιον, Σταυρὸν τοῦ Κυρίου, πιστῶς προσκυνήσωμεν, τὸν θεῖον φωτισμόν ἀρυόμενοι, καὶ τὴν αἰώνιον, σωτηρίαν νῦν καρπούμενοι, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ποστόλων καύχημα Σταυρέ, ὅν περ περιέπουσιν, Ἀρχαί, Δυνάμεις, Ἀρχάγγελοι, τοὺς προσκυνοῦντάς σε, πάσης βλάβης σῷζε, καὶ τὸ θεῖον στάδιον, ἡμᾶς τῆς ἐγκρατείας ἀξίωσον, καλῶς ἀνύσαντας, τὴν ἡμέραν τὴν σωτήριον, ἐπιφθάσαι, δι' ἧς καὶ σῳζόμεθα.

Ἕτερον Προσόμοιον

Ἦχος βαρὺς.

Σήμερον γρηγορεῖ ὁ Ἰούδας.

Σήμερον τὸν Σταυρὸν τοῦ Κυρίου προσκυνοῦντες, βοήσωμεν· Χαῖρε ζωῆς ξύλον, ᾍδου καθαιρέτα, χαῖρε χαρὰ Κόσμου, φθορᾶς ἀναιρέτα, χαῖρε ὁ τοὺς δαίμονας σκορπίζων τῇ δυνάμει σου· τῶν πιστῶν τὸ στήριγμα, τὸ ὅπλον, τὸ ἄρρηκτον, τοὺς ἀσπαζομένους σε, φρούρησον, ἁγίασον δεόμεθα.

Καὶ τοῦ Μηναίου Προσόμοια δ

Δόξα... Καὶ νῦν... Ἰδιόμελον.

Ἦχος πλ. δ

Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι, καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.

Ἑσπέρας Προκείμενον  Ἦχος δ  Ψαλμὸς οα

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. Θεός, τὸ κρῖμα σου τῷ  Βασιλεῖ δός.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. Θ: 18-29, Ι: 1)

σαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ εἶδε Χάμ, ὁ πατήρ Χαναάν, τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθών, ἀπήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χὰμ παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ, πλατύναι ὁ Θεὸς τῷ  Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε, ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν. Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

Προκείμενον  Ἦχος δ  Ψαλμὸς οβ

μοὶ δέ τὸ προσκολλᾶσθαι τῷ  Θεῷ, ἀγαθόν ἐστι.

Στίχ. ς ἀγαθὸς ὁ Θεὸς τῷ  Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ!

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

( Κεφ ΙΒ: 23-28, ΙΓ:1-9)

νὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. Φοβερὸς λόγος καρδίαν ἀνδρὸς δικαίου ταράσσει, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς, ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. Οὐκ ἐπιτεύξεται δόλιος θήρας· κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. Ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. Υἱός, πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων, ὀλοῦνται ἄωροι. 'Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παρρησίαν. Δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι.

Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων