The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ B’ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τά παρόντα.     

Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

Χριστὲ ἐπὶ Σταυροῦ, ἁπλωθεὶς ἐνεκρώθης, νεκρώσας τὸν ἐχθρόν, καὶ ἀρχέκακον ὄφιν, ζωώσας δὲ τοὺς δήγματι, τῷ  ἐκείνου τεθνήξαντας· ὅθεν δέομαι, τὴν νεκρωθεῖσαν ψυχήν μου, Σῶτερ ζώωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, πρὸς σὲ ἀτενίζουσαν.

Σταυροθεοτοκίον.

ς εἶδεν ἐν Σταυρῷ, ἡ, Ἀμνὰς σε τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὀλολύζουσα, τέκνον φίλτατον, τί  τὸ ὁρώμενον θαῦμα; Μῆτερ ἄχραντε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης γνωσθήσεται.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα  Ἦχος γ’

Τὴν ὡραιότητα.

σμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες· Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον, δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε.

Σταυροθεοτοκίον.

Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ Τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον, καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν γ Ὠδήν.

Τριῴδιον ποίημα Ἰωσηφ.

Ὠδὴ γ’  Ἦχος α’

Στερεωθήτω ἡ καρδία μου.

Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδάμ, πρὸς τὸ τῆς γνώσεως φυτόν, ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε.

Στερέωσόν μου τὴν διάνοιαν, κλονουμένην φθόνῳ τοῦ ὄφεως, τὰς τῶν παθῶν ἐπαγωγάς, τῷ  σῷ πάθει ἀνάστειλον, ὁ παθῶν καὶ τὴν ἀπάθειαν, πιστοῖς χαρισάμενος.

τῆς Νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα. Ἰδοὺ εὐπρόσδεκτος καιρός, καὶ ἡμέρα σωτήριος, μετανοίας ἐνδειξώμεθα, καρποὺς καὶ ζησώμεθα.

Θεοτοκίον.

Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνῷ συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς, ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν καθοδήγησον.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος γ’

Στερέωσον Κύριε, τὰς καρδίας.

Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, τῷ  σῷ Σταυρῷ, μὴ ἐκκλίνειν ἀπὸ σοῦ, ἐπὶ λόγους πονηρούς, ἢ εἰς πράξεις βδελυράς.

Τοῦ πάθους σου Δέσποτα, ὁ οὐρανὸς καὶ ἡ γῆ, αἰσθόμενοι ἠλλοιοῦντο ἐμφανῶς, Βασιλέα τοῦ παντός, σὲ δεικνύντες ἀληθῶς.

Δόξα...

σότιμε ἄναρχε, παναγία Τριάς, ζωοποιέ, καὶ ἀρχίφωτε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμά με σῶσον.

Καὶ νῦν... Θεοτοκίον.

Μητρόθεε ἄνανδρε, τίκτεις μόνη Θεόν, μὴ φθαρεῖσα παρθενίας τὸ ἁγνόν, ἀλλὰ μείνασα σεμνή, ὥσπερ ἦς πρὸ τοῦ τόκου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν κόκκινον χλαῖνάν σου, ἥλους καὶ τὸν Σταυρόν, τὸν σπόγγον τε, καὶ τὴν λόγχην Ἰησοῦ, προσκυνῶ καὶ ἀνυμνῶ, τὰ ζωώσαντα τὸ πᾶν.

Ὁ Εἱρμὸς.

Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτήρ, εἰς τοὺς αἰῶνας ἅπαντας.

Ὠδὴ η’

Τὸν τοὺς ὑμνολόγους.

μετὰ ἀνομων λογισθῆναι, διὰ πλήθους ἐλέους καταδεξάμενος, τὰς ἐμὰς ἁμαρτίας, ἐξάλειψον ἐν πίστει, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.  

Τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον, τῇ σῇ διάρρηξον λόγχῃ, καὶ τῆς καρδίας μου τὰς ὀδύνας, θεράπευσον Κύριε, πληγείσης βέλει τῆς κακίας, τῶν πονηρῶν δαιμόνων.

Μεμελανωμένην τὴν καρδίαν μου, τῆς ἁμαρτίας τῷ  λύθρῳ, τῷ  σῷ ἀπόπλυνον ἐκ πλευρᾶς ἀποστάζοντι, Αἵματι Χριστέ μου, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

ἀγεωργήτως βλαστήσασα, τὸν ἐπουράνιον Στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινῶσαν, τὴν ταπεινὴν ψυχήν μου.

Εἱρμὸς ἄλλος.

Τὸν ἐν φλογί, τοῖς Παισὶ.

Χαίροις Σταυρέ, δι' οὗ ἀνεγνωρίσθη, μιᾷ ῥοπῇ Λῃστὴς θεολόγος κραυγάζων· Μνήσθητί μου Κύριε ἐν τῇ σῇ Βασιλείᾳ, οὗπερ τῆς μερίδος, κοινωνοὺς ἡμᾶς δεῖξον.

Σὺ λογχευθείς, τῇ φλογίνῃ ῥομφαίᾳ, ἀνθυποστρέφεις Χριστέ, καὶ βροτοῖς ἐξανοίγεις, πάλιν τὸν Παράδεισον, ἐν ᾧ καὶ εἰσιόντες, σοῦ τῆς ἀθανάτου, ζωῆς ἀεὶ τρυφῶμεν.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ  Πατρί, τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν μιᾷ τῇ οὐσίᾳ, ἀσιγήτως κράζοντες, τοῖς πηλίνοις στόμασι· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ  ἐν Τριάδι.

Καὶ νῦν... Θεοτοκίον.

Παιδοτοκεῖς παρθενεύουσα μόνη Θεοχαρίτωτε, τὸ Μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον τὸν Σωτῆρα τοῦ Κόσμου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ Χριστοῦ, ἡ ἐλπὶς τῶν περάτων, διαπεράσαι ἡμᾶς ἐν τῇ σῇ κυβερνήσει, γαληνῶς τὸ πέλαγος, τῆς καλλίστης Νηστείας ἀξίωσον σώσας, ἐκ τρικυμίας πταισμάτων.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς.

Τὸν ἐν φλογί, τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Τὴν ζωοδόχον πηγὴν.

Νενηστευκὼς Ἐλισσαῖος ἀνέστησε, νενεκρωμένον τὸν παῖδα, ὡς γέγραπται, καὶ ἡμεῖς νηστεύοντες, σαρκικὰ φρονήματα ἀπονεκρῶσαι πιστοὶ κατεπειχθῶμεν, ἵνα ζωῆς τῆς ἐκεῖ ἐπιτύχωμεν.

Οἴμοι ψυχή! φοβερὸν τὸ κριτήριον, καὶ τοῦ Κριτοῦ ἡ φρικώδης ἀπόφασις, σπεῦσον μετανόησον, Χριστῷ διαλλάγηθι, τῷ  διὰ σὲ ἐν Σταυρῷ ἀναρτηθέντι, καὶ ῥυσαμένῳ πιστοὺς κατακρίσεως.

Τῆς μετανοίας μοι πύλας διάνοιξον, τὰς τῶν παθῶν μου εἰσόδους ἀπόκλεισον, ὁ Λῃστῇ τὴν εἴσοδον δείξας εὐεπίβατον, τοῦ Παραδείσου Χριστέ, τῇ σῇ Σταυρώσει, ἵνα δοξάζω τὴν σὴν ἀγαθότητα.

Θεοτοκίον.

τι εἰς βάθη κακίας ἀπέρριμμαι, καὶ λογισμοῖς ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναῖς δουλούμενος, βοήθησόν μοι ἁγνὴ Παρθενομῆτορ, πρὸς σωτηρίας ὁδὸν ὁδηγοῦσά με.

Εἱρμὸς  ἄλλος.

Ἐν Σιναίῳ τῷ ὄρει.

Παρεδόθης ἑκὼν καὶ ὑπήγαγες, ἑαυτὸν τοῖς φονευταῖς, κριτηρίῳ παρέστης τυπτόμενος, ἐξ ὧν ἔπλασας χειρῶν, ἐσταυρώθης ἐπαίχθης, ἑλογχεύθης Κύριε, ἔπαθες σώματι πάντα ἐνεγκὼν συμπαθῶς, ἵνα σώσῃς ἡμᾶς.

Τῶν Ἀγγέλων οἱ δῆμοι ἐτρόμαξαν, βλέποντές σε ἐν Σταυρῷ, οἱ φωστῆρες τὸ φέγγος ἀπέλιπον, καὶ ἐσείετο ἡ γῆ, ἐδονεῖτο τὰ πάντα τῇ ὕβρει σου Κύριε, θείοις σου Πάθεσιν, εἰργάσω ἡμῖν, ὁ Θεὸς τὸ σωτήριον.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον.

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μου τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς παιδοτοκίας μου, τοῦτο παναληθές, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῷ σῷ μώλωπι πάντες ἰάθημεν, ἐκ παθῶν ἁμαρτιῶν· ἐν Σταυρῷ γὰρ ἀρθεὶς ἐτραυμάτισας, τὸν ἀρχέκακον ἐχθρόν. Ἀλλὰ ἀκατακρίτως ἡμᾶς καταξίωσον, καὶ τὴν Ἀνάστασιν φθάσαι διανύσαντας, τὸν τῆς Νηστείας καιρόν.

Ὁ Εἱρμὸς.

ν Σιναίῳ τῷ  ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος βαρὺς.

διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ  Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα.  (Δίς)

Μαρτυρικὸν.

Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.

Οὐκέτι κωλυόμεθα.

ν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν ἡ Πανάμωμος, θρηνῳδοῦσα ὕμνει τὸ κράτος σου.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. β’

ψιστε ὁ ἐν οὐρανοῖς κατοικῶν, ὁ κτίσας πᾶσαν πνοήν, σῶσον ἡμᾶς ὁ Θεός· ἐπὶ σοὶ γὰρ ἠλπίσαμεν Σωτὴρ ἡμῶν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος πλ. α'  Ψαλμὸς κθ'

Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.

Στίχ. ψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με.

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα

(Κεφ. Ε’: 16-25)

ψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται, οὐαί, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν! οὐαὶ οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν, οὐαί, οἱ λέγοντες τὸ πονηρόν, καλόν, καὶ τὸ καλόν, πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν! οὐαί, οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες! οὐαί, οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραννύντες τὰ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτός ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτούς, καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν, ὡς κοπρία ἐν μέσῳ ὁδοῦ, καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.

Προκείμενον  Ἦχος πλ. Β  Ψαλμὸς λ

πὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ. ν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὰ ἑπόμενα τοῦ Τριῳδίου, τὸ Ἰδιόμελον δις,  τὸ Μαρτυρικὸν, καὶ τὰ γ’ Προσόμοια καὶ τοῦ Μηναίου δ’.  

 

 Στιχηρὸν Ἰδιόμελον  Ἦχος α’

Τὴν πνευματικὴν ἀδελφοί, ἀναλαβόντες Νηστείαν, τῇ γλώσσῃ μὴ λαλεῖτε τὰ δόλια, μηδὲ τίθεσθε πρόσκομμα, τῷ ἀδελφῷ εἰς σκάνδαλον, ἀλλὰ τῇ μετανοίᾳ φαιδρύναντες, τὴν τῆς ψυχῆς λαμπάδα τοῖς  δάκρυσι, βοήσωμεν τῷ  Χριστῷ· Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.  (Δίς)

Μαρτυρικὸν

Πανεύφημοι Μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ἠνοίγησαν ὑμῖν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ.

Ἦχος γ’

Μεγάλη τῶν Μαρτύρων σου.

Τῶν θείων Ἀποστόλων, Κύριε δεήσεσι, τὸν τῆς Νηστείας χρόνον, καλῶς ἡμᾶς τελέσαι, κατανύξει διανοίας καταξίωσον, ὡς ἀγαθὸς εὔσπλαγχνε, ἵνα σῳζόμενοι, σὲ δοξάζωμεν πάντες.

Μεγάλη καὶ φρικτή σου Κύριε ἡ ἔλευσις, ἐν ᾗ καθίσας κρίσιν, δικαίαν ἐκτελέσῃς! Μὴ οὖν κρίνῃς με, τὸν κατακεκριμένον, ἀλλ' ὡς Θεὸς φεῖσαί μου, τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις πρεσβείαις.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος πλ. β’  Ὁλην ἀποθέμενοι.

Χριστοῦ οἱ Ἀπόστολοι, τῶν γηγενῶν οἱ φωστῆρες, θησαυροὶ κοσμόπλουτοι, τῆς πανσόφου γνώσεως, τοῦ Θεοῦ ἡμῶν, τοὺς ὑμᾶς μέλποντας, πειρασμῶν ῥύσατε, ταῖς ἁγίαις προσευχαῖς ὑμῶν, καὶ τὸν καιρὸν ἡμῖν, τὸν τῶν Νηστειῶν διεξάγετε, νεανικῶς βραβεύοντες, ἐν εἰρήνῃ νῦν τὴν ζωὴν ἡμῶν, ἵνα εὐαρέστως, προφθάσαντες τὸ Πάθος τοῦ Χριστοῦ, ἐν παρρησίᾳ προσφέρωμεν, ὕμνοις τῷ  Θεῷ ἡμῶν.

Καὶ τοῦ Μηναίου Προσόμοια δ'

Δόξα... Καὶ νῦν... Θεοτοκίον. 

Ἑσπέρας Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς λὰ’

Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. Δ’: 16-26)

ξῆλθε Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναΐδ, κατέναντι Ἐδέμ. Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ  ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ. Ἐγεννήθη δὲ τῷ  Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ, Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ τόν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων, καὶ ὄνομα τῷ  ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ, καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ, Νοεμά. Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλά· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Καὶ τῷ  Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ. Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Προκείμενον  Ἦχος α’  Ψαλμὸς λβ’

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς.

Στίχ. γαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Παροιμιῶν τὸ Ἂνάγνωσμα.

(Κεφ. Ε’: 15-23, ΣΤ’:1-3)

Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς, ὑπερεκχείσθω σοι τὰ σὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα. Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. Ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου, καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις· ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Παρανομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη, καὶ ἀπώλετο δι' ἀφροσύνην. Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. Ποίει υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σῴζου. Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.

Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων