The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὰ Τριαδικά τὰ τοῦ Ἤχου, εἰς τὴν α Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Μετὰ δὲ τὴν β Στιχολογίαν τὰ παρόντα Καθίσματα.  

Ἦχος πλ. δ

Τὸ ἀσάλευτον στήριγμα.

γκρατείᾳ λαμπρύναντες, τὰς ψυχὰς ἡμῶν, τὸν Σταυρὸν προσκυνήσωμεν, τὸν σωτήριον, ἐν ᾧ Χριστὸς προσηλώθη, καὶ βοήσωμεν αὐτῷ· Χαῖρε νηστευόντων ἡ τρυφή, καὶ βεβαία βοήθεια. Χαῖρε ἀναιρέτα τῶν παθῶν, τῶν δαιμόνων ἀντίπαλε, χαῖρε Ξύλον μακάριον.

Θεοτοκίον.

Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς Πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί. Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν γ Στιχολογίαν

Καθίσματα  Ἦχος πλ. δ

Ὡς ἀπαρχὰς τῆς φύσεως.

σπερ ζωὴν τῆς Κτίσεως, τὸν σὸν Σταυρὸν προκείμενον, ἡ Οἰκουμένη ἀσπάζεται Κύριε, καὶ προσκυνοῦσα κράζει σοι· τῇ  αὐτοῦ ἐνεργείᾳ, ἐν εἰρήνῃ βαθείᾳ, τούς ἀνυμνοῦντάς σε, τοὺς εὐλογοῦντάς σε, διὰ τῆς ἐγκρατείας συντήρησον Πολυέλεε.

Θεοτοκίον.

Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

Ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ β Ὠδή.

 Τριῴδιον ποίημα Ἰωσηφ.

 Ὠδὴ  β Ἦχος πλ. δ

Ὁ Εἱρμὸς.

δετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεός, ὁ πάλαι τὸν Ἰσραήλ, ἐν ἐρυθρᾷ θαλάσσῃ διαγαγών, καὶ σώσας καὶ θρέψας, καὶ ἐκ δουλείας πικρᾶς, ἐλευθερώσας Φαραώ.

Μέσον τῆς Κτίσεως, ὃν καθυπέμεινας Σταυρόν, Μεσσία Λόγε Θεοῦ, τῷ   τῆς Νηστείας σήμερον μεσασμῷ, πιστῶς προσκυνοῦμεν, αἰτούμενοι κατιδεῖν, καὶ τὴν Ἀνάστασιν τὴν σήν.

άβδῳ δυνάμεως, προτυπωθείσῃ τῷ Μωσῇ, τὴν θάλασσαν τῶν παθῶν, διατεμόντες φθάσωμεν πρὸς γῆν, τῆς ἐπαγγελίας, καὶ μάννα τοῦ νοητοῦ, ἐμφορηθῶμεν δαψιλῶς.

Τὶς μὴ θρηνήσει σε; τίς μὴ πενθήσει σε ψυχή, ποθοῦσαν τὰ πονηρά, οὐκ ἐκζητοῦσαν πόθῳ τὰ ἀγαθά, δικαίου Κριτοῦ δέ, καταφρονοῦσαν ἀεί, μακροθυμοῦντος ἐπὶ σοί;

Θεοτοκίον.

Σάρκα γενόμενον, ἀναλλοιώτως τὸν Χριστόν, Παρθένε κυοφορεῖς, ὃν ἐκτενῶς ἱκέτευε, σαρκικῶν παθῶν ἀπαλλάξαι, τοὺς προσκυνοῦντας Σταυρόν, ὃν καθυπέμεινε σαρκί.

Ἕτερον Ποίημα Θεοδώρου.

Εἱρμὸς ἄλλος.

Ἦχος πλ. δ  Ἰδετε ἴδετε.

δετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ τῇ  Οἰκουμένῃ, τὸν Σταυρόν μου παρασχών, ὅπλον σωτηρίας, εἰς τὸ νῦν  προσκυνεῖσθαι αὐτόν, ὅπως οἱ ἀσπαζόμενοι, καταργῶσι τοῦ ἐχθροῦ μηχανήματα.

Μέγας εἶ Κύριε, καὶ πολυέλεος, ὅτι δέδωκας τὸν ζωοποιόν σου, προσκυνεῖσθαι νῦν  Σταυρόν, ἔνθα σου αἱ χεῖρες, καὶ οἱ πόδες ἡλώθησαν· ἐν ᾧ τὸ αἷμα ἐρρύη, τῆς ἀχράντου σου Πλευρᾶς, ζωὴν πηγάζον ἡμῖν.

Δόξα...

περτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι' Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης, βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν  ... Θεοτοκίον.

ρρητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐν ταὐτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; Ὡς εἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὲ Μωσῆς ὁ μέγας, προδιετύπωσε, τὸν Σταυρὸν ἡμῖν, χεῖρας ἐκπετάσας, καὶ πορθήσας Ἀμαλήκ, σὲ ἐκτυποῦντες ἐν σκιαῖς καὶ ἀέρι, ἡμεῖς ἐκτρέπομεν καὶ νικῶμεν, τὸν ἀρχέκακον ἐχθρόν, ὑμνολογοῦντες Χριστόν.

Ὁ Εἱρμὸς.

δετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ πρὸ τῶν αἰώνων, γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος.

 Ὠδὴ  η

Ὁ στεγάζων ἐν ὕδασι.

συσσείσας θεμέλια, πάσης τῆς γῆς ὡς Θεός, ὑψωθεὶς ἐν ξύλῳ, ἄσειστον πᾶσιν ἐδωρήσω, πιστοῖς ἔρεισμα Κύριε, τὸ σωτήριον ὅπλον τοῦ Σταυροῦ σου, ὅν περ προσκυνοῦντες, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

παστράπτον θεώμενοι, ὑπὲρ ἡλίου αὐγάς, τοῦ Σταυροῦ τὸ ξύλον, δεῦτε νηστείᾳ ἀστραπτόμενοι, νῦν  ἀσπασώμεθα, ἀρυόμενοι χάριν φωτοφόρον, σκότος ἐκμειοῦσαν, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

δωρ ζῶν τὸ ἁλλόμενον, εἰς αἰωνίαν ζωήν, σὺ ὑπάρχων Λόγε, αἷμα καὶ ὕδωρ, ἐκ πλευρᾶς ἐν Σταυρῷ, ἔβλυσας Δέσποτα, ἁμαρτίας χειμάρρους ἀναστέλλων. Ὅθεν δυσωπῶ σε· Ξήρανον παθῶν μου, τὰς πονηρὰς ἐκβλύσεις.

Θεοτοκίον.

Νοητὸν ὡς ἁγίασμα, τὸν ἐν ἁγίοις Θεόν, ἀναπεπαυμένον, τίκτεις ἁγία, Θεομῆτορ ἁγνή, πάντα τὰ πέρατα, ἁγιάζοντα θείᾳ προσκυνήσει, σήμερον Παρθένε Ξύλου παναγίου, ἐν ᾧ σαρκὶ ἐπάγη.

Εἱρμὸς ἄλλος.

Ἄγγελοι καὶ Οὐρανοὶ.

Δεῦτε ἴδωμεν λαοί, τὸ Ζωηφόρον Ξύλον, νῦν  προκείμενον, ἐν ᾧ Χριστὸς ἐπάγη ὁ Θεὸς ἡμῶν, καὶ σὺ φόβῳ ὑμνοῦντες, τοῦτον προσκυνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τρισύνθετον Σταυρόν, ὡς τῆς Τριάδος τύπον ἀνυμνήσωμεν, καὶ προσκυνοῦντες φόβῳ ἀνακράξωμεν· Εὐλογοῦντες ὑμνοῦντες, καὶ ὑπερυψοῦντες Χριστὸν εἰς τούς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, ὡς Θεὸν τὰ τρία δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν  ... Θεοτοκίον.

Μόνη ἀφθόρως κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα, μόνη τὸν Κτίστην τίκτεις καὶ Δεσπότην σου, εἰ καὶ δούλη καὶ μήτηρ, σὲ Παρθενομῆτορ, ὑμνοῦμεν εἰς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸν τυφλὸν ἐκ γενετῆς, ὁ ὀμματώσας λόγῳ, πηρωθέν μου σύ, τὸ τῆς καρδίας ὄμμα, πάλιν ἄνοιξον, ἵνα βλέψω τὸ φῶς, τῶν σῶν προσταγμάτων, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

γγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 Ὠδὴ  θ

Εὐλογητὸς Κύριος ὁ Θεὸς.

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ Σταυρῷ σου λύσας τὴν ἀρχαίαν ἀράν, καὶ τοῦτον ἡμῖν δωρησάμενος, κραταίωμα καὶ καταφυγήν, καὶ ἀσφαλη κρηπῖδα· δι' οὗ τοὺς ἐχθροὺς ἡμῶν, νῦν  κερατιοῦμεν.

τι σειραῖς συσφίγγομαι, ἀμετρήτων μου κακῶν, καὶ τὰς τρίβους σου τὰς σωτηρίους Χριστέ, ἑκὼν ἐπιγνῶναι οὐ βούλομαι, τῷ σῷ με ἐπίστρεψον Σταυρῷ, τὴν πώρωσίν μου λύων, δι' ἄφατον ἔλεος, τῆς σῆς εὐσπλαγχνίας.

Τὴν Φαρισαίου ἔπαρσιν, μιμησάμενος κακῶς, κατηνέχθην, πτῶμα χαλεπὸν καὶ δεινόν, καὶ κεῖμαι ἐχθρῶν καταπάτημα, ἀλλ' οἴκτειρον σῶσόν με Χριστέ, σεαυτὸν δι' οἶκτον, ταπεινώσας ὕψιστε, Βασιλεῦ τῆς δόξης.

Θεοτοκίον.

Αἱ γενεαί σε ἅπασαι, μακαρίζουσιν Ἁγνή· Ἰησοῦς γὰρ μόνος, ὁ τεχθεὶς ἐκ τῆς σῆς νηδύος, αὐτὸς ὡς ἐπίσταται, ἐποίησε Κόρη μετὰ σοῦ, Παρθένε μεγαλεῖα, ὃν δυσώπει σῴζεσθαι, ποίμνην καὶ λαόν σου.

Εἱρμὸς ὁ αὐτὸς.

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ Σταυρῷ σου λύσας, τὴν ἀρχαίαν ἀράν, καὶ τοῦτον τιθεὶς ἡμῖν εἰς προσκύνησιν, αὐτὸν ἀσπαζόμενοι πιστῶς, αὐτὸν καὶ ἀνυμνοῦντες, σοῦ τὸ μέγα ἔλεος, ὑμνοῦμεν ἀπαύστως.

Τῆς Ἐκκλησίας καύχημα, σὺ εἶ τίμιε Σταυρέ, βασιλείας ὅπλον, καὶ τοῦ Κόσμου παντός, εἰρήνης βραβεῖον θεότευκτον. Σταυρὲ Ὀρθοδόξων ἡ χαρά, τῆς Οἰκουμένης φύλαξ, φύλαξον ἁγίασον, τοὺς σὲ προσκυνοῦντας.

Δόξα...

Τριὰς ἁγία δόξα σοι, ἡ Ὁμότιμος Μονάς, θεία φύσις, μία βασιλεία φρικτή. Ὁ Πατήρ, ὁ Υἱὸς σὺν τῷ Πνεύματι, τὸ φῶς τὸ ἀπρόσιτον παντί, ἡ ἄναρχος Θεότης, σῶσον τοὺς λατρεύοντας, σοὶ τῷ πάντων Κτίστῃ.

Καὶ νῦν  ... Θεοτοκίον.

ν τῷ Σταυρῷ ὡς ἵστατο, ἡ Ἀμνάς σου Ἰησοῦ, τὸν Ποιμένα, καὶ Δεσπότην αὐτῆς, ὁρῶσα πικρῶς ἐπωδύρετο, καὶ σπλάγχνα κινοῦσα ἐπὶ σοί, Χριστὲ ἀνεκαλεῖτο. τί τὸ ξένον θέαμα; ἡ ζωὴ πῶς θνῄσκεις;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸν Μανασσῆν ὡς ἔσωσας, μεταγνόντα ὁ Θεός, σῶσον κᾀμέ, δάκρυσι μετανοοῦντα πικρῶς, καὶ μὴ ἀποστρέψῃς τὸν δοῦλόν σου· ἐξέκλινα γάρ μου τὴν ψυχήν, ὡς πάλαι Ἰσραὴλ ἐκεῖνος, πάσας τὰς ἡμέρας μου, ζῶν ἐν ἀσωτίᾳ.

Ὁ Εἱρμὸς.

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας, σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον  Ἦχος πλ. Δ

Τοῦ μεγαλαύχου Φαρισαίου, τὴν ἐξ οἰήσεως ἐννοοῦσα ψυχή μου κατάκρισιν, καὶ τοῦ ταπεινόφρονος Τελώνου, τὴν δι' ἐξαγορεύσεως πταισμάτων, ἐπιγνοῦσα δικαίωσιν, τοῦ μὲν ἀποθέσθαι κατεπείγου, τὴν ἐπ ἀρετῆς προπέτειαν, τοῦ δὲ προλαβέσθαι, τὴν ἐφ' οἷς ἐπλημμέλησας ἐξομολόγησιν, διεγείρου τὴν ἀταπείνωτον σεαυτῇ καρπουμένη, διὰ μετριοπαθείας ὕψωσιν, παρὰ Χριστοῦ τοῦ ἔχοντος τὸ μέγα ἔλεος. (Δίς)

Μαρτυρικὸν.

Μεγάλως ἠγωνίσασθε Μάρτυρες, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, τὸν Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ Κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον.

σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. β

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Δόξα... Καὶ νῦν  ... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος πλ. β  Ψαλμὸς ξε

λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Εὐλογεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΚΕ: 1-9)

Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο Κύριε· Ὅτι ἔθηκας πόλιν εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια, ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς, σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών, ὅτι ῥύσῃ αὐτοὺς ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας. Καύσων ἐν σκέπῃ νέφους, κληματίδα ἰσχυρῶν ταπεινώσει. Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς   ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πότον λιπασμάτων, πότον τρυγιῶν, πίονται ἐν εὐφροσύνῃ, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, παράδος ταῦτα πάντα τοῖς   ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλε Κύριος ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς, οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ  σωτηρίᾳ ἡμῶν.

Προκείμενον  Ἦχος πλ. Β  Ψαλμὸς ξς

Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν.

Στίχ. Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς.

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὴν συνήθη Στιχολογία, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ καὶ ψάλλομεν τὰ παρόντα, Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ.

Ἦχος πλ. β

Ὅλην ἀποθέμενοι.

Μέσον γῆς ὑπέμεινας, Σταυρὸν καὶ Πάθος οἰκτίρμον, πᾶσι τὴν ἀπάθειαν, καὶ τὴν ἀπολύτρωσιν παρεχόμενος, μεσασμῷ σήμερον, Νηστειῶν ἅπαντες· διὰ τοῦτο εἰς προσκύνησιν, αὐτὸν προτίθεμεν, καὶ περιχαρῶς ἀσπαζόμεθα, ἰδεῖν σου τὰ Παθήματα, καὶ τὴν ζωηφόρον Ἀνάστασιν, ἐκλελαμπρυσμένοι, ταῖς θείαις ἀρεταῖς Λόγε Θεοῦ, ἀναδειχθείημεν ἅπαντες, μόνε πολυέλεε.

Νεκρὸς ἐχρημάτισας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ λόγχῃ νυττόμενος, καὶ χολὴν Μακρόθυμε ποτιζόμενος, ὁ Μερρᾶς ὕδατα, ἐν χειρὶ Δέσποτα, Μωϋσέως εἰς γλυκύτητα, μεταβαλόμενος· ὅθεν δυσωπῶ σε καὶ δέομαι. Τὰ πάθη τὰ πικρότατα, ἐκ τῆς διανοίας μου ἔκτιλον, καὶ τῆς μετανοίας, τῷ  μέλιτι γλυκάνας μου τὸν νοῦν, προσκυνητήν με ἀνάδειξον, τοῦ τιμίου Πάθους σου.

Ἄλλος  Ἦχος α

Ὁ πάλαι τῷ Μωσεῖ.

ν πάλαι Μωϋσῆς προτυπώσας, ἐν ταῖς παλάμαις αὐτοῦ, κατετροποῦτο τὸν Ἀμαλήκ, μέγαν Σταυρόν, σήμερον ἐπ' ὄψει ἡμῶν βλέποντες, λαοὶ προτεθέντα, φρικτῶς ψαύσωμεν ἐν ἁγνότητι νοῦ τε καὶ χειλέων· ἐν αὐτῷ γὰρ Χριστὸς ὑψώθη, ἀπονεκρώσας τὸν θάνατον, καὶ τῆς τοιαύτης χάριτος, ἅπαντες καταξιούμενοι, ἐν ᾠδαῖς θεοπνεύστοις, τοῦ παντὸς τὸν Σωτῆρα ὑμνολογοῦντες, προσευξώμεθα προφθάσαι, καὶ αὐτὴν τὴν σωτήριον Ἀνάστασιν.

Ἔτερα  Ἦχος δ

Ἔδωκας σημείωσιν.

Δεῦτε προσκυνήσωμεν, τὸ τῆς ζωῆς ἡμῶν πρόξενον, πεφηνὸς ξύλον σήμερον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὸν Σταυρόν, δι' οὗ περ θάνατος ἐτρώθη, καὶ ἡ ἀνάστασις ἡμῖν, τοῖς  ἑπταικόσιν ἐκαινουργήθη σαφῶς, τῷ  ῥυσαμένῳ κράζοντες· Ὁ δι' ἡμᾶς ἑκουσίως παθών, ἵνα σώσῃς τὰ σύμπαντα, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Κράτος ἀπροσμάχητον, Χριστιανοῖς ἡμῖν δέδοται, ὁ Σταυρός σου Σωτὴρ ἡμῶν, δι' οὗ τὰ ἀλλόφυλα τῶν ἐθνῶν τροποῦνται, πλήθη καὶ εἰρήνη, τῆς Ἐκκλησίας σου Χριστέ, ἐπισκιάζει ὀρθοδοξούσης καλῶς, ὅν περ νῦν  ἀσπαζόμεθα, καὶ σοὶ θερμῶς ἀνακράζομεν· Τῆς μερίδος ἀξίωσον, καὶ ἡμᾶς τῶν Ἁγίων σου.

Δάκρυσι καθάραντες, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ νηστείᾳ ἁγνίσαντες, δεῦτε προσκυνήσωμεν, τοῦ Σταυροῦ τὸ ξύλον, δι' οὗ καταργοῦνται τὰ ψυχοφθόρα τῆς σαρκός, τῇ  ἐγκρατείᾳ ἀνασκιρτήματα, τῷ  σταυρωθέντι κράζοντες· Τῆς σῆς Σωτὴρ καταξίωσον, τριημέρου Ἐγέρσεως, προσκυνῆσαι τὴν ἔλλαμψιν.

Δόξα... Καὶ νῦν  ...

Ἰδιόμελον  Ἦχος πλ. δ

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ  Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοῖς  νέφεσι, χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ  χειρὶ πλάσας τὸν ἄνθρωπον, τὸν νῶτον φραγγελλοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, δι' ἐμὲ τόν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα σώσῃ Κόσμον ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

Ἑσπέρας Προκείμενον  Ἦχος πλ. β  Ψαλμὸς ξζ

σατε τῷ  Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ.

Στίχ. δοποιήσατε τῷ  ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Θ: 8-17)

Εἶπε Κύριος ὁ Θεὸς τῷ  Νῶε, καὶ τοῖς  υἱοῖς αὐτοῦ μέτ' αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ  σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς  θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ' ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ, καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σάρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος, τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ  Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης, ὅσα ἐστὶ μεθ' ὑμῶν, εἰς γενεάς αἰωνίους. Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκης αἰωνίου, ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς τῷ  Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Προκείμενον  Ἦχος πλ. β  Ψαλμὸς ξη

σωτηρία μου ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ. δέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΒ: 8-22)

Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθείς, καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν, ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν, ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Ἐπιθυμίαι ἀσεβῶν, κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν, ἐν ὀχυρώμασι. Δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐξολισθαίνει δὲ ἐξ αὐτῶν δίκαιος. Ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ, ἀτιμίαν πανοῦργος. Ἐπιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων, δόλιος. Εἰσίν, οἳ λέγοντες, τιτρώσκουσιν  μαχαίρᾳ· γλῶσσαι δὲ σοφῶν ἰῶνται. Χείλη ἀληθινὰ κατορθοῖ μαρτυριαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. Δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται, οὐκ ἀρέσει τῷ  δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστει, δεκτὸς παρ' αὐτῷ.

Ἀπόστιχα

Ἰδιόμελον  Ἦχος γ

Νικῶν τὸν Τελώνην τοῖς  παραπτώμασιν, οὐ ζηλῶ τῇ  μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλ' ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας ·πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν.

Προφῆται καὶ Ἀπόστολοι, Χριστοῦ καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν...

Ἰδιόμελον  Ἦχος πλ. Α

ρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ Σταυροῦ, γυμνὸν κρεμάμενον, τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς ἠμαύρωσε, καὶ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο, καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων, καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐξίσταντο λέγουσαι. Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.