The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Γ’ ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Εἰς δὲ τὴν β’ Στιχολογίαν τὰ παρόντα Καθίσματα.  

Ἦχος α'

Του λίθου σφραγισθέντος.

Νηστείᾳ καὶ δεήσει, ἑαυτοὺς καθαρίσωμεν, καὶ πενήτων προμηθείᾳ τὸν Θεὸν θεραπεύσωμεν, στενάξωμεν, πενθήσωμεν θερμῶς, ὡς ἔχωμεν καιρὸν ἐπιστροφῆς, ἵνα πένθους αἰωνίου, τοῦ ἐν φλογὶ γεέννης λυτρωθείημεν, δόξαν ἀναπέμποντες Χριστῷ, μετάνοιαν ὁρίσαντι βροτοῖς, πᾶσι τοῖς ἐπιστρέφουσι, γνώμης εὐθύτητι.

Θεοτοκίον.

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων τοὺς πόθῳ, ἀνευφημοὺντάς σε καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν γ’ Στιχολογίαν

Καθίσματα  Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια.

Τῇ νηστείᾳ εὐφραινόμενοι, ταῖς ὑμνῳδίαις ἀγαλλόμενοι, καὶ ταῖς ἐντεύξεσι κράτος, κατὰ πάντων τῶν παθῶν, φερόμενοι πατήσωμεν, τοῦ Βελίαρ τὰ ἔνεδρα, βοήσωμεν τῷ Χριστῷ συνεπόμενοι. Τὸν Σταυρόν σου βλέψαι ἀξίωσον ἡμᾶς, ὡς οἰκτίρμων παρέχων τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Τὴν ὡραιότητα.

Θεομακάριστε, Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασι Θεοτόκε· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου. Δέξαι με πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοι· Χαῖρε Θεοῦ οἰκητήριον.

Ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ β’ Ὠδή.

 Τριῴδιον ποίημα Ἰωσηφ.

Ὠδὴ β’  Ἦχος α’

Ὁ Εἱρμὸς.

δετε ἴδετε, ὅτι Θεὸς ἐγώ εἰμι, ὁ δουλωθέντα τὸν λαὸν τοῦ Ἰσραήλ, τῷ Μωϋσῇ δημαγωγεῖν, ἐν ἐρήμῳ προστάξας, καὶ σώσας ὡς δυνατὸς τῇ ἐξουσίᾳ μου.

Υἱοθετήσας με, διὰ λουτροῦ βαπτίσματος, ὁ ὑπεράγαθος Πατήρ, πλούτῳ παντοίων ἐκόσμησας καλῶν, ἀλλ' ἐδούλευσα θέλων, τοῖς ἀκάρποις λογισμοῖς· ὅθεν ἑπτώχευσα.

λεως ἵλεως, ἵλεως ἔσο Κύριε· κρῖνον τὴν κρίσιν μου ἐμοί, Δικαιοκρῖτα τὸν μικρόν μου στεναγμόν, διὰ ἔλεος μέγα, προσδεχόμενος Χριστέ, καὶ μὴ παρίδῃς με.

ποδυσάμενοι τὸ δυσαχθὲς χιτώνιον, τῆς ἀκρασίας, τὴν φαιδρὰν τῆς ἐγκρατείας, ἐνδυσώμεθα στολήν, καὶ λαμπροὶ γεγονότες τὴν λαμπρὰν τοῦ Λυτρωτοῦ, φθάσωμεν Ἔγερσιν.

Θεοτοκίον.

Σῶσόν με σῶσόν με, ἡ τὸν Σωτῆρα τέξασα, ἴδε τὴν θλίψίν μου Ἁγνή, ἣν ἡ πληθὺς τῶν ἀμετρήτων μου κακῶν, ἐμποιεῖ καθ' ἡμέραν, τῇ ἀθλίᾳ μου ψυχῇ, ἐξ ἀπογνώσεως.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος γ’

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι.

δετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ τὴν σωτηρίαν ὑμῖν πηγάσας ὡς Θεός, ἣν διὰ τῆς ἐγκρατείας, πάντες βροτοὶ ἀρύσασθε.

δετε ἴδετε, ὅτι ἐγώ εἰμι· Ὁ καιρὸν ὁρίσας, ἱερὸν ἅγιον ὑμῖν, εἰς εὐωχίαν ψυχικήν, τὸ τῆς Νηστείας στάδιον.

Δόξα...

Τριάδα δοξάσωμεν, Μονάδα προσκυνήσωμεν, ἄναρχον ἀνάρχου, Πατρὸς Υἱὸν μονογενῆ, Πνεῦμα τὸ σύνθρονον Υἱῷ, καὶ Πατρὶ συναΐδιον.

Καὶ νῦν... Θεοτοκίον.

Δυσώπησον ἀπαύστως, τὸν Σωτῆρα Πανάμωμε, τους σὲ Θεοτόκον, σώματί τε καὶ ψυχῇ, ὁμολογοῦντας ἐκ πάσης, ῥυσθῆναι περιστάσεως.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μέγας εἶ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, ὅτι ἐν τῷ λάκκῳ ἄβρωτον ἔδειξας ποτέ, τὸν Δανιὴλ ἐκ λεόντων, νηστείᾳ συμφραξάμενον.

Ὁ Εἱρμὸς.

δετε ἴδετε, ὅτι ἐγώ εἰμι, Ὁ Σωτὴρ τοῦ Κόσμου, τὸ φῶς τὸ ἀληθινόν, ἡ πηγὴ τῆς ζωῆς, ὁ Υἱὸς τοῦ Θεοῦ.

Ὠδὴ η’

Ὃν φρίττουσιν Ἄγγελοι.

Θρηνῶ καὶ ὀδύρομαι, τὴν ὥραν ἐννοῶν, καθ' ἣν παραστήσομαι, τῷ θρόνῳ τῷ φρικτῷ, εὐθύνας ὑφέξων, τῶν πολλῶν μου κακῶν, ὧν περ ἐν ἀγνοίᾳ, ἐτέλεσα καὶ γνώσει. 

Μωσῆς καθαρτήριον, νηστείαν εὑρηκώς, Θεὸν κατενόησε, τὸν μόνον καθαρόν. Ψυχή μου νηστείᾳ καθαρίσθητι, ἵνα πλησιάσῃς, Θεῷ τῷ φιλανθρώπῳ.

Νηστείαν ποθήσωμεν, μητέρα ἀρετῶν, τρυφὴν βδελυξώμεθα, γεννήτριαν παθῶν, καὶ κράξωμεν· Πάτερ ὁ ἐν τοῖς οὐρανοῖς, σῶσον ἡμᾶς σῶσον, εὐχαῖς τῶν σῶν Ἁγίων.

Θεοτοκίον.

Κριτὴν ὃν ἐγέννησας, Παρθένε Μαριὰμ δυσώπει ἐν ὥρᾳ με, τῆς κρίσεως Ἁγνή, οἰκτεῖραι καὶ σῶσαι, τὸν κατάκριτον, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων.

Εἱρμὸς ἄλλος.

Τὸν ἐν φλογὶ τοῖς Παισὶ.

Τῶν νηστειῶν τὴν ὑπέρλαμπρον, χάριν μεμυημένοι, ἀρεταῖς ἀστραφθῶμεν, γαληνὰ τὰ πρόσωπα, γαληνὰ καὶ τὰ ἤθη ἐναποδεικνύντες, τῆς ψυχῆς καταστάσει.

Νενηστευκὼς Ἐλισσαῖος τὸν παῖδα, τῇ Σωμανίτιδι, ἀποδίδωσι ζῶντα. Ἐν τούτῳ γνωρίσωμεν, ἀδελφοὶ τὴν νηστείαν, ὡς καλὸν μέγα, ὡς θεοδώρητον χάριν.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, τοῖς πηλίνοις στόμασι. Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.

Καὶ νῦν... Θεοτοκίον.

Παιδοτοκεῖς παρθενεύουσα μόνη, θεοχαρίτωτε, τὸ μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας σεσωματωμένον, τὸν Σωτῆρα τοῦ Κόσμου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μηδεὶς ἡμῶν ῥαθυμίᾳ καὶ ὄκνῳ, βαλλέσθω ὦ ἀδελφοί. Ὁ καιρὸς ἐργασίας, ὥρα πανηγύρεως, τίς ὁ φρόνιμος ἄρα, ἐν μιᾷ ἡμέρᾳ, κερδῆσαι ὅλους αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς.

Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Τὴν φωτοφόρον νεφέλην.

Εἰς ἁμαρτίας πελάγη, εἰς ἀπογνώσεως βάθη, εἰς τρικυμίας λογισμῶν καὶ παθῶν καταιγίδας, περιπεσὼν ἀναβοῶ· Ἐλέους ἡ ἄβυσσος, βοήθει μοι, καὶ τῇ σῇ εὐσπλαγχνίᾳ, ὄμβρησόν μοι ἱλασμὸν ἁμαρτιῶν.

Διὰ νηστείας τὸ σῶμα, δι' ἐγκρατείας τὸ πνεῦμα, διὰ δακρύων τὴν ψυχήν, ἐκκαθάρωμεν πιστοί, καὶ καθαροὶ τῷ καθαρῷ, λαμπρῶς ὑπαντήσωμεν, ὀψόμενοι τὰ σωτήρια Πάθη, ἃ ὑπέστη δι' ἡμᾶς ὁ Λυτρωτής.

ς ὁ Τελώνης στενάζω, ὥσπερ ἡ Πόρνη δακρύω, ὡς ὁ Λῃστὴς ἀναβοῶ· Μνήσθητί μου Οἰκτίρμον, ὡς ὁ Τυφλός, Υἱὲ Θεοῦ, κραυγάζω σοι· Ἄνοιξον, τῆς ψυχῆς μου ὀφθαλμούς, πυρωθέντας τῇ κακίᾳ, τοῦ δολίου πτερνιστοῦ.

Θεοτοκίον.

Τὸ ἀλατόμητον ὄρος, τὴν ἀδιόδευτον πύλην, τὴν ἀνωτέραν οὐρανοῦ, καὶ τῆς Κτίσεως πάσης, τὴν καλλονὴν τοῦ Ἰακώβ, τὴν στάμνον τὴν πάγχρυσον, καὶ γέφυραν, καὶ Μητέρα τοῦ Κτίστου, τὴν Παρθένον, μακαρίσωμεν πιστοί.

Ἄλλος.

Ἐν Σιναίῳ τῷ ὄρει.

Τὰς παρούσας ἡμέρας γνωρίσαντες, ὑπὲρ πάσας Ἱεράς, προσευχὰς τῷ Θεῷ ἀναπέμψωμεν, συνειδήσει καθαρᾷ, συχνοτέρως τὸ γόνυ κλίνοντες, καὶ λέγοντες· Κύριε πρόσδεξαι, τὰς δεήσεις καὶ προσευχάς, τῶν σῶν δούλων ἀεί.

λαὸς ὁ καθίσας ὡς γέγραπται, τοῦ φαγεῖν τε καὶ πιεῖν, ἐξανέστησαν παίζειν λατρεύοντες, τῷ γλυπτῷ Βεελφεγώρ. Βλέπε γαστριμαργίας τὰ δεινὰ κυήματα, ἡμεῖς δὲ νηστεύσωμεν, καὶ δοξασθησόμεθα, ὡς ὁ μέγας Μωσῆς.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον.

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μοι τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

τι σου ἡ ὀργὴ ἀνυπόστατος ἐπὶ τοὺς ἁμαρτωλούς, τίς λοιπὸν ὑποστήσεται Κύριε, τὴν ἐκ ταύτης ἀπειλήν; Ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος σῶσόν με, τῇ εὐσπλαγχνίᾳ σου, οὐ κατὰ τὰ ἔργα μου, τὰ πολλὰ καὶ δεινά.

Ὁ Εἱρμὸς.

ν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσα ἐν γαστρί. Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον τήν βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον  Ἦχος βαρὺς

μαρτον ὁμολογῶ σοι Κύριε, ὁ ἄσωτος ἐγώ, οὐ τολμῶ ἀτενίσαι εἰς οὐρανὸν τὸ ὄμμα· ἐκεῖθεν γὰρ ἐκπεσών, ἐγενόμην ἄθλιος. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ἐμαυτὸν ἀποκηρύττω, οὐ χρήζῳ κατηγόρων, οὐδὲ πάλιν μαρτύρων, ἔχω θριαμβεύουσάν μου τὴν ἀσωτίαν, ἔχω στηλιτεύουσαν τὴν φαύλην πολιτείαν, ἔχω καταισχύνουσαν τὴν παροῦσάν μου γύμνωσιν, πρὸς ἐντροπὴν δὲ τὰ ῥάκη, ἃ περιβέβλημαι. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, μετανοοῦντά με δέξαι, καὶ ἐλέησόν με. (Δίς)

Μαρτυρικὸν.

ν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι, ἀνεβόων οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

τέχθης ἐκ Παρθένου ἀνερμηνεύτως, καὶ ἐφώτισας τοὺς ἐν σκότει, Χριστέ, βοῶντας· Κύριε δόξα σοι.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος βαρὺς.

Σωτηρία ἡμῶν ὑπάρχεις Κύριε, καὶ ὑπερασπιστὴς ἐν ἡμέρᾳ θλίψεως, ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς με’

Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν.

Στίχ. Θεὸς ἡμῶν καταφυγή, καὶ δύναμις.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Θ’:9-21, Ι’:1-4)

Τάδε λέγει Κύριος· Γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραΐμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ΄ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτόῖς πύργον, καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ' ὅρους Σιὼν ἐπ' αὐτόν, καὶ τοὺς ἐχθρούς αὐτοῦ διασκεδάσει. Συρίαν ἀφ' ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραήλ, κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρόν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή, καὶ προφήτην διδάσκοντα ἄνομα οὗτος ἡ οὐρά. Καὶ ἔσονται, οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, πλανῶντες, καὶ πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος, ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραΐμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός· ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή, οὐαὶ τοῖς γράφουσι πονηρίαν! γράφοντες γάρ, πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρῖμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγήν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη, ἡ ὀργὴ αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.

Προκείμενον  Ἦχος γ’  Ψαλμὸς μς’

Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Μετὰ τὴν συνήθης Στιχολογία, εἰς τὸ Κύριε  ἐκέκραξα, Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου τὰ παρόντα, Ποίημα Ἰωσὴφ.

Ἦχος γ'  Ἔστησαν τὰ τριάκοντα.

Κύριε ὁ Σταυρῷ κτείνας τὸν δόλιον, τῆς αὐτοῦ ῥῦσαί με ἀπάτης, τὸν ἁμαρτάνοντα καὶ ἐξαπατώμενον, καὶ Νηστείᾳ ἐκκαθάρας με, δίδου μοι τὰ σὰ θελήματα τελεῖν, ὅπως βλέψω Δέσποτα, γεγηθὼς τὰ σεπτὰ Παθήματά σου.

Τέτρωμαι, ἡδονῆς ῥομφαίᾳ Κύριε, καὶ δεινῶς ὅλως ἐνεκρώθην, ἴασαι, ζώωσον τὴν ταπεινήν μου ψυχήν, ὁ τῇ  λόγχῃ τρωθεὶς Δέσποτα, καὶ τοὺς τετρωμένους βέλει τοῦ ἐχθροῦ, ὡς Σωτὴρ ἰασάμενος, καὶ σεπτῶν σου Παθῶν κοινωνὸν ἀνάδειξόν με.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος β' Σταυρωθήτω ἔκραζον.

Τῇ Νηστείᾳ Κύριε, τὰς ψυχὰς φωτισθέντες, καταξιωθῶμεν, τὸν Σταυρόν σου ἀκατακρίτως ἰδεῖν ἐν χαρᾷ, καὶ προσκυνῆσαι φοβερῶς· διαλάμπει γὰρ αὐτός, Πάθη τὰ σὰ τὰ ἑκούσια, ἃ εὐδόκησον φθάσαι, ἡμᾶς ὡς φιλάνθρωπος.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον.

Ἑσπέρας Προκείμενον  Ἦχος γ’  Ψαλμὸς μζ’

Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.

Στίχ. ν πόλει τοῦ Θεοῦ ἡμῶν ἐν ὄρει ἁγίῳ αὐτοῦ.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Ζ’: 1-5)

Εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου, ἐν τῇ γενεᾷ ταύτῃ. Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν, εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν, ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἔτι γὰρ ἡμερῶν ἑπτά, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν, τεσσαράκοντα ἡμέρας. Καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.

Προκείμενον  Ἦχος β’  Ψαλμὸς μη’

Τ στόμα μου λαλήσει σοφίαν.

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Η’:32-36, Θ’:1-11)

Υἱέ, ἄκουέ μου, καὶ μακάριοι, οἳ ὁδούς μου φυλάξουσιν. Ἀκούσατε σοφίαν, καὶ σοφίσθητε, καὶ μὴ ἀποφραγῆτε. Μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμέ, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με, ἀγαπῶσι θάνατον. Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς  ἐνδεέσι φρενῶν, εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε, δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος β’

Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολμῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς μετέχων εἰκόνος, κἂν τῆς υἱοθεσίας διήμαρτον, ἀσώτως βιώσας, καὶ τῇ  λήθῃ τῶν σῶν δωρεῶν, ἐκδαπανήσας τὴν περιουσίαν. Μὴ οὖν ἀποκηρύξῃς με, ὁ τὸν σὸν εὐδοκήσας Υἱὸν μονογενῆ, Σταυρὸν ὑπὲρ ἐμοῦ σαρκί, καὶ θάνατον ὑπομεῖναι, ἀλλὰ βελτιώσας, οἰκείωσον σαυτῷ Φιλάνθρωπε. (Δίς)

Μαρτυρικὸν.

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς  Τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν Δυνάμεων, εἰ καὶ πυρί, καὶ βασάνοις παραδώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον.

Ὅτε ἐκ τοῦ ξύλου σε.

τε σε ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε καὶ ἡ πάναγνος, ἁγνὴ καὶ Μήτηρ σου, παρεστῶσα ὠδύρετο, ὁλοφυρομένη· Τέκνον μου γλυκύτατον, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων ἐν μέσῳ ξύλῳ προσπαγῆναι ἠνέσχου, ὁ τὴν γῆν κρεμάσας ἐν τοῖς ὕδασι;