The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν β' Στιχολογίαν.

Καθίσματα.  Ἦχος β

περευλογημένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας· Μωϋσῆς γὰρ δι' αὐτῆς ἐδοξάσθη, καὶ Νόμον τὸν ἐν γράμματι, ἐν πλαξὶν ὑπεδέξατο, τοῦ πυρὸς δυνατώτεροι, Παῖδες νέοι ἀνεδείχθησαν. Ἐν αὐτῇ οὖν κατασβέσωμεν, τῆς σαρκὸς πάθη φλογίζοντα, Χριστῷ τῷ Σωτῆρι βοῶντες· Ἐπιστροφὴν ἡμῖν πᾶσι δώρησαι, καὶ ῥῦσαι τῆς γεέννης.

Δόξα...

Ἕτερον  Εὐσπλαγχνίας.

Μετανοίας ἐφέστηκε καιρός, ἐγκρατείας ἐπίδειξαι καρποὺς ὦ ψυχή μου, βλέψον πρὸς τοὺς πρὶν μετανοήσαντας, κράξον τῷ Χριστῷ· Ἥμαρτον σῶσόν με, ὡς ἔσωσας Δέσποτα, Τελώνην στενάξαντα, ἐκ καρδίας Ἀγαθέ, ὁ μόνος ὑπάρχων πολυέλεος.

Καὶ νῦν... Θεοτοκίον.

Προστασία θερμὴ Χριστιανῶν, τὸν Υἱόν σου ἱκέτευε ἀεὶ Θεοτόκε, πάσης κακουργίας καὶ δεινότητος, ῥύσασθαι ἡμᾶς τοῦ πολεμήτορος, καὶ δοῦναι συγχώρησιν ἡμῖν, ὧν ἡμάρτομεν, διὰ σπλάγχνα οἰκτιρμῶν, ταῖς σαῖς ἱκεσίαις Μητροπάρθενε.

Εἰς τὴν γ Στιχολογίαν. 

Καθίσματα  Ἦχος πλ. α

Κύριε, τὴν σωτήριον ἐγκράτειαν δισημερεύοντες, βοῶμέν σοι· Κατάνυξον ἡμῶν τὰς καρδίας τῶν δούλων σου, καὶ πρόσδεξαι τὰς ἐν φόβῳ εὐχὰς ἡμῶν, παρέχων ἡμῖν εὔδρομον τὸ τῆς Νηστείας στάδιον, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.  

Δόξα... τὸ αὐτὸ. 

Καὶ νῦν... Θεοτοκίον.

Τὸν συνάναρχον Λόγον. 

τὸ Ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία, καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς, τὸν ἄρτον φέρουσα, ὡς Υἱόν σου καὶ Θεὸν ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.  

Ὠδὴ β Ἦχος β

Ὁ Εἱρμὸς.

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ κορέσας, Ἰσραηλίτην λαόν, καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοῖς βροτοῖς, ἵνα τὸν πάλαι τῇ φθορᾷ, πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν, δι' ἄφατον ἔλεος.

Νῦψον, γρηγόρησον, στέναξον δάκρυσον, διὰ νηστείας, ὅλον τῆς ἁμαρτίας τὸν φόρτον ψυχὴ ἀπόρριψον, τῇ θερμῇ μετανοίᾳ, ἀπόφυγε τὸ πῦρ, καὶ διὰ πένθους τῶν παθῶν, τὸν πενθήρη χιτῶνα διάρρηξον, τὴν στολὴν τὴν θείαν λαμβάνουσα.

ρει προσέλθωμεν, ἀρίστων πράξεων, διὰ νηστείας πάντες, τὰς χαμαιζήλους λιπόντες, τῶν ἡδονῶν προσβολάς, καὶ εἰς γνόφον εἰσδύντες, σεπτῶν θεωριῶν, μόνον ὀψώμεθα Χριστοῦ, τὸ ἐράσιμον κάλλος, θεούμενοι μυστικῶς, θείαις ἀναβάσεσιν.

Οἴμοι! τί γένωμαι; τί διαπράξωμαι; τὴν ἁμαρτίαν πράττων, καὶ τὸν Δεσπότην οὐ φρίττων, ὁ ἀσυνείδητος; διὰ τοῦτο πρὸ δίκης κατάδικός εἰμι. Δικαιοκρίτα Ἀγαθέ, ἐπιστρέψας με σῶσον, τὸν ὑπὲρ πάντας βροτούς, σὲ παραπικράναντα.

Θεοτοκίον.

αγεώργητος, γῆ ἡ βλαστήσασα, τὸν τοῦ παντὸς τροφέα, τὸν ὑπανοίγοντα χεῖρα, καὶ εὐδοκίᾳ τῇ αὐτοῦ, ἐμπιπλῶντα πᾶν ζῷον, ἰσχύϊ θεϊκῇ, στήριξον ἄρτῳ ζωτικῷ, παρειμένας καρδίας, τῷ κόρῳ τῶν δυσχερῶν, ἡμῶν παραπτώσεων.

Εἱρμὸς ἄλλος.

Ἦχος πλ. α'  Ἴδετε, ἴδετε.

Δεῦτε συνέλθωμεν, ἐν τῷ ταμείῳ τῆς ψυχῆς, Κυρίῳ τὰς εὐχὰς ἀποδιδόντες, καὶ βοῶντες· Πάτερ ὁ ἐν οὐρανοῖς, τὰ ὀφειλήματα ἡμῶν, ἄνες καὶ ἄφες, ὡς μόνος εὔσπλαγχνος.

Τὸ τῆς ψυχῆς ἡμῶν, ἐν τῇ νηστείᾳ ἱλαρόν, δεικνύντες μὴ στυγνάσωμεν, τὴν τῶν πεποθημένων ἡμερῶν ἐναλλαγήν, ὡς ἐκλάμπουσαν ἡμῖν, τῆς εὐσεβείας τὰ κατορθώματα.

Δόξα...

ναρχε ἄκτιστε, ἡ τρισυπόστατος Μονάς, Κυρία Βασιλεία τῶν αἰώνων, σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα φύσις βροτῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ τὸ πανάρετον κλέος, τοῦ γένους ἡμῶν ὑμνοῦμεν· διὰ σοῦ γὰρ ἐθεώθημεν Παρθένε· καὶ γὰρ ἔτεκες ἡμῖν τὸν Σωτῆρα καὶ Θεόν, Χριστὸν τὸν λύσαντα, τῆς κατάρας ἡμᾶς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τίς πῦρ ἀπέσβεσε; τίς φράττει στόματα θηρίων; Νηστεία ἡ τοὺς Παῖδας, ἐκ καμίνου ῥυσαμένη, καὶ Προφήτην Δανιήλ, ἐκ λεόντων τῆς βορᾶς, ἣν ἀσπασώμεθα, καὶ ἡμεῖς ἀδελφοί.

Ὁ Εἱρμὸς. 

δετε, ἴδετε ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως.

Ὠδὴ η

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ. 

πνον ἀπώθου ψυχή, τῆς δεινῆς ῥαθυμίας, καὶ προθύμως γρηγόρει, πρὸς τὰς θείας ἐντολάς, ἐγγίζει ὁ Νυμφίος, λαμπαδηφόρος σπεῦσον, αὐτῷ προσυπαντῆσαι.

Τραυματισθέντα δεινῶς, ἡδονῶν τῇ ῥομφαίᾳ, τῇ μοτώσει οἰκτίρμον, τῆς εὐσπλάγχνου σου ῥοπῆς, ἰάτρευσόν με Λόγε, ὅπως σε εὐχαρίστως, δοξάζω εἰς αἰῶνας.

πὸ παθῶν βλαβερῶν, ἀπὸ φθόνου καὶ μίσους, ἀπὸ πάσης κακίας, ἐγκρατεύθητι ψυχή, σιτίοις τρεφομένη, τοῖς τὴν τρυφὴν τὴν ἄνω, ἀΰλως προξενοῦσι.

Θεοτοκίον.

Θεογεννῆτορ Ἁγνή, τῆς ψυχῆς μου τὰ ἕλκη, καὶ καρδίας τὰ πάθη, καὶ νοὸς τὰς ἐκτροπάς, θεράπευσον ὡς μόνη, ἁμαρτωλῶν βοηθός, καὶ πορθουμένων τεῖχος.

Εἱρμὸς ἄλλος.

Τὸν Ποιητὴν τῆς Κτίσεως.

ν ἐγκρατείᾳ ἅπαντες, τὰς ψυχὰς πτερώσαντες, ἐν τοῖς οὐρανοῖς, εὐχὰς εὐπροσδέκτους, προσάξωμεν Κυρίῳ.

Πνεῦμα τῆς κατανύξεως, λαβόντες δακρύσωμεν, πρὸς λύτρον ψυχῶν ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Τριὰς ἡ ὁμοούσιος, καὶ Μονὰς ἡ ἄκτιστος, καὶ πάντων Θεός, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

κετηρίαν ποίησον, ὑπὲρ τῶν ὑμνούντων σε Πανάχραντε, ῥυσθῆναι παντοίων, πειρασμῶν καὶ κινδύνων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τρυφὴν πλουσίου πτύσαντες, δεῦτε τῷ Λαζάρῳ συννηστεύσωμεν, ἵνα ἡμᾶς θάλψῃ, τοῦ Ἀβραὰμ ὁ κόλπος.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς. 

Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ

Τῶν γηγενῶν, τίς ἤκουσε.

Τῶν γηγενῶν, τίς οὕτως ὀλισθήσας, Θεὸν παρώργισε ποτὲ; τίς ταῖς ὁρμαῖς τῆς κακίας ἐξηκολούθησε, καὶ καταγώγιον ὤφθη τῆς ἁμαρτίας, ὥσπερ ἐγὼ ὁ τάλας; Ἀλλ' ὁ Θεός, ὁ θελητὴς τοῦ ἐλέους, σύ με οἴκτειρον.

Θεοειδῶν, Ἀγγέλων αἱ Δυνάμεις, τὸν εὐδιάλλακτον Θεόν, ἐκδυσωπήσατε, σῶσαι ψυχήν, εἰς πέλαγος, βιωτικῶν τε ἡδονῶν, καὶ τρικυμίαις παθῶν χειμαζομένην, καὶ προσβολαῖς τῶν ἐναντίων, πνευμάτων κινδυνεύουσαν.

Δεῦρο ψυχὴ πτεροῖς κουφιζομένη, διὰ νηστείας ἀρετῶν, τῆς χαμαιζήλου κακίας ὑπεξανάστηθι, καὶ θεωρίαις ἐντρύφα, ταῖς φανωτάταις τρυφὴν ταῖς προξενούσαις τῶν ἀρετῶν, θεοειδὴς γενομένη, διὰ πίστεως.

Θεοτοκίον.

Τίς ἀκουστὰς ποιήσει τὰς αἰνέσεις, σοῦ τῆς τεκούσης ὑπὲρ νοῦν, τὸν αἰνετὸν καὶ Δεσπότην Ἁγνὴ καὶ Κύριον, ὃν ὑπεραινοῦσιν, Ἀγγέλων Ταξιαρχίαι. Αὐτὸν οὖν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἡμαρτηκότος, Παρθένε ἀπειρόγαμε.

Εἱρμὸς ἄλλος.

Ἡσαΐα χόρευε.

καιρὸς εὐπρόσδεκτος, ἡ ἡμέρα, τῶν σωτηριῶν, προσάξωμεν τῷ Θεῷ, δῶρα ἀρετῶν, ἐν ᾧ ἀποθέμενοι, τὰ τοῦ σκότους, ἔργα ἀδελφοί, ἐπενδυσώμεθα, ὅπλα φωτός, καθώς Παῦλος βοᾷ.

Δεῦτε ὡς ὁ Κύριος, ἐν νηστείᾳ, εἷλε τὸν ἐχθρόν, ἐν τούτῳ καὶ ἡμεῖς, θραύσωμεν αὐτοῦ, τὰ βέλη καὶ ἔνεδρα. Ὀπίσω μου ὕπαγε Σατάν, ἕκαστος λέγοντες, ἐν τῷ μέλλειν ἐκπειράζειν ἡμᾶς.

Δόξα...

μοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς. Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν... Θεοτοκίον.

πὲρ νοῦν ὁ Τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός ἐστιν ὁ τεχθείς, ὂν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηστείᾳ προβάλλοντες, τῷ τῶν εὐχῶν, ὄρει καὶ ἡμεῖς, καρδίᾳ καθαρᾷ, ἴδωμεν Θεόν, τὰς πλάκας δεχόμενοι, τῶν ἐντολῶν, ἔνδον ὡς Μωσῆς, δόξῃ ἀστράπτοντες, τῷ προσώπῳ τῆς ἀγάπης αὐτοῦ.

Ὁ Εἱρμὸς.

σαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.  

Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος γ

ρξώμεθα λαοί, τῆς ἀμώμου Νηστείας, ἥτις ἐστὶ τῶν ψυχῶν σωτηρία, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ, ἐλαίῳ εὐποιΐας, τὰς κεφαλὰς ἀλείψωμεν, καὶ ὕδατι ἁγνείας τὰ πρόσωπα νιψώμεθα, μὴ βαττολογήσωμεν, ἐν ταῖς προσευχαῖς, ἀλλ' ὡς ἐδιδάχθημεν, οὕτω βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος. (Δίς)

Μαρτυρικὸν.

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως, αὐτὸν ὡμολόγησαν, τὸν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστί. Πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας  Ἦχος α

τι πάροικοι ἐσμὲν ἐν τῇ γῇ, καθὼς πάντες οἱ πατέρες ἡμῶν, τὸ βραχὺ τῆς ζωῆς ἡμῶν, ἀναμάρτητον φύλαξον Σωτὴρ ἡμῶν καὶ ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Προκείμενον.  Ἦχος δ Ψαλμὸς ε

Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι Κύριε.  

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 19-31 Β', 13)

Τάδε λέγει Κύριος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου σμίγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοὺς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Διὰ τοῦτο, τάδε λέγει Κύριος, ὁ Δεσπότης Σαβαώθ, ὁ Δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ! οὐ παύσεται γάρ μου ὁ θυμός ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ συμβούλους σου, ὡς τὸ ἀπ' ἀρχῆς, καὶ μετὰ τούς ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ αἰσχυνθήσονται ἐν τοῖς γλυπτοῖς αὐτῶν, ἐφ' οἷς αὐτοὶ ἐπεποίθησαν, καὶ αἰσχυνθήσονται ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐφ οἷς αὐτοὶ ἐβουλεύσαντο. Ἔσται γάρ, ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς· καὶ ὡς παράδεισος, ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν, ὡς καλάμη στυππείου, καὶ ἡ ἐργασία αὐτῶν, σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων, ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱον Ἀμώς, περὶ Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ.

 

Προκείμενον.  Ἦχος δ Ψαλμὸς ς'

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.

Στίχ. λέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι.

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν προοιμιακὸν στιχολογοῦμεν τὰ Πρὸς Κύριον εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. στ καὶ ψάλλομεν τὰ παρόντα προσόμοια τοῦ Τριῳδίου γ.

 

Στιχηρὰ.

Ἦχος β  Ὡς ὡράθης Χριστὲ.

Βρώσει πάλαι πικρᾷ, ἐξοικισθέντες Παραδείσου, ἐγκρατείᾳ τῶν παθῶν, ἐπισπεύσωμεν εἰσοικισθῆναι, ἀνακράζοντες, τῷ Θεῷ ἡμῶν· ὁ Σταυρῷ τανύσας παλάμας σου, ὄξος πιών, χολῆς τε γευσάμενος, καὶ ὀδύνας καρτερήσας, τὰς ἐκ τῶν ἥλων, τὰς πικροτάτας ἡδονάς, πάσας ἐκ τῶν ψυχῶν ἡμῶν ἐξηλώσας, διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσον τοὺς δούλους σου.

Ξύλου βρώσει ποτέ, ἀποικισθέντες Παραδείσου, τῷ Σταυρῷ σου πρὸς αὐτὸν εἰσῳκίσθημεν, ὃν εἰς πρεσβείαν σοι προσάγομεν, Πολυέλεε, καὶ πιστῶς σου πάντες δεόμεθα. Πηγὰς δακρύων, ὑμῖν νῦν  κατάπεμψον, ἐν καιρῷ τῆς ἐγκρατείας, τὸν ῥύπον πάντα, ἐκκαθαιρούσας τῶν παθῶν, καὶ τῶν πταισμάτων ἡμῶν, ἵνα πάντες σοι βοῶμεν ἐκτενῶς· Κύριε δόξα σοι.

Τῶν πεπραγμένων μοι.

Τῆς ἐγκρατείας τὴν τρυφήν, κᾀμοὶ Λόγε χαρισαι, ὡς τῷ Ἀδάμ, τὸν Παράδεισον ποτέ, ἐκ πάσης σου γεύεσθαι, ἐντολῆς ὁ Θεὸς ἡμῶν, καὶ ἀπέχεσθαι ἀεὶ καρποῦ, ἧς ἀπέφηνας ἁμαρτίας, ἵνα τὸ ζωηφόρον Πάθος σου τοῦ Σταυροῦ, ἐν χαρᾷ προφθάσω.  

Καὶ τοῦ Μηναίου, Προσόμοια γ

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.

Προκείμενον  Ἦχος πλ. α  Ψαλμὸς ζ

Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Στίχ. Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με.  

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 14-23)

Εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, εἰς ἀρχάς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετώμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά, καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων. Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα πέμπτη.  

Προκείμενον.  Ἦχος πλ. α  Ψαλμὸς η

Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου!

Στίχ. τι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ Α', 20-33)

Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει. Ἐπ' ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσι λέγει. Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐ καταισχυνθήσονται, οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν, καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. Ἰδού, προήσομαι ὑμῖν ἐμῆς βουλῆς ῥῆσιν, διδάξω δὲ τὸν ἐμὸν λόγον ὑμᾶς. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, τοιγαροῦν κᾀγὼ τῇ  ἡμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· ἐπι χαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος. Καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θόρυβος ἄφνω, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ἡμῖν θλῖψις καὶ πολιορκία· ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν, ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσι. Ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον Κυρίου οὐ προείλοντο, οὐδὲ ἤθελον προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς αὐτῶν ἀτιμίας πλησθήσονται, καὶ τῆς ἐπιθυμίας. Ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ὀλέσει ἀσεβεῖς. Ὁ δὲ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ' ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Ἀπόστιχα

Ἰδιόμελον  Ἦχος πλ. δ

Νηστείαν, οὐκ ἀποχὴν βρωμάτων μόνον τελέσωμεν, ἀλλὰ παντὸς ὑλικοῦ πάθους ἀλλοτρίωσιν, ἵνα τὴν καθ' ἡμῶν τυραννοῦσαν, σάρκα δουλώσαντες, ἄξιοι γενώμεθα τῆς τοῦ Ἀμνοῦ μεταλήψεως, τοῦ ὑπὲρ τοῦ κόσμου σφαγέντος ἑκουσίως Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, εἰς ὕψος ἀρθέντες, ἀρετῶν ἐν φαιδρότητι, καὶ τῇ  τρυφῇ τῶν ἀρίστων ἔργων, εὐφραίνοντες τὸν Φιλάνθρωπον. (Δίς)

Μαρτυρικὸν.

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν· ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδύνως, φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσε;

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με 

Ὠδὴ α  Ἦχος πλ. β

Ὁ Εἱρμὸς.

Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (Δίς)

Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ  προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ' αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.

Τὴ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ· δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

ς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ' ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

ξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἅς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.

Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ' οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Δόξα...

περούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.  

Ὠδὴ β

Ὁ Εἱρμὸς. 

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα. (Δίς) 

Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

στόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ᾑμαγμένον αἰσχρῶς, τῇ  ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

πέπεσα, τῇ  τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ  ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν  ὁ ἐχθρός, καταπιέζει με.

Φιλόυλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν  τὸν βαρύν, κλοιὸν περίκειμαι.

κόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ  τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

μάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι· μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

λάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

Δόξα...

να σε, ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑμνῶ, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

χραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Ὠδὴ γ

Ὁ Εἱρμὸς. 

Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος. (Δίς)

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.

μάρτηκα Κύριε, ἡμάρτηκά σοι, ἱλάσθητί μοι· οὐ γάρ ἐστιν ὃστις ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.

Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.

Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.

λέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

Ὠδὴ δ

Ὁ Εἱρμὸς.

κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ  δυνάμει σου Κύριε. (Δίς)

Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.

Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχή μου ἀναβάσεως, τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.

σαῦ τὸν μεμισημένον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν  μετανόησον.

δὼμ ὁ Ἠσαῦ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν· ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.

ὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.

πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν  ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον· παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἑλογίζετο.

Δόξα...

μέριστον τῇ  οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς σοι τὸ ᾎσμα, τὸ ὑμνολογούμενον.

Καὶ νῦν ... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων φύσει Παρθένος. ὁ τεχθεις καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα. Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.  

Ὠδὴ ε

Ὁ Εἱρμὸς. 

κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου. (Δίς)

Τοῦ Μωσέως ἤκουσας τὴν θήβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.

Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν· νῦν  ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

ς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;

Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο δὲ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἵνα καὶ τῆς ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, δι' οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.

αρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον, ἀλλ' ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν ... Θεοτοκίον

κ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

Ὠδὴ ς

Ὁ Εἱρμὸς. 

βόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ  ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου. (Δίς)

Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.  

γνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.

ς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.

ρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ δι' εὐνομίας.

Δόξα...

Τριάς εἰμι, ἁπλῆ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς καὶ Μονὰς ὑπάρχω, τῇ  φύσει ἡνωμένη, ὁ Πατήρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν ... Θεοτοκίον

μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.  

Κοντάκιον.

Ἦχος πλ. β

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.  

Ὠδὴ ζ

Ὁ Εἱρμὸς. 

μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. (Δίς)

Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ' αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.

κήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός, ἀλλ' αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.

πέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλ' αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.

Σολομών, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.

Ταῖς ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.

Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἄλλά φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ· Ἥμαρτον οἴκτειρόν με.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς. Ἀλλ' ἀνύμνησον δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν ... Θεοτοκίον

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.  

Ὠδὴ η

Ὁ Εἱρμὸς. 

ν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (Δίς)

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ  μετανοίᾳ.

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἐπταικότων.

Τὸν ἐν τῷ λάκκω, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ  πίστει, καμίνου φλόγα καιομένην.

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

ναρχε Πάτερ, Υἱε συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμά τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν ... Θεοτοκίον

ς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.  

Ὠδὴ θ

Ὁ Εἱρμὸς. 

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ. Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρώδης ἠνόμησε, σὺν τῇ  Ἡρωδιάδι. Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλ' ἀσπάζου τὴν μετάνοιαν.

Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.

γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος· ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ δὲ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς ὦ ψυχή.

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

Αἱμόρρουν ἰάσατο, ἁφῇ  κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα, καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.

γιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

νδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.