The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Δ’ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τὰ Τριαδικὰ καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Ἀποστολικά, καὶ Θεοτοκίον, τά κατά τὸν τυχόντα Ἤχον. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τά παρόντα Καθίσματα. 

Ἦχος α’

Χορὸς ἀγγελικὸς.

Δυνάμει τοῦ Σταυροῦ, κρατυνόμενοι πᾶσαν τὴν πλάνην τοῦ ἐχθροῦ, κατελύσατε ὄντως, Ἀπόστολοι ἔνδοξοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν· ὅθεν σήμερον, ἐν τῇ αὐτοῦ προσκυνήσει, ἐπαγάλλεσθε, ὑπὲρ ἡμῶν δυσωποῦντες, τὸν μόνον φιλάνθρωπον.

Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν γ’ Στιχολογίαν.

Καθίσματα  Ἦχος βαρὺς.

Κύριε ἡμεῖς ἐσμὲν.

Κύριε τὸν σόν Σταυρόν ὁρῶντες, προκείμενον σήμερον, προσερχόμεθα πιστῶς, καὶ ὕμνοις καὶ ᾠδαῖς, ἀσπαζόμενοι αὐτόν, ἐν φόβῳ καὶ χαρᾷ. Ἁγίασον τοὺς δούλους σου, εἰρήνευσον τὸν Κόσμον σου, τῇ τούτου ἐπιφανείᾳ, μόνε Πολυέλεε.

Θεοτοκίον Αὐτόμελον.

Κύριε ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου, πλανηθέντας τῇ φθορᾷ, ἐπίστρεψον ἡμᾶς, σκορπισθέντας ὡς ποιμήν, συνάγαγε ἡμᾶς, ἐλέησον τὴν ποίμνην σου, Φιλάνθρωπε σπλαγχνίσθητι, πρεσβείαις τῆς Θεοτόκου μόνε ἀναμάρτητε.

Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια τοῦ κυρίου Ἰωσήφ, κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν δ’ Ὠδήν.  

Ὠδὴ δ’  Ἦχος α’

Ἐπὶ τῆς θείας.

γιασμοῦ παρεκτικήν, χάριν δωρούμενος ἡμῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγμα καὶ καύχημα, πρόκεισαι εἰς προσκύνησιν, σήμερον πάσῃ τῇ Οἰκουμένῃ, τὸν τῆς νηστείας καιρόν, ἐξευμαρίζων ἡμῖν.

Σκιαγραφούσας τὸν Σταυρόν, χεῖρας ἐκτείνας Ἀμαλήκ, ἔτρεψε Μωσῆς, ὃν τυποῦντες, χεῖρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωμεν δαιμόνων, ἐκπολεμούντων ἡμᾶς, διαπαντὸς φθονερῶς.

Θείῳ ἀρότρῳ τοῦ Σταυροῦ, κατενεώσατε τὴν γῆν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν· ὅθεν ὑμᾶς φωναῖς ἐτησίοις, ἀνευφημοῦντες, Χριστὸν ἀεὶ δοξάζομεν.

Θεοτοκίον.

Μήτηρ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγάθυνόν μου τὴν ψυχήν, ἣν ὁ πονηρός, συνηθείᾳ, πονηρᾷ ἐκάκωσεν, ἀθλίως δελεάσας με, ὅπως ὡς αἰτίαν σωτηρίας, ὑμνολογῶ σε ἀεί, τήν πολυΰμνητον.

Ἕτερον

Ἦχος βαρὺς  Τὴν ἔνσαρκον.

Προτίθεται, ὁ πανάγιος Σταυρός, προσέλθωμεν, ἀσπασώμεθα αὐτόν· καὶ γάρ ἐστι κέρας σωτηρίας ἡμῖν.

χάρις σου, καὶ τῷ  τύπῳ σου φοιτᾷ ἐλαύνουσα, τῶν δαιμόνων τὴν ἀχλύν, Σταυρὲ Χριστοῦ, ὅπλον ἀπροσμάχητον.

Δόξα...

Μονάδα σε, κατὰ φύσιν ἀνυμνῶ, Τριάδα δέ, ὑποστάσεως τιμῶ, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον.

Καὶ νῦν... Θεοτοκίον.

κύησας, Κόρη ἄνανδρε Θεόν, πανάμωμε, τὸν κατέχοντα δρακί, τὰ πέρατα καὶ πάντων ἀρχαιότερον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

πόστολοι, οἱ τοῦ Κόσμου πρεσβευταί, αἰτήσατε, τοῦ σωθῆναι καὶ ἡμᾶς, κατέχοντας, ὅπλον τὸν Σταυρὸν τοῦ Χριστοῦ.

Ὁ Εἱρμὸς.

Τὴν ἔνσαρκον, παρουσίαν σου Χριστέ, πιστούμενος, ὁ Προφήτης Ἀββακούμ, ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου.

Ὠδὴ η’

Αὕτη ἡ κλητὴ.

Χαίροις ὁ Σταυρὸς ὁ τριμερὴς καὶ θεῖος, ἐν ᾧ ὁ εἷς τῆς Τριάδος, σάρκα φορέσας ἐπάγη, ἐμπαγέντας ἡμᾶς, ἀσεβείας εἰς βυθὸν λυτρωσάμενος, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

Σθένος τὸν Σταυρὸν κραταιὸν κεκτημένοι τοὺς δεινῇ δυναστείᾳ, τοῦ πονηροῦ δουλωθέντας, ἠλευθέρωσαν, οἱ τοῦ Λόγου Μαθηταὶ ἀναμέλποντες· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Οἴμοι! τί φρικῶδες τὸ Βῆμα ἐκεῖνο, ἐν ᾧ Λόγε καθίσας, τὰ πεπραγμένα κρυφῇ μοι, φανερώσεις Χριστέ, στηλιτεύων τὴν ἀναισθησίαν μου! ἀλλὰ φύσει ὢν συμπαθής, φεῖσαί μου τότε.

Θεοτοκίον.

Κόλπων οὐκ ἐκστὰς τῶν πατρῴων ἐν κόλποις, ἀνεκλίθης Παρθένου, ἐπ' ἀνακλήσει τοῦ γένους, οὗ ἐφόρεσας, διὰ σπλάγχνα Ἰησοῦ τὸ ὁμοίωμα· ὅθεν σε ὑμνοῦμεν, βροτοὶ εἰς τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος.

Τὸν μόνον ἄναρχον.

Τὴν σταυροφόρον σε, Ἑβδομάδα τιμῶμεν, ὡς προσκυνήσιμον· ἐν σοὶ γὰρ τὸ Ξύλον τὸ ἄχραντον, προσκυνοῦντες βοῶμεν· Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βαβαὶ τοῦ θαύματος, Βασιλεῦ τῶν αἰώνων! ὅτι τὸ Ξύλον ἐν ᾧ περ ἐσταυρώθης, ἠξίωσας ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἰδεῖν καὶ προσκυνεῖν· διό σε μετὰ φόβου, ὑμνοῦμεν εἰς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

ὁμοούσιε, ὦ Τριὰς παναγία, Πάτερ, Υἱέ, καὶ τὸ πανάγιον Πνεῦμα, Θεότης, ἀμερές σου τὸ κράτος, δοξάζω καὶ ὑμνῶ, τὴν μίαν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

Τὸν πλαστουργήσαντα, τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ἐκ φυράματος αὐτοῦ προελθόντα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

δωδεκάχορδος, λύρα τῆς Ἐκκλησίας, ὡς μελουργοῦσα τῆς σοφίας τὸν Λόγον, Ἀπόστολοι, τοὺς ὑμᾶς ἀνυμνοῦντας, αἰτήσατε ἰδεῖν, τὸ Πάθος τοῦ Κυρίου, καὶ ᾆσαι εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς.

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν Οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Φωτίζου φωτίζου.

Φαιδρύνου φωτίζου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοῦ Σταυροῦ ταῖς ἀκτῖσιν, ὃν φέρεις προκείμενον, πάντων πιστῶν εἰς προσκύνησιν, σὺ δὲ πληθύς, πᾶσα τῶν δαιμόνων, σκότους πλησθεῖσα ἀπόδραθι.

Κράτος ἐγκρατείας, ὁ θεῖος πέφυκε Σταυρός, συνεργὸς ἀγρυπνούντων, νηστευτῶν ἐνίσχυσις, πολεμουμένων ὑπέρμαχος. Τοῦτον πιστοί, πόθῳ συνελθόντες, περιχαρῶς προσκυνήσωμεν.

Θεμέλιοι θεῖοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἑδρασμῷ εὐσεβείας, πάντας συντηρήσατε, καὶ ἐπὶ πέτραν στηρίξατε, τὴν ἀρραγῆ, τοῦ ἐκλεξαμένου, ὑμᾶς Ἀπόστολοι ἔνδοξοι.

Θεοτοκίον.

Χαρὰν συλλαβοῦσα, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐμῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον, τὴν ψυχοφθόρον, καὶ δίδου Ἁγνή, χαροποιόν, πένθος ὅπως εὕρω, ἐκεῖ τήν θείαν παράκλησιν.

Ἄλλος.

Σὲ τὴν ἄχραντον.

Σὺ τυπούμενος, Μερρᾶς τὰ ῥεῖθρα πάλαι, γλυκαίνεις πάνσεπτον Ξύλον, σύ μου γλύκανον καὶ τὴν ἐγκράτειαν, ὁ Σταυρὸς τοῦ Χριστοῦ, σήμερον καταπροσκυνούμενος.

Σὲ τὸ ἄμαχον, τῆς Βασιλείας ὅπλον, τοῦ Στρατοπέδου τὸ σθένος, τῆς Συγκλήτου τὸ κραταίωμα, τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὕμνοις μεγαλύνομεν.

Δόξα...

Σὲ τὸν ἄναρχον, Πατέρα καὶ Δεσπότην, καὶ τὸν συνάναρχον Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εὐσεβῶς οἱ πιστοί, πάντες μεγαλύνομεν.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ τὴν ἔνδοξον, καὶ μόνην Θεοτόκον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὲ τὴν πύρινον, φθογγὴν τοὺς Ἀποστόλους, ὡς καταφλέξαντας, πᾶσαν ὕλην πλάνης, καὶ εὐσέβειαν ἐμφυτεύσαντας κόσμῳ, ὕμνοις μεγαλύνομεν.

Ὁ Εἱρμὸς.

Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν.

   Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος βαρὺς.

Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλ' ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῷ  εὐεργέτῃ τῶν ὅλων Θεῷ· αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ· ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ σῶσον ἡμᾶς. (Δίς)

Μαρτυρικὸν.

ν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι, κᾂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησάμενοι, θανάτῳ ζωὴν ὠνησώμεθα. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι· Ἐλεῆμον, Κύριε δόξα σοι.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. β’

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ογ’

δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Στίχ. να τί, ὁ Θεός, ἀπώσω εἰς τέλος;

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ. ΚΗ’: 14-22)

Τάδε λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἱερουσαλήμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾍδου, καὶ μετὰ τοῦ θανάτου συνθήκην, καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ  ψεύδει σκεπασθησόμεθα. Διὰ τοῦτο, τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾍδην οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτὴ εἰς καταπάτημα, ὀταν παρέλθῃ, λήψεται ὑμᾶς, ὅτι πρωῒ πρωῒ, παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Μάθετε ἀκούειν, στενοχωρούμενοι, οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν, ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον, ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς οδ’

γὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα.

Στίχ. ξομολογησόμεθά σοι, ὁ Θεός.

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Δ’ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Μετὰ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, τὰ παρόντα στιχηρὰ τοῦ Τριῳδίου, ποίημα Ἰωσηφ.

Ἦχος δ’  Ἔδωκας σημείωσιν.

Τὸν ἀειμακάριστον, ἀξιωθέντες ἀσπάσασθαι, οἱ πιστοὶ Σταυρὸν Κύριε, δι' οὗ ἡμᾶς ἔσωσας, ἀνυμνολογοῦμεν, τὴν σὴν εὐσπλαγχνίαν, καὶ δυσωποῦμεν ἐκτενῶς, πᾶσι παράσχου τὴν ἀγαλλίασιν, Σωτὴρ τοῦ σωτηρίου σου, ἐν μετανοίᾳ διδοὺς ἡμῖν, κατιδεῖν σου τὴν Ἔγερσιν, καὶ τὰ Πάθη τὰ τίμια.

Νέκρωσιν ὑπέμεινας, ἐπὶ Σταυροῦ ἐκτεινόμενος, ὁ νεκρώσας τὸν θάνατον, νεκροὺς ἀναστήσας δέ, ζωηφόρῳ λόγῳ· ὅθεν δυσωπῶ σε. Τὴν νεκρωθεῖσάν μου ψυχήν, τῇ  ἁμαρτίᾳ ζώωσον Κύριε, παρέχων μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, ἐν ἡμέραις ἁγίαις σου, τῆς Νηστείας φιλάνθρωπε.

Ἕτερον Προσόμοιον Ποίημα Θεοδώρου.

Ἦχος δ’  Τὸν νοερὸν ἀδάμαντα.

Τὸν σὸν Σταυρὸν τὸν ἅγιον, ἀξιωθέντες ἐν χαρᾷ, κατιδεῖν καὶ προσπτύξασθαι, αἰτοῦμέν σε ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἵνα καὶ αὐτὰ τὰ ἄχραντα, προφθάσωμεν Πάθη σου, τῇ  νηστείᾳ νευρούμενοι, προσκυνοῦντες ὑμνοῦντες τὴν Σταύρωσιν, τὴν λόγχην, τὸν σπόγγον τὸν κάλαμον, δι' ὧν ἡμᾶς ἀπαθανατίσας, εἰς τὴν ἀρχαίαν πάλιν τρυφῆς ζωὴν ἐπανήγαγες, ὡς φιλάνθρωπος· διό σε εὐχαρίστως νῦν   δοξάζομεν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον. 

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς οε’

Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ   Θεῷ ἡμῶν.

Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

 

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. Ι’: 32 – ΙΑ’: 9)

Αὗται αἱ φυλαὶ υἱῶν Νῶε, κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν. Ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς, μετὰ τὸν κατακλυσμόν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναάρ, καὶ κατῴκησαν ἐκεῖ. Καὶ εἶπεν ἕκαστος τῷ   πλησίον αὐτοῦ. Δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος αὐτοῖς ἦν ὁ πηλός. Καὶ εἶπον· Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ κατέβη Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ εἶπε Κύριος· Ἰδοὺ γένος ἕν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καὶ διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Προκείμενον  Ἦχος βαρὺς  Ψαλμὸς ος’

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα.

Στίχ. ν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΓ’: 19-25, ΙΔ’:1-6)

πιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν, ἔργα δὲ ἀσεβῶν, μακρὰν ἀπὸ γνώσεως, ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. Ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. Ἀγαθὸς ἀνήρ, κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως· ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ὁ δὲ ἀγαπῶν παιδεύει ἐπιμελῶς. Δίκαιος ἐσθίων, ἐμπλήσει ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαὶ γυναῖκες ᾠ κοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς, ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὁ δὲ σκολιάζων ταῖς ὁδοὶς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν, φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες, φάτναι καθαραί, οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις, εὐχερής.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος πλ. β’

Παρὰ Κυρίου, τοῦ ταπεινώσαντος ἑαυτόν, μέχρι τοῦ διὰ σταυροῦ θανάτου, διὰ σὲ μαθοῦσα ψυχή μου, τὴν ἐξ ἐπάρσεως ταπείνωσιν, καὶ τὴν ἐκ ταπεινώσεως ὕψωσιν, ἐπ' ἀρεταῖς μὴ ἐπαίρου, μηδὲ σαυτὴν δικαίαν ὑποπτεύσασα, τὸν πλησίον κατάκρινε, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἐν φρονήματι καταβεβλημένῳ, τῶν σῶν ἁμαρτημάτων μνημονεύουσα μόνον, ὡς ὁ Τελώνης βόησον. Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν.

Ο Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου· ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον.

Τριήμερος ἀνέστης Χριστὲ.

πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα· τί τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνήσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ!