The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Ἀποστολικά, καὶ Θεοτοκίον, τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τά παρόντα, ποίημα Ἰωσηφ.       

Ἦχος πλ. β’

Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ.

Φωστῆρες κόσμου ἀπλανεῖς, Μαθηταὶ τοῦ Σωτῆρος, φωτίσατέ μου τὴν ψυχήν, ἁμαρτίᾳ τυφλώττουσαν, καὶ δείξατε θείας ἡμέρας κοινωνόν, φυλάττοντα τὰς σωτηρίους ἐντολάς, καὶ σκότους με λυτρώσατε ἐκεῖ τοῦ ἀφεγγοῦς, ὅπως ἡμᾶς δοξάζω.

Θεοτοκίον.

γία Δέσποινα Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν Μῆτερ, ὡς τῶν ἁπάντων ποιητὴν ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις Ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Μετὰ τὴν β' Στιχολογίαν.

 Ἕτερον ποίημα Θεοδώρου.

Καθίσματα  Ἦχος πλ. β’

Ἀγγελικαὶ δυνάμεις.

Κοσμολαμπεῖς φωστῆρες, θεῖοι Ἀπόστολοι, καταφωτίσατε τοὺς ὑμνῳδοὺς ὑμῶν, ἀμείβοντες τὸν χρόνον τῆς Νηστείας, ἀξίως αἰτούμενοι, πάντας θεάσασθαι, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ, καὶ ἀσπάσασθαι ἀρρύποις χείλεσι, καὶ ὀφθαλμοῖς, ἐκβοῶντας ψαλμικῶς· Κύριε δόξα σοι.

Θεοτοκίον.

λπὶς τοῦ Κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβεράν, προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι εἰς ἀπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν δ’ Ὠδήν.  

 

Ὠδὴ δ’  Ἦχος πλ. β’

Χριστός μου δύναμις.

Νηστείαν δάκρυα, εὐχὰς συμπάθειαν, εὐκατάνυκτον ἦθος, γνώμην ὀρθήν, βίου καθαρότητα, ἐπιδειξώμεθα πιστοί, ὅπως δόξης ἀπολαύσωμεν.

Φωστῆρες φαίνοντες, τῷ  στερεώματι, τῆς σεπτῆς Ἐκκλησίας περιφανῶς, ὤφθητε Ἀπόστολοι· διὸ φωτίσατε ἡμῶν, τὰς καρδίας θείῳ Πνεύματι.

ς θεῖοι ἄνθρακες, προσαναπτόμενοι, τῷ   πυρὶ τῷ ἀΰλῳ τὰς ἐμπαθεῖς, ὕλας καταφλέξατε, τῶν καρδιῶν ἡμῶν σοφοί, τοῦ Θεοῦ ἡμῶν Ἀπόστολοι.

Θεοτοκίον.

Λυχνία ἄσβεστος, νυμφὼν ὁλόφωτε, Σεραφὶμ ὑπερτέρα καὶ Χερουβίμ, ὄχημα Πανάμωμε, ἁμαρτιῶν με χαλεπῶν, καὶ κινδύνων ἐλευθέρωσον.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἀκήκοεν ὁ προφήτης.

Λαμπτῆρες θεοφανείας, Ἀπόστολοι τοῦ Σωτῆρος ἀναδειχθέντες, τῆς ἀγνοίας τὴν νύκτα ἐλύσατε, καὶ τὴν Ἐκκλησίαν αἰθριάσαντες φωτίζετε τὴν Οἰκουμένην  ταῖς πυριφθόγγοις, θείαις διδαχαῖς ὑμῶν.

Τὸν Κόσμον διαδραμόντες, ἄλλος οὖν κατ΄ ἄλλο μέρος, εἰς μίαν πίστιν, πάντας συνηθροίσατε Ἀπόστολοι, καὶ μεταλαχόντες τὰ οὐράνια, χορεύετε, Χριστὸν ἀπαύστως ἐκδυσωποῦντες, τοῦ σωθῆναι πάντας ἡμᾶς.

Δόξα...

Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα συνάναρχον, μίαν οὐσίαν, προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.

Καὶ νῦν ... Θεοτοκίον.

Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν φρουροῦσα, σεμνὴ σὺ ὤφθης, τὸν Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ, τὸ θαῦμα σου Παρθενομῆτορ, ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πρεσβείαις ὑμῶν ἁγίαις, Ἀπόστολοι τοῦ Κυρίου ἀξιωθῶμεν, τὸν ζωοποιὸν Σταυρὸν προσπτύξασθαι, ἁγνοῖς καὶ τοῖς χείλεσι καὶ ὄμμασι, προκείμενον τοῖς ἐν τῷ Κόσμῳ, καὶ ὑπὸ πάντων καταπροσκυνούμενον.

Ὁ Εἱρμὸς.

κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Δόξα τῇ  δυνάμει σου Κύριε.

Ὠδὴ η’

Ἐκ φλογὸς τοῖς ὁσίοις.

Μωϋσῆν ἡ νηστεία, θεόπτην ἔδειξε, καὶ Ἠλίαν πυρίνῳ ἅρματι ἔλαβε, σπεῦσον λογισμῶν βλαβερῶν ἐγκρατεύθητι, ὅπως χαμαιζήλου, ψυχὴ ῥυσθῇς ἀπάτης.

λισθαίνων τοῖς χείρω, προσεπεκτείνομαι, καὶ τῷ μώλωπι τραῦμα, προσεπιτίθημι, ἴασαι Χριστὲ τὴν λιθώδη μου πώρωσιν,  ταῖς  τῶν Ἀποστόλων, Οἰκτίρμον ἱκεσίαις.

Οἱ τοῦ Κόσμου φωστῆρες, οἱ θεαυγέστατοι, τῶν παθῶν ἡμῶν νέφη, διασκεδάσατε, καὶ προσκυνητάς, τῆς λαμπρᾶς Ἀναστάσεως, δείξατε ὑμνοῦντας, τὸν Ἥλιον τῆς Δόξης.

Θεοτοκίον.

Γενεαὶ γενεῶν σου Θεομακάριστε μακαρίζουσι πάλαι, ὡς προεφήτευσας· μόνη γὰρ βροτοῖς τὸν μακάριον τέτοκας, Λόγον ἀπορρήτως, ἐκ σοῦ σωματωθέντα.

Εἱρμὸς ἄλλος.

Οἱ ὅσιοί σου Παῖδες.

ν τῷ βυθῷ τῆς πλάνης τοὺς νηχομένους, ἀγρεύσαντες καλάμῳ τῆς πίστεως, Ἀπόστολοι Κυρίου φέρετε τούτους, εὐλογοῦντας, ὑμνοῦντας, καὶ ὑπερυψοῦντας τὸν Κύριον.

Μεγάλη ἡ ἰσχύς σου ἐν Ἀποστόλοις, ὅτι σκιαὶ καὶ σουδάρια αὐτῶν, ἰῶνται τοὺς ἀσθενοῦντας, εὐλογοῦντας, ὑμνοῦντας, καὶ ὑπερυψοῦντας τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

νάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον.

ν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διαπαντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς δυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

δωδεκὰς ἁγία τῶν Ἀποστόλων, τὸν τίμιον Σταυρὸν καταξίωσον, ἀκατακρίτως με προσκυνῆσαι εὐλογοῦντα, ὑμνοῦντα, καὶ ὑπερυψοῦντα τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς.

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβὶμ ἐμιμήσαντο, τὸν Τρισάγιον ὕμνον ἀναβοῶντες. Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.

Ὠδὴ θ’

Θεὸν ἀνθρώποις ἰδεῖν.

Θεὲ καὶ Κύριε, πολυέλεε, τὰ τῆς ἐμῆς καρδίας, ἀποκάθαρον τραύματα, μετανοίας προσπλάττων μοι φάρμακα, ἥμαρτον, ἥμαρτόν σοι, οἴκτειρον σῶσόν με,  ταῖς τῶν Ἀποστόλων σου εὐχαῖς, ὡς πολυέλεος.

ρμαῖς ἀτόποις ἐξηκολούθησα, φρενοβλαβῶς καὶ ἔξω, ἐμαυτοῦ ὅλως γέγονα, ἡδονῶν τὸ τραχὺ σιτιζόμενος, καὶ τῆς σωτηριώδους καθυστερούμενος, βρώσεως ὁ ἄσωτος Χριστέ, οἴκτειρον σῶσόν με.

Ψυχὴ κακίας μὴ καθαρεύουσα, καὶ ἡδονῶν σαυτήν, φθοροποιῶν μὴ μακρύνουσα, τί ἀκαίρως ἀγάλλῃ νηστεύουσα; ταύτην γὰρ τὴν νηστείαν οὐκ ἐξελέξατο, Κύριος ὁ μόνος, τὴν ἡμῶν θέλων διόρθωσιν.

Θεοτοκίον.

Φωτὶ τῷ  θείῳ με φωταγώγησον, ἡ τοῦ φωτὸς Παρθένε, Θεοτόκε λοχεύτρια, καὶ ψυχῆς μου τὸν ζόφον ἀπέλασον, ὅπως σε μακαρίζω, ἣν μακαρίζουσι, πᾶσαι τῶν ἀνθρώπων γενεαί, ὡς προεφήτευσας.

Εἱρμὸς ἄλλος.

Ἀσπόρου συλλήψεως.

Οἱ λόγῳ ἰδιῶται, σοφοὶ τῇ  γνώσει ὤφθητε, πλοκὰς τῶν λόγων, φιλοσόφων λύσαντες, ῥητόρων τὰς διπλόας, καὶ ψήφους ἀστρονόμων· διὸ Ἀπόστολοι τοῦ Χριστοῦ, μόνοι πάσης οἰκουμένης, ἀνεδείχθητε Διδάσκαλοι.

Πέτρος ῥητορεύει, καὶ Πλάτων κατεσίγησε, διδάσκει Παῦλος, Πυθαγόρας ἔδυσε, λοιπὸν τῶν Ἀποστόλων, θεολογῶν ὁ δῆμος, τὴν τῶν Ἑλλήνων νεκρὰν φθογγήν, καταθάπτει, καὶ τὸν Κόσμον, συνεγείρει πρὸς λατρείαν Χριστοῦ.

Δόξα...

Μόνου μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα Κυρίου Κύριον ὄντως ὂν· ὦ Τριάς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν ... Θεοτοκίον.

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸν Σταυρὸν τὸν τίμιον, τὸ ξύλον τὸ πανάγιον, ὃ τὴν τοῦ Κόσμου, σωτηρίαν ἤνθησεν, ἰδεῖν καὶ προσκυνῆσαι, πάντες ἀξιωθῶμεν, ἁγνοῖς καὶ χείλεσι καὶ ψυχῇ ἱκεσίαις ὑμῶν πάντων, τῶν ἁγίων Ἀποστόλων Χριστοῦ.

Ὁ Εἱρμὸς.

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα ὀρθοδόξως μεγαλύνομεν.

  Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος πλ. β’

Τῆς υἱοθεσίας ἐκπεσὼν ὁ ἄσωτος ἐγώ, δουλοπρεπῶς χοίροις συνδιαιτώμενος, καὶ μηδὲ τῆς αὐτῶν τροφῆς χορταζόμενος, ἐπανέρχομαι πρὸς σέ, τὸν Πατέρα τὸν εὔσπλαγχνον· ὅθεν ἐξῆλθον κακῶς, ὑποστρέφω καλῶς, ἐν μετανοίᾳ κραυγάζων· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου Πάτερ· Παράσχου μοι ἐν ἐπιστροφῇ τὸ μέγα ἔλεος. (Δίς)

Μαρτυρικὸν.

Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν βασιλείαν αὐτοῦ. Ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθοισθε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος βαρὺς.

ὰν ἀνομίας παρατηρήσῃς Φιλάνθρωπε, ποία σωτηρίας ἐλπὶς ἡμῖν, ἀλλὰ τὴν σὴν ἐξ ὕψους βοήθειαν, ὡς οἰκτίρμων τῷ  λαῷ σου, κατάπεμψον Κύριε.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος δ’ Ψαλμὸς νγ’

Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με.

Στίχ. Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.

Προφητεας σαου τ νγνωσμα

(Κεφ. ΙΑ’: 10-16, ΙΒ’:1-2)

Τάδε λέγει Κύριος. Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἱεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ, τιμή. Καὶ ἔσται τῇ  ἡμέρᾳ ἐκείνῃ, προσθήσει ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλῶνος, καὶ ἀπὸ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραΐμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Καὶ ἔσται τῷ Ἰσραήλ, ὡς τῇ ἡμέρᾳ, ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρα ἐκείνη· Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Ἰδού, ὁ Θεός μου σωτήρ μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

Προκείμενον  Ἦχος δ  Ψαλμὸς νδ

νώτισαι, ὁ Θεός, τὴν προσευχήν μου.

Στίχ. Πρόσχες μοι, καὶ εἰσάκουσόν μου.

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Μετὰ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, τὰ παρόντα στιχηρὰ τοῦ Τριῳδίου, ποίημα Ἰωσηφ.

 Ἦχος πλ. α’  Χαίροις ἀσκητικῶν.

Σῶτερ ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα, γλυκάνας, τυποῦντι τότε, ξύλῳ τοῦ θείου Σταυροῦ, ἁπλωθεὶς ἐν τούτῳ, ὡς εὐδόκησας, χολῆς ἀπεγεύσω δέ, τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ Κόσμῳ, ὕδωρ βρύεις ἀφέσεως, εἰς ἀνάπλασιν, τοῦ βροτείου φυράματος· ὅθεν δοξολογοῦμέν σου, τὴν ἄφατον δύναμιν, καὶ δυσωποῦμεν. Παράσχου, ἡμῖν τὸν φόβον σου Κύριε, καιρῷ τῆς Νηστείας, καὶ συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.

Λόγε ὁ ἁπλωθεὶς ἐν σταυρῷ, ἐπισυνάγων τὰ μακρὰν διεστῶτά σου, ὑψώσας τὸν λογισμόν μου, ἀπὸ κοπρίας παθῶν, ἀρεταῖς παντοίαις, καταπλούτισον, διδοὺς τῇ καρδίᾳ μου, τὸν ἁγνότατον φόβον σου, καὶ τῇ ψυχῇ μου, τὴν τελείαν ἀγάπησιν, τῆς πρὸς σάρκα με, ἀγαπήσεως τέμνουσαν, ὅπως δι' ἐγκρατείας σοι, εὐχῆς καὶ δεήσεως, ἐν ταῖς παρούσαις ἡμέραις, εὐαρεστήσω καὶ βλέψω σου, φαιδρῶς τὴν ἡμέραν, τῆς Ἐγέρσεως λαμβάνων, τὸ μέγα ἔλεος.

Ἕτερον Προσόμοιον

Ποίημα Θεοδώρου Ἦχος α’

Νεφέλην σε φωτὸς.

Τὴν τρίτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, Χριστὲ Λόγε περάσαντες, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ σου, κατιδεῖν ἀξίωσον ἡμᾶς καὶ σεπτῶς προσκυνῆσαι, καὶ ᾄδοντας ἀξίως, δοξάσαι τὸ κράτος σου, ὑμνῆσαι τὰ Πάθη σου, προφθάσαι τὴν ἔνδοξον καθαρῶς, καὶ ἁγίαν Ἀνάστασιν, τὸ Πάσχα τὸ μυστικόν, δι' οὗ Ἀδὰμ ἐπανῆλθεν, εἰς τὸν Παράδεισον.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον. 

Ἑσπέρας Προκείμενον  Ἦχος πλ. δ’  Ψαλμὸς νε’

λέησόν με, ὁ Θεός, ὅτι κατεπάτησέ με ἄνθρωπος.

Στίχ. Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Ζ’: 11-24, Η’:1-3)

γένετο ἐν τῷ ἑξακοσιοστῷ ἔτει, ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. Καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μέτ' αὐτοῦ εἰς τὴν κιβωτόν, καὶ πάντα τὰ θηρία κατὰ γένος, καὶ πάντα τὰ κτήνη κατὰ γένος, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ γῆς κατὰ γένος, καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ, εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. Καὶ τὰ εἰσπορευόμενα, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, εἰσῆλθε, καθὰ ἐνετείλατο Κύριος ὁ Θεός τῷ Νῶε, καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος, τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. Καὶ ἀπέθανε πᾶσα σάρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν ὃ ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανε. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἑρπετῶν, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς, καὶ κατελείφθη Νῶε μόνος, καὶ οἱ μετ' αὐτοῦ, ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς, ἡμέρας ἑκατὸν πεντήκοντα. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ΄ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐνεδίδου τὸ ὕδωρ, πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ, μετὰ ἑκατόν πεντήκοντα ἡμέρας.

Προκείμενον  Ἦχος βαρὺς  Ψαλμὸς νς’

λέησόν με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου.

Στίχ. Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. Ι’: 1-22)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί, οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου, οὐ λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι. Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Μνήμη δικαίου μέτ' ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. Σοφός ἐν καρδίᾳ δέξεται ἐντολάς. Ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται, ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται, ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύψει φιλία. Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβή. Κτῆσις πλουσίων, πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν, πενία. Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν, ἁμαρτίας. Ὁδούς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰσιν. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. Χείλη δικαίων ἐπίστανται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος πλ. Β

ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, κρεμασθεῖσα ζωὴ τῶν ἁπάντων, Χριστε ὁ Θεός, ζωοποίησόν μου τὴν ψυχήν, τεθανατωμένην τοῖς παραπτώμασι, καὶ μὴ παντελῶς ἀπολέσθαι, τὸ σὸν συγχωρήσῃς πρόβατον, ὁ Ποιμὴν ὁ καλός· ἀπεσκίρτησα γὰρ τῶν σῶν ἐντολῶν, καὶ τὸν τῆς ἀναμαρτησίας πλοῦτον, ὃν ἐδωρήσω μοι, διεσκόρπισα φιλαμαρτήμονι προαιρέσει, διεφθάρην τε, καὶ ἑβδελύχθην, ἐν τοῖς τῆς ἀσωτείας ἐπιτηδεύμασιν. Ἀλλ' ἀνακαίνισόν με, πρὸς μετάνοιαν ἑλκύσας, ὁ μόνος πολυέλεος. (Δίς)

Μαρτυρικὸν.

Οἱ Μάρτυρες σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπο τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.

ρῶσά σε σταυρούμενον, Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;