The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν καὶ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν Στίχ. ι, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου στ, καὶ τὰ παρόντα Ἰδιόμελα τοῦ Τριῳδίου β δευτεροῦντες αὐτά.  

Ἦχος α

Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ  ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με. (Δίς)

Ὅμοιον.

πιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς  ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ  τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ  ἐνδόξῳ θύματι, τῷ   Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)

Δόξα... Ἦχος β

πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ  πυρὶ τῷ  αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ  Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με.

Καὶ νῦν... Θεοτοκίον τοῦ ἐνδιατάκτου Ἤχου. Εἴσοδος, τὸ Φῶς ἱλαρόν, Προκείμενον, Ὁ Κύριος ἐβασίλευσεν κ.λ.π. Εἰς τὴν Λιτήν, τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς. Ἀπόστιχα τῆς Ὀκτωήχου τὰ κατ' Ἀλφάβητον.  

Δόξα... Ἰδιόμελον  Ἦχος πλ. β

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

Καὶ νῦν... Θεοτοκίον  Ἦχος ὁ αὐτὸς.

ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε του Ἀγγέλου, χαῖρε Δέσποινα, προστασία, καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.  

Ἀπολυτίκιον, Θεοτόκε Παρθένε ἐκ γ 

Καὶ ἡ λοιπή, Ἀκολουθία τῆς Ἀγρυπνίας.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον τό, Θεὸς Κύριος τὸ Ἀπολυτίκιον Ἀναστάσιμον δίς, καὶ τὸ Θεοτοκίον. Εἶτα ἡ συνήθης Στιχολογία, τὰ Ἀναστάσιμα Εὐλογητάρια τὰ Καθίσματα, καὶ οἱ Ἀναβαθμοὶ τῆς Ὀκτωήχου τό, Πᾶσα πνοή, καὶ τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον. Εἶθ' οὕτω τό, Ἀνάστασιν Χριστοῦ θεασάμενοι καὶ μετὰ τὸν Ν ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα. 

Δόξα... Ἦχος πλ. δ

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Θεοτοκίον.

Ἦχος ὁ αὐτὸς.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημα μου.  

Ἦχος πλ. β

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Οἱ Κανόνες, ὁ Ἀναστάσιμος, ὁ Σταυροαναστάσιμος τῆς Θεοτόκου καὶ τοῦ Τριῳδίου. Τὴν δὲ Ἀκολουθίαν τοῦ Μηναίου ψάλλομεν τῇ παρελθούσῃ Παρασκευῇ ἑσπέρας ἐν τοῖς, Ἀποδείπνοις. 

Ὁ Κανὼν τοῦ Τριῳδίου εἰς στ. Ποίημα τοῦ κυρίου Ἰωσήφ. 

Ὠδὴ α  Ἦχος β

Τὴν Μωσέως ᾠδὴν.

ησοῦ ὁ Θεός, μετανοοῦντα δέξαι νῦν κἀμέ, ὡς τὸν Ἄσωτον Υἱόν, πάντα τὸν βίον ἐν ἀμελείᾳ ζήσαντα καὶ σὲ παροργίσαντα.

ν μοι δέδωκας πρίν, κακῶς ἐσκόρπισα θεῖον πλοῦτον, ἐμακρύνθην ἀπὸ σοῦ, ἀσώτως ζήσας, εὔσπλαγχνε Πάτερ. Δέξαι οὖν κἀμὲ ἐπιστρέφοντα.

Τὰς ἀγκάλας νυνί, τὰς πατρικὰς προσεφαπλώσας δέξαι, Κύριε, κᾀμέ, ὥσπερ τὸν Ἄσωτον, πανοικτίρμον, ὅπως εὐχαρίστως δοξάζω σε.

Θεοτοκίον.

ν ἐμοὶ ὁ Θεός, πᾶσαν δεικνὺς ἀγαθωσύνην, πάριδέ μου τὴν πληθύν, τῶν ἐγκλημάτων ὡς εὐεργέτης, θείαις τῆς Μητρός σου δεήσεσι. 

Καταβασίας δὲ λέγομεν τοὺς Εἱρμοὺς τοῦ Κανόνος.

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν.  

Ὠδὴ γ

Στειρωθέντα μου τὸν νοῦν.

ξω ὅλος ἐμαυτοῦ, γεγονὼς φρενοβλαβῶς προσεκολλήθην, τοῖς  παθῶν ἐφευρέταις, ἀλλὰ δέξαι με Χριστέ, ὥσπερ τὸν Ἄσωτον.

Τοῦ Ἀσώτου τὴν φωνήν, ἐκμιμούμενος βοῶ· Ἥμαρτον Πάτερ, ὡς ἐκεῖνον οὖν κᾀμέ, ἐναγκάλισαι νυνί, καὶ μὴ ἀπώσῃ με.

Τὰς ἀγκάλας σου Χριστέ, ὑφαπλώσας συμπαθῶς ὑπόδειξαί με, ἀπὸ χώρας μακρᾶς, ἁμαρτίας καὶ παθῶν ἐπαναστρέφοντα.

Θεοτοκίον.

καλὴ ἐν γυναιξί, καταπλούτισον κᾀμέ, καλῶν ἰδέαις, ἁμαρτίαις πολλαῖς, τὸν πτωχεύσαντα, Ἁγνή, ὅπως δοξάζω σε.

Ὁ Εἱρμὸς. 

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.  

Κάθισμα.  Ἦχος α

Τὸν τάφον σου Σωτὴρ. 

γκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου. Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω. Ἥμαρτον, σῶσόν με.  

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.

νύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη, ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον ταῖς θείαις πρεσβείαις σου.  

Ὠδὴ δ

Τὴν ἐκ Παρθένου σου γέννησιν.

Πλοῦτον καλῶν ὅν μοι δέδωκας, ἐπουράνιε Πάτερ, διεσκόρπισα κακῶς, ξένοις πολίταις δουλούμενος· διὸ βοῶ σοι· Ἥμαρτόν σοι δέξαι με, ὡς τὸν Ἄσωτον πάλαι, ὑφαπλώσας, τὰς ἀγκάλας μοι τὰς σάς.

Πάσῃ κακίᾳ δεδούλωμαι, ὑποκύψας ἀθλίως τοῖς  παθῶν δημιουργοῖς καὶ ἐμαυτοῦ ἔξω γέγονα, ἀπροσεξίᾳ· οἴκτειρόν με Σῶτερ, ἐπουράνιε Πάτερ, προσφυγόντα, τοῖς πολλοῖς σου οἰκτιρμοῖς.

Πάσης αἰσχύνης πεπλήρωμαι, μὴ τολμῶν ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· καὶ γὰρ ἀλόγως ὑπέκυψα τῇ ἁμαρτίᾳ, νῦν δὲ ἐπιστρέφων, ἐκβοῶ κατανύξει· Ἥμαρτόν σοι, δέξαι με, Παμβασιλεῦ.

Θεοτοκίον.

τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία, πάντων τῶν Χριστιανῶν, τὸ καταφύγιον, ἄχραντε, τῶν σῳζομένων, σῶσόν με, Παρθένε, μητρικαῖς σου πρεσβείαις, καὶ μελλούσης, καταξίωσον ζωῆς.

Ὁ Εἱρμὸς. 

Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας, Χριστέ.  

Ὠδὴ ε

Τῆς νυκτὸς διελθούσης.

δουλώθην πολίταις, ξένοις καὶ εἰς χώραν φθοροποιὸν ἀπεδήμησα, καὶ ἐπλήσθην αἰσχύνης, νῦν δὲ ἐπιστρέφων, κράζω σοι· Οἰκτίρμον τό, Ἥμαρτον.

Τὰ πατρῷά σου σπλάγχνα, νῦν ὑπάνοιξόν μοι, ἀπὸ τῶν κακῶν ἐπιστρέφοντα, ἐπουράνιε Πάτερ, καὶ μή με ἀπώσῃ, ἔχων ὑπερβάλλον τὸ ἔλεος.

Οὐ τολμῶ ἀτενίσαι, ἄνω εἰς τὸ ὕψος, ἄμετρα Χριστὲ παροργίσας σε ἀλλ' εἰδώς σου Οἰκτίρμον τὸ εὔσπλαγχνον κράζω· Ἥμαρτον, ἱλάσθητι, σῶσόν με.

Θεοτοκίον.

Παναγία Παρθένε, κεχαριτωμένη, ἡ τὸν ἱλασμὸν πάντων τέξασα, τῶν ἐμῶν ἐγκλημάτων, τὸ βαρὺ φορτίον, σοῦ ταῖς ἱκεσίαις ἐλάφρυνον.

Ὁ Εἱρμὸς. 

Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ  κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός. 

Ὠδὴ στ

Βυθῷ ἁμαρτημάτων.

Βυθὸς ἁμαρτημάτων, συνέχει με ἀεί, καὶ τρικυμία πταισμάτων, βυθίζει με κυβέρνησον, πρὸς λιμένα με ζωῆς Χριστὲ ὁ Θεός, καὶ σῶσόν με Βασιλεῦ τῆς δόξης.

Τὸν πλοῦτον τὸν πατρῷον, ἐσκόρπισα δεινῶς, καὶ πενητεύσας, αἰσχύνης πεπλήρωμαι, δουλούμενος τοῖς  ἀκάρποις λογισμοῖς· διό σοι βοῶ φιλάνθρωπε· Οἴκτειρόν με, σῶσον.

Λιμῷ καταφθαρέντα, παντοίων ἀγαθῶν καὶ ξενωθέντα ἐκ σοῦ Ὑπεράγαθε, οἰκτείρησον, ἐπιστρέφοντά με νῦν, καὶ σῶσον Χριστέ, ὑμνοῦντά σου τὴν φιλανθρωπίαν.

Θεοτοκίον.

Σωτῆρα καὶ Δεσπότην κυήσασα Χριστόν, τῆς σωτηρίας με Κόρη ἀξίωσον, πτωχεύσαντα, ἐκ παντοίων ἀγαθῶν, Παρθένε ἁγνή, ἵνα ὑμνῶ τὰ σὰ μεγαλεῖα.

Ὁ Εἱρμὸς.

Βυθῷ ἁμαρτημάτων, συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κᾀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.

Κοντάκιον.  Ἦχος γ

Ἡ Παρθένος σήμερον.

Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

Ὁ Οἶκος.

Τοῦ Σωτῆρος ἡμῶν καθ' ἑκάστην διδάσκοντος δι' οἰκείας φωνῆς, τῶν Γραφῶν ἀκουσώμεθα, περὶ τοῦ Ἀσώτου καὶ σώφρονος πάλιν, καὶ τούτου πίστει ἐκμιμησώμεθα τήν καλὴν μετάνοιαν, τῷ  κατιδόντι πάντα τὰ κρύφια μετὰ ταπεινῆς καρδίας κράξωμεν· Ἡμάρτομέν σοι Πάτερ οἰκτίρμον, καὶ οὐκ ἐσμὲν ἄξιοι ποτέ, κληθῆναι τέκνα ὡς πρίν. Ἀλλ' ὡς φύσει ὑπάρχων φιλάνθρωπος, σὺ προσδέχου, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.  

Συναξάριον τοῦ Μηναίου, εἶτα τὸ παρόν.

Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν.

Στίχοι

σωτος εἴ τις, ὡς ἐγώ, θαρρῶν ἴθι.

Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα.

Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. 

Ὠδὴ ζ

Τὰ Χερουβὶμ μιμούμενοι.

Ταῖς ἡδοναῖς τοῦ σώματος, ὑπέκυψα παναθλίως, καὶ ἐδουλώθην ὅλως, τοῖς  τῶν παθῶν ἐφευρεταῖς, καὶ ξένος ἐγενόμην, ἀπὸ σοῦ φιλάνθρωπε, νῡν δὲ κράζω, τὴν τοῦ, Ἀσώτου φωνὴν·  Ἡμάρτηκα Χριστέ, μή με ὑπερίδῃς, ὡς μόνος ἐλεήμων.

ναβοῶ τὸ Ἥμαρτον, μηδόλως ἐνατενίσαι, ἀποτολμῶν εἰς ὕψος τοῦ οὐρανοῦ Παμβασιλεῦ· ὅτι ἐν ἀφροσύνῃ, μόνος σε παρώργισα, ἀθετήσας τὰ σὰ προστάγματα· διὸ ὡς μόνος ἀγαθός, μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου.

Τῶν Ἀποστόλων Κύριε, καὶ Προφητῶν καὶ Ὁσίων, καὶ τῶν σεπτῶν Μαρτύρων καὶ τῶν Δικαίων προσευχαῖς συγχώρησόν μοι πάντα, ἅπερ ἐπλημμέλησα, παροργίσας Χριστέ, τὴν ἀγαθότητά σου, ὅπως ὑμνολογῶ σε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τῶν Χερουβὶμ φανεῖσα, καὶ Σεραφὶμ Θεοτόκε, καὶ πάσης λαμπροτέρα, ἐπουρανίου στρατιᾶς, σὺν τούτοις ἐκδυσώπει, ὅν περ ἐσωμάτωσας Θεὸν Λόγον πανάμωμε, ἀνάρχου Πατρός, ὅπως τῶν ἀγαθῶν τῶν αἰωνιζόντων, πάντες ἀξιωθῶμεν.

Ὁ Εἱρμὸς.

Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ η

Τὸν ἐν τῇ βάτῳ.

καταβὰς ἐπὶ γῆς εἰς τὸ σῶσαι τὸν κόσμον, ἑκουσίῳ πτωχείᾳ διὰ ἔλεος πολύ, πτωχεύσαντά με πάσης νῡν ἀγαθοεργίας, ὡς ἐλεήμων σῶσον.

πὸ τῶν σῶν ἐντολῶν μακρυνθεὶς ἐδουλώθην, παναθλίως τῷ  πλάνῳ, ἐπιστρέφοντα δὲ νῦν, τὸν Ἄσωτον ὡς πάλαι, προσπίπτοντά σοι δέξαι, ἐπουράνιε Πάτερ.

Φθοροποιοῖς λογισμοῖς, ὑπαχθεὶς ἠμαυρώθην, καὶ ἐκ σοῦ ἐμακρύνθην, ὅλως ἔξω ἐμαυτοῦ, γενόμενος Οἰκτίρμον· διὸ ἐν μετανοίᾳ, προσπίπτοντά σοι σῶσον.

Θεοτοκίον.

Θεογεννῆτορ Ἁγνὴ ἡ τῶν κατερραγμένων, ἐπανόρθωσις μόνη, ἐπανόρθωσον κᾀμέ, παντοίαις ἁμαρτίαις, συντετριμμένον ὅλον, καὶ τεταπεινωμένον.

Ὁ Εἱρμὸς. 

Τὸν ἐν τῇ βάτῳ Μωσῆ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ  ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ ἧς ἡ ἀκροστιχίς, Ἰωσήφ.

Τῶν γηγενῶν τίς ἤκουσε.

δε Χριστέ, τὴν θλῖψιν τῆς καρδίας, ἴδε μου τὴν ἐπιστροφήν, ἴδε τὰ δάκρυα Σῶτερ, καὶ μὴ παρίδῃς με, ἀλλ' ἐναγκάλισαι πάλιν δι' εὐσπλαγχνίαν, πληθύϊ σῳζομένων συναριθμῶν ὅπως ὑμνῶ εὐχαρίστως τὰ ἐλέη σου.

ς ὁ λῃστὴς βοῶ τὸ Μνήσθητί μου, ὡς ὁ Τελώνης κατηφὴς τύπτω τὸ στῆθος καὶ κράζω, νῡν τό, ἱλάσθητι ὥσπερ τὸν Ἄσωτον ῥῦσαί με πανοικτίρμον, ἐκ πάντων τῶν κακῶν μου Παμβασιλεῦ, ὅπως ὑμνῶ σου τὴν ἄκραν συγκατάβασιν.

Στέναξον νῦν, ψυχή μου, παναθλία, καὶ ἀναβόησον Χριστῷ· Ὁ δι' ἐμὲ ἑκουσίως πτωχεύσας Κύριε, πτωχεύσαντά με ἐκ πάσης ἀγαθοεργίας, καλῶν περιουσίᾳ, ὡς ἀγαθός καὶ πολύελεος, μόνος καταπλούτισον.

ν περ ποτέ, εἰργάσω εὐφροσύνην, τῇ τοῦ, Ἀσώτου Ἀγαθέ, ἐπιστροφῇ ἑκουσίῳ· ταύτην νῡν ποίησον καὶ ἐπ' ἐμοὶ τῷ  ἀθλίῳ προσεφαπλῶν μοι, τὰς σὰς σεπτὰς ἀγκάλας ἵνα σωθεὶς ὑμνολογῶ σου τὴν ἄκραν συγκατάβασιν.

Θεοτοκίον.

Φωτιστικαῖς, πρεσβείαις σου Παρθένε, τοὺς νοερούς μου ὀφθαλμούς, ἐσκοτισμένους κακίᾳ, φώτισον δέομαι, καὶ πρὸς ὁδοὺς μετανοίας εἰσάγαγέ με, ὅπως χρεωστικῶς σε ὑμνολογῶ, τὴν ὑπὲρ λόγον τὸν λόγον σωματώσασαν.

Ὁ Εἱρμὸς. 

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον, ἢ τίς ἑώρακε ποτέ; ὅτι παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα τοιοῦτόν σου τὸ θαῦμα καὶ σὲ ἁγνὴ Θεοκυῆτορ Μαρία μεγαλύνομεν.  

Ἐξαποστειλάριον τὸ Ἑωθινὸν Ἀναστάσιμον.

Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου.

Γυναῖκες ἀκουτίσθητε.

Τὸν πλοῦτον, ὅν μοι δέδωκας, τῆς χάριτος ὁ ἄθλιος, ἀποδημήσας ἀχρείως, κακῶς ἠνάλωσα Σῶτερ, ἀσώτως ζήσας δαίμοσι, δολίως διεσκόρπισα· διό με ἐπιστρέφοντα, ὥσπερ τὸν Ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον.

Ἕτερον, Ὅμοιον.

σκόρπισα τὸν πλοῦτόν σου, ἐκδαπανήσας Κύριε, καὶ πονηροῖς δαιμονίοις, καθυπετάγην ὁ τάλας· ἀλλὰ Σωτὴρ πανεύσπλαγχνε τὸν  Ἄσωτον οἰκτείρησον, καὶ ῥυπωθέντα κάθαρον, τὴν πρώπην ἀποδιδούς μοι, στολὴν τῆς σῆς βασιλείας.

Θεοτοκίον, Ὅμοιον.

γία Μητροπάρθενε, τὸ μέγα περιήχημα τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς  δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστου.

Εἰς τοὺς Αἴνους Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ καὶ Ἀνατολικὸν ἕν, καὶ τοῦ Τριῳδίου γ τὰ παρόντα Στιχ. Ἰδιόμελα.  

Ἦχος β

Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με.

Στίχ. ξομολογήσομαί σοι Κύριε.

Ἦχος δ

ς ὁ Ἄσωτος Υἱὸς ἦλθον κᾀγὼ οἰκτίρμον, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ, ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. νάστηθι Κύριε ὁ Θεός μου.

Ἦχος πλ. δ

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ  οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα... Ἦχος πλ. β

Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι' ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.  

Καὶ νῦν... περευλογημένη ὑπάρχεις...

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις. Καὶ ἡ συνήθης Λιτὴ ἐν ᾗ ψάλλομεν τὸ Ἑωθινὸν Ἰδιόμελον, καὶ ἀναγινώσκονται αἱ Κατηχήσεις. 

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ τυπικά, καὶ οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἀπὸ τοῦ Κανόνος ἡ στ Ὠδή.

Ἀπόστολος.

Προκείμενον. Ἦχος α' [Ψαλμός λβ΄ 32]

Στίχ.  Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς.

Στίχ.  γαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου

Κεφ.  6: 12-20

δελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ῾Αγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῶ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.

λληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός ιζ' 17]

 

Στίχ. Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ

Στίχ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ. 

Εὐαγγέλιον.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 15: 11-32

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ἂνθρωπός τις εἶχε δύο υἱούς· καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακράν· καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν, εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. ῏Ην δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν. Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί εἴη ταῦτα; Ὁ δὲ εἶπεν αὐτῷ, ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ, σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. 

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.