The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΚΥΡΙΑΚΗ Δ’ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

 

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ

ΤΟΥ ΣΥΓΓΡΑΦΕΩΣ ΤΗΣ ΚΛΙΜΑΚΟΣ

 

ΤΩ ΣΑΒΒΑΤΒ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν καὶ τὴν συνήθη Στιχολογίαν εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα, τῆς Ὀκτωήχου ς’, καὶ τὰ παρόντα Προσόμοια τοῦ Ὁσίου γ’, δευτεροῦντες τὸ α’.

Ἦχος πλ. δ'

Ὢ του παραδόξου θαύματος.

Πάτερ Ἰωάννη Ὅσιε, διαπαντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα, λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν, ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν τὴν τούτου Μάκαρ, καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.

Πάτερ Ἰωάννη Ὅσιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου, ἀναλαβόμενος τῷ Παντεπόπτῃ, κατηκολούθησας, σῶμα δυσήνιον ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος τοῦ θείου Πνεύματος.

Δόξα... Ἦχος πλ. α’

σιε Πάτερ τῆς φωνῆς τοῦ Εὐαγγελίου, τοῦ Κυρίου ἀκούσας, τὸν Κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσιν ἐβόας· Ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγιων, ὧν ταίς ἱκεσίαις Χριστὲ φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον, τὸ τῆς Ὀκτωήχου 

Ἀπόστιχα Ἀναστάσιμα τὰ κατ' Ἀλφάβητον. 

Δόξα... τοῦ Ὁσίου.

Ἰδιόμελον  Ἦχος β’

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα Ἰωάννην τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκω τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν Ὁσιότητι καὶ δικαιοσύνῃ.

Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτὸς

θαύματος καὶ νοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον.

Καὶ τοῦ Ὁσίου.

Ἦχος πλ. δ’

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς  ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ  Οἰκουμένῃ λάμπων τοῖς  θαύμασιν Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ  χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὸν Ἑξάψαλμον, καὶ τὴν συνήθη Στιχολογίαν, ψάλλονται τὰ Ἀναστάσιμα Εὐλογητάρια. Εἶτα οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου. Πᾶσα πνοὴ καὶ τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον. Μετὰ δὲ τό, Ἀνάστασιν Χριστοῦ καὶ τὸν Ν', ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.

Δόξα...

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς Ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· Ἀλλ' ὡς Οἰκίρμων κάθαρον εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Ὅμοιον.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με ὁ Θεός...

Ἦχος πλ. β’

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς Κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Εἶτα οἱ Κανόνες. Ὁ Ἀναστάσιμος μετὰ τοῦ τῆς Θεοτόκου εἰς ς’, τοῦ Τριῳδίου εἰς δ’ καὶ τοῦ Ὁσίου εἰς δ’.

Ὁ Κανὼν τοῦ Τριῳδίου 

Ὠδὴ  α’  Ἦχος πλ. α’

Τῷ σωτῆρι Θεῷ.

μοιώθην Χριστέ, τῷ ἐν χερσὶ τῶν λῃστῶν περιπεσόντι, καὶ τυπτήμασιν ἡμιθανεῖ ὑπὸ τούτων, καταλειφθέντι Σωτήρ, κἀγὼ οὕτω πέπληγμαι, ταῖς ἁμαρτίαις μου.

Μὴ παρίδῃς ἐμέ, τὸν ἀσθενοῦντα δεινῶς, ἐβόα Σῶτερ ὀδυρόμενος, εἰς τοὺς λῃστὰς ὁ τὸν πλοῦτον ἀποσυλήσας σου, κᾀγὼ οὕτω δέομαι· οἴκτειρον σῶσόν με.

ατρεύσας ἐμέ, τὸν μαστιχθέντα τὸν νοῦν, ταῖς ἁμαρτίαις ἐν ταῖς μάστιξιν, ὑπὸ λῃστῶν τῶν ἀδίκων καὶ πονηρῶν λογισμῶν, Χριστὲ Σωτὴρ σῶσόν με, ὡς πολυέλεος.

Θεοτοκίον.

χραντε Μήτηρ Χριστοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως σῶσαι οὕς ἔπλασεν.

Κανὼν τοῦ Ὁσίου. Ποίημα Ἰγνατίου.

Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας.

ν φωτὶ ἀΰλῳ καὶ νοητῷ, ἐκ τῆς κατηφείας, τῶν ἐνύλων ἀναδραμών, Ἰωάννη Ὅσιε λιταῖς σου, ταῖς πρὸς τὸν Κύριόν με φώτισον.

ς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν πικρίαν τῶν ἡδονῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς αἰσθήσεις ἡμῶν.

πιβὰς τῷ ὕψει τῶν ἀρετῶν, καὶ τὰς χαμαιζήλους, διαπτύσας τῶν ἡδονῶν, γλυκασμὸς ἐδείχθης σωτηρίας, Ὅσιε Πάτερ τῷ ποιμνίῳ σου.

Θεοτοκίον.

Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὸ χαλεπόν, θεράπευσον τραῦμα καὶ καρδίας, τὴν ἀλγηδόνα καταπράϋνον.

Καταβασία.

νοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ  Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Ὠδὴ  γ’

Στερέωσον ἡμᾶς.

δῷ ἐν τῇ τοῦ βίου Χριστὲ δεινῶς ὁδεύων τετραυμάτισμαι, ὑπὸ λῃστῶν ἐν τοῖς πάθεσιν, ἀλλ' ἀνάστησόν με δέομαι.

σύλησαν τὸν νοῦν μου λῃσταί, καὶ ἔλιπόν με ἐν τοῖς μώλωψιν, ἡμιθανῆ τῶν πταισμάτων μου ἀλλὰ ἴασαί με Κύριε.

γύμνωσάν με Σῶτερ Χριστέ, τῶν ἐντολῶν σου τὰ παθήματα, καὶ ἡδοναῖς μεμαστίγωμαι, ἀλλ' ἐπίχεέ μοι ἔλεος.

Θεοτοκίον.

κέτευε ἀπαύστως Ἁγνή, τον προελθόντα ἐκ λαγόνων σου ῥυσθῆναι πλάνης διαβόλου τοὺς ὑμνοῦντάς σε Θεόνυμφε.

Ἄλλος.

Σὺ εἶ τὸ στερέωμα.

φλεξας τῷ ἄνθρακι, τῷ τῆς ἀσκήσεως Ὅσιε, τὴν τῶν παθῶν, ἄκανθαν καὶ θάλπεις, Μοναστῶν τὰ συστήματα.

Μύρον ἁγιάσματος ἐκ τῶν ἀσκητικῶν Ὅσιε ἀρωμάτων, ὅλος συνετέθης, εἰς ὀσμὴν εὐωδίας Θεοῦ.

Νόμοις τοῖς  ἀσκήσεως ἐμμελετῶν τὰ πάθη ἐβύθισας, ὥσπερ ἄλλους, πρὶν Φαραωνίτας, τῇ  ῥοῇ τῶν δακρύων σου.

Θεοτοκίον.

Στῆσόν μου τὸν ἄστατον, τῶν λογισμῶν ἁγνὴ τάραχον Μῆτερ Θεοῦ, τὴν πρὸς τὸν Υἱόν σου, κατευθύνουσα κίνησιν.

Καταβασία.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα Τοῦ Τριῳδίου.

Ἦχος πλ. α’  Τὸ ξένον τῆς Παρθένου.

Τὸν ἄχραντον Σταυρόν, σου Σωτὴρ ἡμῶν ὡς ὅπλον σωτηρίας κατέχοντες, ἐν αὐτῷ σοι βοῶμεν· Σῶσον ἡμᾶς, ὁ παθὼν ἑκουσίως ὑπὲρ ἡμῶν, ὁ πάντων Θεὸς ὡς πολυέλεος.

Δόξα... Κάθισμα τοῦ Ὁσίου.

Ἦχος δ'  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ταῖς ἀρεταῖς πρὸς οὐρανὸν ἀναλάμψας, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν Δαιμόνων ἐνέδρας, σκέπεις ἐκ τῆς λώβης δέ, τοὺς ἀνθρώπους τῆς τούτων, ὦ Ἰωάννη, κλῖμαξ ἀρετῶν· καὶ νῦν πρεσβεύεις σωθῆναι τοὺς δούλους σου.

Καὶ νῦν ... Θεοτοκίον Ὅμοιον.

ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ· Δέσποινα ἐν κόλποις σου σαρκικῶς ὁ Θεός γάρ, οὕτω βασιλεύσας τε, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

Ὠδὴ  δ’

Εἰσακήκοα Κύριε.

Λῃσταί μου ἐσύλησαν, τὴν ἐργασίαν τὴν ἔνθεον, καὶ κατέλιπόν με, ταῖς πληγαῖς τιμωρούμενον.

ξέδυσάν Σῶτέρ με, τῶν ἐντολῶν σου, οἱ ἄστατοι λογισμοί μου· ὅθεν μεμαστίγωμαι πταίσμασι.

Λευΐτης τοῖς  μώλωψι τραυματισθέντα ὡς εἶδέ με παρῆλθε Σωτήρ μου, ἀλλὰ σύ με διάσωσον.

Θεοτοκίον.

Κυρίως δοξάζομεν σὲ Θεοτόκε ἀνύμφευτε, καὶ τῷ σῷ λιμένι, οἱ πιστοὶ καταφεύγομεν.

Ἄλλος.

Εἰσακήκοα Κύριε.

ς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν Παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, δι΄ ἧς πάντας ἔθρεψας τοὺς τιμῶντάς σε.

Νομοθέτην ἀσκήσεως, καὶ τῶν μοναστῶν κανόνα πραότατον, ὡς Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι Πάτερ μακαρίζομεν.

Φυτευθεὶς ἐν τοῖς ὕδασι, τοῖς  τῆς ἐγκρατείας, ὤφθης μακάριε, κλῆμα Πάτερ εὐθαλέστατον εὐσεβείας βότρυας προβαλλόμενον.

Θεοτοκίον.

πὸ χρόνον γενόμενον, τὸν ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκλάψαντα Θεομῆτορ ἡμῖν τέτοκας, ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.

Καταβασία.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ  δυνάμει σου Κύριε.

Ὠδὴ ε’

Ἐκ νυκτὸς ὀρθρίζοντες.

ησοῦ ἐπίσκεψαι, τοὺς μώλωπας ψυχῆς τῆς ἐμῆς, καθάπερ πάλαι, τὸν ἐν χερσὶ πεσόντα λῃστῶν, καὶ ἰάτρευσόν μου, Χριστέ, τὸ ἄλγος δέομαι.

λγεινῶς ταῖς μάστιξιν, ἠσθένησε ψυχή μου Χριστὲ ταῖς τῶν πταισμάτων, καὶ ἔνθεν γυμνὸς περίκειμαι, ἀρετῶν ἐνθέων, καθικετεύω, Σῶσόν με.

ερεὺς ὡς εἶδέ με, καὶ Λευΐτης οὐκ ἴσχυσε σαφῶς· παρῆλθον γάρ με, ἀλλ' αὐτὸς ὡς εὔσπλαγχνος, νῦν τὴν σωτηρίαν, παρέσχες καὶ διέσωσας.

Θεοτοκίον.

Μὴ παρίδῃς Δέσποτα, τὸν δείλαιον ἐμὲ δυσωπῶ τὸν μαστιχθέντα τὸν νοῦν ἀλγεινῶς ὑπὸ λῃστῶν, ἀλλ' οἰκτείρησον πρεσβείαις Σωτὴρ τῆς κυησάσης σε.

Ἄλλος.

Ἵνα τί με ἀπώσω.

Σβέσας πάντα τὰ πάθη δρόσῳ τῶν ἀγώνων σου, Πάτερ μακάριε, δαψιλῶς ἀνῆψας, τῷ πυρὶ τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνον, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας.

Τὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου, Πάτερ ἐξέθρεψας, καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας, πνευματικὸν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου.

πομείνας γενναίως, προσβολὰς καὶ στίγματα, τῶν ἐναντίων ἐχθρῶν, ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ , ἐπὶ νομὰς τῆς ἐγκρατείας, καὶ ἐφ΄ ὕδωρ ἐκτρέφων Μακάριε.

Θεοτοκίον.

ήσεσι σῶν χειλέων, Πάναγνε ἑπόμενοι, σὲ μακαρίζομεν· μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν.

Καταβασία.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ  θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς  ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὠδὴ ς’

Ἐκύκλωσέ με ἄβυσσος.

Τοῖς πάθεσιν ἠνάλωσα, τὸν βίον τὸν ἔνθεον Δέσποτα, καὶ ὅλως τοῖς  πταίσμασι, δεινῶς μαστιζόμενος, κατέφυγόν σοι, οἰκτείρησόν με δέομαι.

φήρπασαν τὸν πλοῦτόν μου, καὶ ὥσπερ νεκρόν με κατέλιπον, λῃσταὶ τοῖς  παθήμασι, τὸν νοῦν μου μαστίξαντες, ἀλλ' οἰκτειρήσας, διάσωσόν με Κύριε.

ς εἶδεν ὁ Λευΐτης μου, μαστίγων τὸ ἄλγος, τοὺς μώλωπας μὴ φέρων παρῆλθέ με, αὐτὸς δὲ Φιλάνθρωπε, κατέχεάς μοι, το πλούσιόν σου ἔλεος.

Θεοτοκίον.

Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, Ὀρθοδόξων καύχημα.

Ἄλλος.

Ἱλάσθητί μοι Σωτὴρ.

δέξω ἐν τῇ ψυχῇ, τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, ἐγκρατείας πόνους, δι ὧν οἶκος ἐγνωρίσθης Θεοῦ.

λης τῆς κάτω Σοφὲ παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, ὤφθης κληρονόμος, διὰ βίου τελειότητα.

δρῶσιν ἀσκητικοῖς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ἀληθῶς, καὶ τὸ πῦρ τῆς πίστεως, ἐκλάμψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.

Θεοτοκίον.

ξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ΄ ἕνωσιν ἄρρητον, ἐκ σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν Κόσμον κατεφώτισε.

Καταβασία.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον  Ἦχος δ’

Ἐπεφάνης σήμερον.

ν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Ὁ Οἶκος.

Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατείᾳ ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ἧς ἀνυψώθης· διὸ καὶ ἐφωτίσθης εὐχαῖς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ τῶν Νηστειῶν, μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος.

Στίχοι

σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἰωάννης,

Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους.

Σύγγραμμα λιπὼν Κλίμακα τῇ  ἀνόδῳ,

Δείκνυσιν αὐτοῦ πορείαν τῆς ἀνόδου.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ  ζ’

Ὁ ὑπερυψούμενος.

Λῃσταὶ περιέπεσαν ἐπ' ἐμὲ τὸν δείλαιον, καὶ μάστιξιν ἔλιπον νεκρὸν ὥσπερ ἄπνουν με· διό σε ἱκετεύω, ὁ Θεὸς ἐπίσκεψαί με.

Τὸν νοῦν μου ἐσύλησαν λογισμοὶ οἱ ἄστατοι καὶ πλήξαντες πάθεσι, νεκρόν με ἔλιπον, τῷ πλήθει τῶν πταισμάτων, ἀλλὰ Σῶτερ ἴασαί με.

ς εἶδε Λευΐτης με, ταῖς πληγαῖς ὀδυνώμενον, μὴ φέρων τοὺς μώλωπας, διὰ τὸ ἀνίατον παρῆλθέ με Σωτήρ μου, ἀλλ' αὐτὸς ἰάτρευσόν με.

Θεοτοκίον.

Σὺ ὁ ἐκ Παρθένου με σαρκωθεὶς διέσωσας, τοῖς  μώλωψι χέας μου, τὸ πλούσιον ἔλεος Χριστὲ τῶν οἰκτιρμῶν σου, διὰ τοῦτό σε δοξάζω.

Ἄλλος.

Οἱ ἐκ τῆς Ἰουδαίας.

ν τῇ χλόῃ τῆς ἄνω, βασιλείας, τὴν ποίμνην Πάτερ ἐξέθρεψας καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ν τῇ ἄνω εἰσῆλθες, νυμφικῇ εὐωχίᾳ, τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος ἀξίαν τοῦ καλοῦντος, ἐν ᾧ καὶ ἀνεκλίθης βοῶν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἀνεδείχθης, τῆς ἐγκρατείας Πάτερ λογισμοὺς κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

κ γαστρός σου προῆλθε, σαρκωθεὶς ἐκ Παρθένου τῶν ὅλων Κύριος· διό σε Θεοτόκον, φρονοῦντες ὀρθοδόξως, τῷ Υἱῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταβασία.

Οὐκ ἐλάτρευσαν τῇ  κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ  η’

Σοὶ τῷ παντουργῷ.

πὸ τῶν λῃστῶν τῶν λογισμῶν μου Σῶτερ διέφθειρα βίον μου πταισμάτων μάστιξιν· ὅθεν τῆς θείας γεγύμνωμαι εἰκόνος σοῦ τοῦ φιλανθρώπου Θεοῦ ἀλλ' οἴκτειρόν με.

λθες ἐπὶ γῆς, ἐκ τῶν ὑψίστων Σῶτερ, οἰκτείρας τὸν μάστιξι, τραυματισθέντα με, ὅλον πταισμάτων τοῖς  μώλωψιν οἰκτίρμον, καὶ ἐξέχεάς μοι, Χριστὲ τὸ ἔλεός σου.

Σῶμα καὶ ψυχήν, σὺ ὁ Δεσπότης Σῶτερ, ἀντίλυτρον δέδωκας ἐμοῦ καὶ ἔσωσας, ὅλου πταισμάτων, ἑσμῷ τραυματισθέντος, ἐν ταῖς ἀνιάτοις, πληγαῖς ὡς ἐλεήμων.

Θεοτοκίον.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῷ τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος.

Τὸν Βασιλέα τῶν οὐρανῶν.

Στήλην σε ἔμπνουν ὡς ἀληθῶς καὶ εἰκόνα ἐγκρατείας Πάτερ κεκτημένοι πάντες σου τὴν μνήμην τιμῶμεν Ἰωάννη.  

Θίασος χαίρει τῶν Μοναστῶν, καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ Δικαίων· στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω.

ραϊσμένος ταῖς ἀρεταῖς εἰς νυμφῶνα τῆς ἀρρήτου δόξης συνεισῆλθες, ὕμνον ἀναμέλπων, Χριστῷ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους μὴ παρίδῃς Παρθένε ὑμνοῦντας καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.

Καταβασία.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Ἡσαΐα χόρευε.

ντολάς σου Δέσποτα μὴ φυλάξας, γνώμῃ ἐμαυτοῦ, τοῖς  πάθεσιν ὑπελθών, τοῖς  τῶν ἡδονῶν, γεγύμνωμαι χάριτος, καὶ ταῖς πληγαῖς ἔρριμμαι γυμνός· ὅθεν αἰτοῦμαί σε, τὸν Σωτῆρα διασῶσαί με.

Οὐ Λευΐτης ἴσχυσεν, ἀποσμῆξαι, μώλωπας ἐμούς, ἀλλ' ἦλθες ὁ ἀγαθός, πρός με συμπαθῶς καὶ ἔχεας ἔλεος σῶν οἰκτιρμῶν, Σῶτερ ἐπ΄ ἐμὲ ὥσπερ πανάριστος, ἰατρός με ἰασάμενος.

ς ὑπάρχων εὔσπλαγχνος, κατοικτείρας ἔσωσας Χριστὲ τὸν μάστιξιν ἀλγεινῶς, ὑπὸ τῶν λῃστῶν, Σωτὴρ μαστιχθέντα με καὶ τὴν ψυχὴν σῶμά τε σαυτοῦ ὥσπερ δηνάρια δύο δέδωκας ἀντίλυτρον.

Θεοτοκίον.

πὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοὶ καὶ παρθενικῶς, ἡ κύησις γέγονεν· καὶ γὰρ Θεός, ἐστιν ὁ τεχθείς· Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Ἄλλος.

Τὴν Ἁγνὴν ἐνδόξως.

ατὴρ νοσούντων ἐν πταίσμασι θεόθεν Μακάριε, ἐλατὴρ δὲ ἐδείχθης καὶ διώκτης τῶν πονηρῶν πνευμάτων· διό σε μακαρίζομεν.

Τὴν γῆν ὡς φθορᾶς οἰκητήριον, κατέλιπες Πάτερ, καὶ εἰς γῆν κατεσκήνωσας, τῶν πραέων, καὶ σὺν αὐτοῖς ἀγάλλῃ, τῆς θείας ἀπολαύων τρυφῆς.

Σήμερον ἡμέρα ἑόρτιος· πάντα συγκαλεῖ γὰρ τῶν μοναζόντων τὰ ποίμνια, εἰς χορείαν πνευματικήν, τράπεζαν, καὶ βρῶσιν ἀκηράτου ζωῆς.

Θεοτοκίον.

ἐν σοὶ σκηνωσας Πανάμωμε, τὸν πρὶν τοὺς γενάρχας κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλών, ἐτέχθη, καὶ πάντας ἡμᾶς ἔσωσε.

Καταβασία.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον.

Τὸ Ἑωθινὸν Ἀναστάσιμον.

Καὶ τοῦ Ὁσίου.

Γυναῖκες ἀκουτίσθητε.

Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας, καὶ ἀτροφίᾳ τὴν σάρκα, μαράνας ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλούτησας, οὐράνιον ἀοίδιμε· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν Ἰωάννη.

Θεοτοκίον  Ὅμοιον.

Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σοῦ σεσωσμένοι· καὶ γὰρ Θεὸν ἐκύησας, ἀπορρήτως τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς ἑαυτὸν δ' ἑλκύσαντα, Ὁσίων δήμους, μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

Εἰς τοὺς Α ἲ ν ο υ ς 

Ψάλλομεν τὰ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. 

Δόξα... Τὸ παρὸν Ἰδιόμελον.

Ἦχος α’

Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ' ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

Καὶ νῦν... Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.Δοξολογία μεγάλη καὶ Ἀπόλυσις

Δοξολογία μεγάλη.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ ς’ Ὠδή,

Ὁ Ἀπόστολος.

Προκείμενον  Ἦχος βαρὺς.

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ. νέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου, τὸ Ἀνάγνωσμα

(Κεφ ς', 13-20)

δελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς ἐπεὶ κατ΄ οὐδενὸς εἶχε μείζονος ὁμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς  κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

Ἕτερος τοῦ Ὁσίου Ἰωάννου.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ. 5:8-19

δελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνη καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

λληλούϊα [γ΄]. Ἦχος βαρύς [Ψαλμός 91]

Στίχ. γαθόν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Εὐαγγέλιον,

κ τοῦ κατὰ Μάρκον

Κεφ. 9: 17-31

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπος τις προσῆλθε τῷ ᾿Ιησοῦ, γονυπετῶν αὐτῷ, καὶ λέγων· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον· καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς Μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὼν αὐτὸν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε· παιδιόθεν. Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ τὸ, Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγε· Πιστεύω, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ ᾿Ιησοῦς, ὅτι ἐπισυντρέχει ὁ ὄχλος, ἐπετίμησε τῷ πνεύματι, τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω· Ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτὸν, ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. Ὁ δὲ ᾿Ιησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς, ἤγειρεν αὐτόν, καὶ ἀνέστη. Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ Μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν· ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. Καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰμὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. Ἐδίδασκε γὰρ τοὺς Μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς· Ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς, τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

Κοινωνικὸν.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ κατανυκτικά δ’, τὰ κατὰ τὸν τυχόντα Ἦχον, τὰ ἑπόμενα τοῦ Τριῳδίου γ’, καί τοῦ Μηναίου γ’. 

Στιχηρὰ Προσόμοια, ποίημα Ἰωσὴφ.

Ἦχος γ'  Μεγάλη τοῦ Σταυροῦ σου.

Μεγίστους ἐν καιρῷ, πιστοὶ ἐπιδειξώμεθα, τῆς ἐγκρατείας πόνους, ὅπως μεγίστης δόξης ἐπιτύχωμεν ἐλέει, τοῦ μεγάλου Θεοῦ καὶ Βασιλέως, ἀπολυτρούμενοι, τῆς φλογὸς τῆς γεέννης.

Τὸν χρόνον τῆς Νηστείας, νῦν ὑπερμεσάσαντες, ἀρχὴν ἐνθέου δόξης, σαφῶς ἐπιδειξώμεθα, καὶ εἰς τέλος ἐναρέτου πολιτείας, φθάσαι θερμῶς σπεύσωμεν, ὅπως ληψώμεθα, τὴν τρυφὴν τὴν ἀγήρω.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος βαρὺς.

Καταφρονήσαντες π άντων.

περμεσάσαντες ταύτην, τὴν ἱερὰν τῆς Νηστείας περίοδον, πρὸς τὸ μέλλον ἐν χαρᾷ, διευθυδρομήσωμεν, εὐποιΐας ἐλαίῳ, τὰς ψυχὰς ἀλειφόμενοι, ὅπως ἀξιωθῶμεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τὰ θεῖα Παθήματα, προσκυνῆσαι, προφθάσαι, καὶ τὴν φρικτὴν καὶ ἁγίαν Ἀνάστασιν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

Δόξα... Καὶ νῦν...Θεοτοκίον.

 Εἴσοδος, τὸ Φῶς ἱλαρόν,

Προκείμενον  Ἦχος πλ. δ’

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ. σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ. δέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος βαρὺς.

τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.

Ἕτερον Ἰδιόμελον Ποίημα Στεφάνου.

Ἦχος πλ. β’

Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.

Μαρτυρικὸν.

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

ρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον Παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα τοὺς ἀθέους τυράννους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  

Τό, Κύριε ἐλέησον, μ’ πραείᾳ φωνῇ. 

Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν... 

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.

Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.