The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΚΥΡΙΑΚΗ Γ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ

 

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ 

Εἰς τό, Κύριε ἐκέκραξα, τὰ παρόντα Στιχηρὰ Προσόμοια, εἰς δ, δευτεροῦντες τὸ α.

Ἦχος πλ. β

Αἱ Ἀγγελικαὶ.

Νῦν Ἀγγελικαί, στρατιαὶ δορυφοροῦσι, Ξύλον τὸ σεπτόν, εὐλαβῶς περικυκλοῦσαι, καὶ πάντας συγκαλοῦσαι, τοὺς πιστοὺς εἰς προσκύνησιν. Δεῦτε οὖν νηστεία φαιδρυνθέντες, προσπέσωμεν αὐτῷ χαρᾷ καὶ φόβῳ, πιστῶς κράζοντες· Χαίροις ὁ τίμιος Σταυρός, τοῦ Κόσμου ἀσφάλεια.

να τοῦ Ἀδάμ, ἀφανίσῃς τὴν κατάραν, σάρκα τὴν ἡμῶν, προσλαμβάνεις δίχα ῥύπου, σταυροῦσαι δὲ καὶ θνῄσκεις, Ἰησοῦ ὑπεράγαθε· ὅθεν τὸν Σταυρόν σου καὶ τήν λόγχην, σπόγγον τε καὶ τὸν κάλαμον, τοὺς ἥλους, πιστῶς σέβομεν, καὶ τὴν Ἀνάστασιν τὴν σήν, ἰδεῖν ἐξαιτούμεθα.

Κλείει τὴν Ἐδὲμ διὰ ξύλου πάλαι ὄφις, ξύλον δὲ Σταυροῦ ὑπανοίγει ταύτην πᾶσι τοῖς θέλουσι νηστείᾳ καθαρθῆναι καὶ δάκρυσι. Δεῦτε οὖν προκείμενον ὁρῶντες αὐτῷ προσπέσωμεν ἐν φόβῳ, πιστοὶ κράζοντες· Ἄνοιξον πύλας οὐρανῶν Σταυρὲ τοῖς ποθοῦσί σε.

Δόξα... Καὶ νῦν...

Σταυροθεοτοκίον, Ὅμοιον.

τε τῷ σταυρῷ προσηλούμενον ἑώρα, Λόγε τοῦ Θεοῦ ἡ ἀσπόρως σε τεκοῦσα ἠλάλαζε βοῶσα· οἴμοι τέκνον γλυκύτατον! τίς σου ἡ ταπείνωσις Θεέ μου; πῶς ὁ ἀπαθής τὸ πάθος φέρεις ἀδίκῳ κρίματι; Ὑμνολογῶ σου τὴν φρικτὴν καὶ ἄκραν συγκατάβασιν.

Ἀπόστιχα προσόμοια. 

Ἦχος β

Οἶκος τοῦ Εὐφραθᾶ.

Λυθέντες τῶν δεσμῶν, τῆς πάλαι καταδίκης, πιστοὶ Σταυροῦ τῷ ξύλῳ, τὸν ἐν αὐτῷ παγέντᾳ, Χριστὸν δοξολογήσωμεν.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. 

γε νῦν  σὺν ἡμῖν, Δαυῒδ τὴν λύραν κίνει, Χριστὸν ὑψοῦτε ψάλλων, πιστοὶ καὶ προσκυνεῖτε, αὐτοῦ τὸ ὑποπόδιον.

Στίχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

ψώμεθα λαοί, προκείμενον τὸ Ξύλον, δι' οὗ τὴν σωτηρίαν, ἡμῖν Χριστὸς βραβεύει, καὶ πίστει ἀσπασώμεθα.

Δόξα... Καὶ νῦν...

Σταυροθεοτοκίον, Ὅμοιον.

ψούμενον Σταυρῷ, ὑπὲρ βροτῶν ὁρῶσα, τὸν σὸν Υἱὸν Παρθένε ἐβόας θρηνῳδοῦσα· Δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Ἀπολυτίκιον  Ἦχος α.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

ΕΝ ΔΕ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακὸν καὶ τὸ Κάθισμα ὅλον τό, Μακάριος ἀνὴρ εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ς, καὶ τὰ παρόντα τοῦ τιμίου Σταυροῦ, Προσόμοια δ.

Ἦχος πλ. α

Χαίροις ἀσκητικῶν ἀληθῶς.

Λάμψον ὁ τοῦ Κυρίου Σταυρὸς τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος καρδίας τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων κοσμοπόθητε, δι' οὗ τῶν δακρύων, ἐξηφανίσθη κατήφεια καὶ τοῦ θανάτου, τῶν παγίδων ἐρρύσθημεν, καὶ πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν, δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου πιστῶς αἰτουμένοις σὴν πλουσίαν προστασίαν καὶ μέγα ἔλεος.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος τὸ ξύλον τῆς ἀφθαρσίας τὸ ἐξανθῆσαν ἡμῖν αἰωνίου δόξης τὴν ἀπόλαυσιν, δι' οὗ τῶν δαιμόνων ἀποδιώκονται φάλαγγες καὶ τῶν Ἀγγέλων συνευφραίνονται τάγματα, καὶ συστήματα τῶν πιστῶν ἑορτάζουσιν, ὅπλον ἀκαταγώνιστον κραταίωμα ἄρρηκτον τῶν Βασιλέων τὸ νῖκος τῶν Ἱερέων τὸ καύχημα, Χριστοῦ νῦν  τὰ πάθη καὶ ἡμῖν δίδου προφθάσαι, καὶ τὴν Ἀνάστασιν.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον ἡ θύρα τοῦ Παραδείσου ὁ τῶν πιστῶν στηριγμὸς τὸ τῆς Ἐκκλησίας περιτείχισμα, δι' οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις καὶ ὑψώθημεν ἀπὸ γῆς πρὸς οὐράνια, ὅπλον ἀκαταμάχητον δαιμόνων ἀντίπαλε δόξα Μαρτύρων Ὁσίων ὡς ἀληθῶς ἐγκαλλώπισμα λιμὴν σωτηρίας ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δεῦρο τῶν Πρωτοπλάστων δυὰς ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν, τῷ φθόνῳ τοῦ βροτοκτόνου διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως· ἰδοὺ τὸ πανσέβαστον ὄντως Ξύλον προσέρχεται· ᾧ προσδραμόντες, ἐν χαρᾷ περιπτύξασθε καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως. Σὺ ἡμῶν ἡ ἀντίληψις Σταυρὲ πανσεβάσμιε, οὗ τοῦ καρποῦ μετασχόντες τῆς ἀφθαρσίας ἐτύχομεν· Ἐδὲμ τὴν προτέραν κομισάμενοι βεβαίαν καὶ μέγα ἔλεος.

Δόξα... Ἦχος γ

Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ τὴν ἑκούσιον σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν, ἀλλ' οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς Παντοδύναμος.

Καὶ νῦν...

Θεοτοκίον, τὸ τῆς Ὀκτωήχου. 

Εἴσοδος τό, Φῶς ἱλαρόν...

Προκείμενον

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Εἰς τὴν Λιτὴν.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. α

ρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ σταυροῦ γυμνὸν κρεμάμενον τὸν Δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς συνέστειλε, καὶ ἡ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων καὶ Ἀγγέλων αἱ δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

Ἀπόστιχα τὰ κατ' Ἀλφάβητον Ἀναστάσιμα.

Δόξα... Καὶ νῦν... Ἦχος δ

συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυῒδ τῷ πιστῷ ἡμῶν ὑποτάξαι τὸν ἀλλόφυλον Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς τὰ ἀρχαῖα ἐλέη σου καὶ γνώτωσαν ἀληθῶς ὅτι σὺ εἶ Θεὸς καὶ ἐν σοὶ πεποιθότες νικῶμεν πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρὸς δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον  Ἦχος πλ. α

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. (ἐκ β' )

Καὶ τοῦ Σταυροῦ  Ἦχος α

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. (Ἅπαξ)

Καὶ ἡ λοιπή, Ἀκολουθία τῆς, Ἀγρυπνίας.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον εἰς τό, Θεὸς Κύριος Ἀπολυτίκιον Ἀναστάσιμον τὸ τοῦ τυχόντος Ἤχου.

Δόξα... Ἦχος α

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Καὶ νῦν... Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Εἶτα ἡ συνήθης Στιχολογία, εἰς ἣν λέγομεν Καθίσματα Ἀναστάσιμα. Μετὰ δὲ τὸν Πολυέλεον τὸ παρὸν Κάθισμα τοῦ Σταυροῦ

Ἦχος πλ. δ

Τὸ προσταχθὲν μυστικῶς.

ν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς, ὃν ὁρῶντες προσκυνούμενον, Θεῷ ἐν πίστει λαοὶ συμφώνως ἀνακράξωμεν, πλήρης δόξης ὁ οἶκος αὐτοῦ.

Οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου καὶ τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. Μετὰ δὲ τὸ Ἀνάστασιν Χριστοῦ... καὶ τὸν Ν' ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.

Δόξα... Ἦχος πλ. δ

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς Ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος ὅλον ἐσπιλωμένον· Ἀλλ' ὡς οἰκτίρμων κάθαρον εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Ὅμοιον.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με ὁ Θεός...

Ἦχος πλ. β

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς Κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Οἱ Κανόνες, ὁ Ἀναστάσιμος ὁ Σταυροαναστάσιμος, τῆς Θεοτόκου εἰς η καὶ ὁ ἐφεξῆς Κανὼν τοῦ Σταυροῦ εἰς η.

Ποίημα τοῦ ἁγίου Θεοδώρου τοῦ Στουδίτου. 

Ὠδὴ α'  Ἦχος α

Ἀναστάσεως ἡμέρα.

Πανηγύρεως ἡμέρα, τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ· διὸ ἀλαλάξωμεν ἐπινίκιον  ᾄδοντες.

Προσκυνήσεως ἡμέρα τοῦ τιμίου Σταυροῦ δεῦτε πρὸς τοῦτον πάντες· τῆς γὰρ Ἐγέρσεως Χριστοῦ, τὰς αὐγὰς φωτοβολῶν, προτίθεται νῦν· Αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.

πιφάνηθι ὁ μέγας, τοῦ Κυρίου Σταυρός, δεῖξόν μοι ὄψιν θείαν, τῆς ὡραιότητός σου νῦν  ἄξιον προσκυνητήν, αἰνέσεώς σου· καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.

Αἰνεσάτωσαν συμφώνως, οὐρανὸς καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν, ὁ παμμακάριστος Σταυρός, ᾧ παγεὶς σωματικῶς, ἐτύθη Χριστός· Αὐτὸν ἀσπασώμεθα, ψυχικῶς ἀγαλλόμενοι.

Δόξα...

Τριὰς τοῖς χαρακτῆρσιν, ὦ Μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνὰς ἐν βουλῇ καὶ θελήσει, καὶ κράτους ἀρχή, τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.

Καὶ νῦν... Θεοτοκίον.

Πεῖραν ὅλως ἡ Παρθένος, μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητήν, Χριστὸν τὸν Θεόν· Αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα.

Καταβασία.

Εἰς Ἦχον καὶ Εἱρμὸν τὸν αὐτὸν.

θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

Ὠδὴ γ

Δεῦτε πόμα πίωμεν καινὸν.

Δεῦτε ᾆσμα ᾄσωμεν καινόν, τὴν κατάλυσιν ᾍδου πανηγυρίζοντες· ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.

Δεῦτε ἀρυσώμεθα πιστοὶ οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, Σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα.

Πάλαι ὅν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις Σταυρόν σου νῦν  προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα Δέσποτα Χριστέ, δι' οὗ καὶ σεσώσμεθα.

μμασι καὶ χείλεσιν ἁγνοῖς, ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοί, κροτοῦντες ἐν ᾄσμασι.

Δόξα...

να ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ, Πατέρα, Υἱὸν καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθᾳ.

Καὶ νῦν... Θεοτοκίον.

ν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι Σεμνὴ ἑώρακεν· ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ τῆς Θεότητος τὴν σήν, νηδὺν οὐ κατέφλεξεν.

Καταβασία.

Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς· μόνος γὰρ εἶ ἅγιος.

Καθίσματα Σταυρώσιμα.

Ἦχος πλ. β

Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις· δι' αὐτοῦ σοι προσπίπτομεν, Ἐλέησον ἡμᾶς.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Σήμερον τὸ Προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Δόξα...

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, Ἐλέησον ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε Παρθένε ἱκέτευε τὸν Υἱόν σου τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ καὶ ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν Θεὸν ἡμῶν σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὠδὴ δ

Ἐπὶ τῆς θείας φυλακῆς.

δοὺ ἀνέστη ὁ Χριστός, ταῖς Μυροφόροις Γυναιξίν, Ἄγγελος φησὶ μὴ θρηνεῖτε πορευθεῖσαι εἴπατε, τοῖς Ἀποστόλοις· Χαίρετε, σήμερον σωτηρία τῷ Κόσμῳ, ἡ τυραννίς τοῦ ἐχθροῦ, θανάτῳ λέλυται.

Τοῦ ζωηφόρου σου Σταυροῦ, τὴν προσκυνήσιμον χαρὰν σήμερον Χριστὲ ὑπαντῶντες προπομπὴν ποιούμεθα τοῦ παναγίου Πάθους σου, εἰς σωτηρίαν τοῦ Κόσμου, ἐναπειργάσω Σωτήρ, ὡς παντοδύναμος.

Σήμερον γίνεται χαρά, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ Σταυροῦ τὸ σημεῖον, Κόσμῳ ἐμφανίζεται, Σταυρὸς ὁ τρισμακάριστος· οὗτος γὰρ προτεθεὶς ἀναβλύζει, τοῖς προσκυνοῦσιν αὐτόν, χάριν ἀένναον.

Τί σοι προσάξωμεν Χριστὲ; ὅτι τὸν τίμιον Σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι ἐν ᾧ τὸ πανάγιον κατεκενώθη Αἷμά σου· ᾧ καὶ ἡ Σάρξ σου ἥλοις ἐπάγη, ὃν ἀσπαζόμενοι νῦν, εὐχαριστοῦμέν σοι.

Δόξα...

Μιᾶς Θεότητος ὑμνῶ τρεῖς ὑποστάσεις ἀμερῶς φύσεως ἁπλῆς δογματίζων, τὸν Πατέρα ἄναρχον, Υἱὸν καὶ Πνεῦμα ἅγιον, σύνθρονον Κυριότητα μίαν, ὁμοβασίλειον ἕν κράτος ἀΐδιον.

Καὶ νῦν... Θεοτοκίον.

Μόνη ἐφάνης γυναικῶν, χρῆμα πανθαῦμαστον Ἁγνή, πρᾶγμα φοβερόν· τὴν γὰρ φύσιν, σὺ ἐκαινοτόμησας ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν Παρθένος· ὁ γεννηθείς γὰρ ἐκ σοῦ Θεός ἐστιν ἀληθής.

Καταβασία.

πὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας συνέστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.

Ὠδὴ ε

Ὀρθρίσωμεν ὄρθρου βαθέος.

νέτειλας ἀπὸ τοῦ τάφου ἄδυτον φάος τῷ Κόσμῳ ἀστράπτων τὴν ἀφθαρσίαν, ἐκμειώσας Κύριε, θανάτου τὴν κατήφειαν, ἐκ τῶν περάτων ὡς εὔσπλαγχνος.

Προσέλθωμεν κεκαθαρμένοι τῇ ἐγκρατείᾳ θερμῶς, προσπτυσσόμενοι ἐν αἰνέσει, Ξύλον τὸ πανάγιον ἐν ᾧ Χριστὸς σταυρούμενος ἔσωσε Κόσμον ὡς εὔσπλαγχνος.

Χορεύουσιν ἐν εὐφροσύνῃ Ἀγγέλων τάξεις σήμερον Σταυροῦ σου τῇ προσκυνήσει· ἐν αὐτῷ γὰρ τέθραυκας, τὰς τῶν δαιμόνων φάλαγγας, σώσας Χριστὲ τὸ ἀνθρώπινον.

Παράδεισος ἄλλος ἐγνώσθη, ἡ Ἐκκλησία ὡς πρίν, ξύλον ἔχουσα ζωηφόρον, τὸν Σταυρόν σου Κύριε, ἐξ οὗ διὰ προσψαύσεως, ἀθανασίας μετέχομεν.

Δόξα...

Συνάναρχα τρία δοξάζω μιᾶς οὐσίας Θεὸν τὸν Πατέρα, Υἱὸν καὶ Πνεῦμα φῶς ἓν τριλαμπέστατον, ὁμοκρατὲς βασίλειον, ἐν ἀσυγχύτῳ ταυτότητι.

Καὶ νῦν... Θεοτοκίον.

κύησας φύσεως νόμῳ, ἀλλ' ὑπὲρ νόμον· σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία φρικτὸς καὶ νοούμενος, ὁ τρόπος καὶ λεγόμενος, τοῦ τοκετοῦ σου Πανάμωμε.

Καταβασία.

ρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς.

Ὠδὴ ς

Κατῆλθες ἐν τοῖς κατωτάτοις.

νέστης τὸν θάνατον θραύσας Χριστέ, ὥσπερ μέγας Βασιλεύς, ἐκ τῶν τοῦ ᾍδου ταμείων, ἀνακαλέσας ἡμᾶς, εἰς ἀπόλαυσιν Βασιλείας οὐρανῶν, εἰς γῆν ἀθανασίας.

Κροτοῦντες ἐν ᾄσμασι θείοις πιστοί, ἀλαλάξωμεν Θεῷ τὸν Σταυρὸν τοῦ Κυρίου κατασπαζόμενοι· ἁγιότητος ἀναβλύζει γὰρ πηγήν, πᾶσι τοῖς ἐν τῷ Κόσμῳ.

Πληροῦται ἡ ᾀσματογράφος φωνή· προσκυνοῦμεν γὰρ ἰδοὺ τῶν ἀχράντων ποδῶν σου, τὸ ὑποπόδιον Παντοδύναμε, τὸν Σταυρόν σου τὸν σεπτόν, τὸ τριπόθητον ξύλον.

εἶδε ξύλον τῷ σῷ ἄρτῳ βληθὲν Προφητῶν ὁ θρηνητὴς τὸν Σταυρόν σου οἰκτίρμον, κατασπαζόμενοι, ἀνυμνοῦμέν σου τὰ δεσμὰ καὶ τὴν ταφήν, λόγχην τε καὶ τούς ἥλους.

π' ὤμων ὅν περ κατεδέξω Χριστέ, φέρειν ἅγιον Σταυρόν, καὶ ἐν τούτῳ ἀρθῆναι, καὶ σταυρωθῆναι σαρκὶ προσπτυσσόμενοι, κομιζόμεθα ἰσχὺν κατ΄ ἐχθρῶν ἀοράτων.

Δόξα...

Μονάδα τρισὶ χαρακτῆρσιν ὑμνῶ, καὶ Τριάδα ἐν μιᾷ, φύσει προσκυνουμένην, Θεὸν τὰ τρία ὁμοῦ, φῶς τρισήλιον τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον.

Θαυμάτων τὸ μέγιστον θαῦμα ἐν σοὶ ὤφθη ἄσπιλε Ἀμνάς· τὸν γὰρ αἴροντα Κόσμου τὴν ἁμαρτίαν, Ἀμνὸν ἀπεκύησας, ὃν δυσώπει ἐκτενῶς, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Καταβασία.

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

Κοντάκιον.

Αὐτόμελον  Ἦχος βαρὺς.

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ· Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Ὁ Οἶκος.

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Στίχοι

Τὸν Σταυρὸν γῆ σύμπασα προσκυνησάτω,

Δι' οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.

Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.  

Ὠδὴ ζ

Ὁ Παῖδας ἐκ καμίνου.

νέστης ἐκ τοῦ τάφου τριήμερος, ὡς ὁ ὑπνῶν Κύριε, ᾍδου πυλωρούς, πατάξας θείᾳ δυνάμει, καὶ τοὺς πάλαι ἐγείρας Προπάτορας, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Τῇ λύρᾳ τῶν ᾀσμάτων χορεύοντες, ἀγαλλιασώμεθα, σήμερον λαοὶ τῇ τοῦ Σταυροῦ προσκυνήσει, τὸν ἐν τούτῳ παγέντα Χριστὸν δοξάζοντες, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον.

δείξας τὸ θνητότητος ὄργανον ζωῆς ἐργαστήριον, Κόσμῳ ἀσπαστόν, τὸν σὸν Σταυρὸν Πανοικτίρμον, τοὺς αὐτὸν προσκυνοῦντας ἁγίασον· ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, φώτισον ἁγίασον, μόνε Ἰησοῦ, τοὺς προσκυνοῦντάς σου πιστῶς, τὸν Σταυρὸν καὶ τὰ θεῖα Παθήματα, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Δόξα...

Μονάδα ἐν τρισὶν ὑποστάσεσιν, ὑμνῶ τὴν Θεότητα· φῶς γὰρ ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα τοῦ φωτὸς ἀμεροῦς διαμένοντος ἑνότητι φυσικῇ, καὶ ἀκτῖσι τρισὶ προσώπων λάμποντος.

Καὶ νῦν... Θεοτοκίον.

Τὸ πάντων Προφητῶν πολυώνυμον, σὺ ὑπάρχεις κήρυγμα· πύλη γὰρ Θεοῦ, στάμνος χρυσὴ γῆ ἁγία ἀνεδείχθης, Παρθένε Θεόνυμφε, κυήσασα ἐν σαρκὶ Ἰησοῦν τὸν Χριστόν, τῶν Πατέρων Θεὸν καὶ ὑπερένδοξον.

Καταβασία.

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Ὠδὴ η

Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα.

Μύρα ἐν χερσί, τί κατέχετε ὅλως; τίνα δὲ ἐκζητεῖτε; νῦν  ὁ φανεῖς Νεανίας ἐν τῷ τάφῳ βοᾷ· Ἐξανέστη ὁ Χριστός, καὶ Θεὸς ἡμών, ἀναστήσας φύσιν βροτῶν ᾍδου κευθμώνων.

Χαίροις τὸ τρισόλβιον ξύλον καὶ θεῖον, Σταυρὲ φῶς τοῖς ἐν σκότει, ὁ τετραπέρατον Κόσμον, τῇ ἐλλάμψει τῇ σῇ, τῆς Ἐγέρσεως Χριστοῦ προδεικνὺς τὰς αὐγάς, ἀξίωσον πάντας πιστούς, φθάσαι τὸ Πάσχα.

Ταύτῃ τῇ ἡμέρᾳ, μυρίζει τὰ μύρα, τῆς θείας μυροθήκης, τὸ ζωομύριστον ξύλον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, ὀσφρανθῶμεν τῆς αὐτοῦ θεοπνεύστου ὀδμῆς, αὐτὸν προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Δεῦρο Ἐλισσαῖε, Προφῆτα εἰπὲ ἐμφανῶς· τί τὸ ξύλον ἐκεῖνο, ὃ εἰς τὸ ὕδωρ καθῆκες; ὁ Σταυρὸς τοῦ Χριστοῦ, δι' οὗ βάθους τῆς φθορᾶς ἀνειλκύσθημεν αὐτὸν προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Πάλαι Ἰακώβ, προτυπῶν τὸν Σταυρόν σου Χριστέ, Ἰωσὴφ προσεκύνει, τῆς θείας ῥάβδου τὸ ἄκρον σκῆπτρον ταύτην φρικτόν, βασιλείας τε τῆς σῆς προορώμενος, ὅν νῦν  προσκυνοῦμεν, πιστῶς εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Μίαν ἐν τρισί, χαρακτῆρσιν οὐσίαν, δοξάζω ἀσυγχύτως μονοπροσώπως τὰ τρία, οὐδὲ τέμνω μορφῇ τὸν Πατέρα καὶ Υἵόν σὺν τῷ Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων Θεός εἰς τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

Μόνη ἐν μητράσιν ἐδείχθης παρθένος, Θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα τὸν Σωτῆρα Χριστόν, τῆς ἁγνείας τὴν σφραγῖδα φυλάξασα· Σὲ μακαριοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία.

Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτέ, ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ

Φωτίζου φωτίζου.

ν τάφῳ κατῆλθες ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας. Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας· Χριστὲ Σωτὴρ παντοδύναμε.

τάφος ζωήν μοι Χριστὲ ἀνέβλυσεν ὁ σός· ὁ κρατῶν τῆς ζωῆς γάρ, ἐπιστὰς ἐβόησας τοῖς κατοικοῦσιν ἐν μνήμασιν· οἱ ἐν δεσμοῖς, λύθητε· ἐγὼ γὰρ τοῦ Κόσμου λύτρον ἐλήλυθα.

ν ὕμνοις σκιρτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ τὸ ὁμώνυμον ξύλον, τοῦ Σταυροῦ θεώμενα, κατασπαζόμενον σήμερον, οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν ὡς προφητεύει ὁ θεῖος Δαυΐδ.

ν ξύλῳ τεθνήξας ξύλον σε, εὕρηκα ζωῆς, χριστοφόρε Σταυρέ μου φυλακτήρ μου ἄρρηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά, σὲ προσκυνῶν σήμερον κραυγάζω· Ἁγίασόν με τῇ δόξῃ σου.

Εὐφραίνου ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Θεοῦ τὸ τρισόλβιον ξύλον προσκυνοῦσα σήμερον, τοῦ παναγίου Σταυροῦ τοῦ Χριστοῦ, ᾧ λει τουργεῖ, τάγματα Ἀγγέλων, καὶ μετὰ φόβου παρίστανται.

Δόξα...

Τριάδα προσώποις, Μονάδα φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα, καὶ τὸν Υἱὸν σὺν τῷ ἁγίῳ τε πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν τὴν τῶν ἁπάντων δεσπόζουσαν.

Καὶ νῦν... Θεοτοκίον.

Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστὸς σὺ ὑπάρχεις Παρθένε ὡς Δαυῒδ ὁ θεῖος βοᾷ, δι' ἧς ἡμεῖς, ἀνυψώθημεν πρὸς οὐρανόν, υἱοθετηθέντες, τῷ Πνεύματι παμμακάριστε.

Καταβασία.

Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Τὸ Ἑωθινὸν Ἀναστάσιμον. 

Καὶ τοῦ Σταυροῦ.

Τοῖς Μαθηταῖς.

Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.

Θεοτοκίον, Ὅμοιον.

Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν  εὐσεβῶς προσκυνοῦμεν, δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.

Εἰς τοὺς Αἴνους.

Ἱστῶμεν Στίχους η καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, δ, καὶ τοῦ Σταυροῦ Προσόμοια, γ' δευτεροῦντες τὸ α.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

ν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε. (Δίς)

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.

Στίχ. δὲ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

κκλησίας ἑδραίωμα, βασιλέων κραταίωμα μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε, διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος.

Δόξα ...

Ἰδιόμελον τοῦ Τριῳδίου.

Ἦχος πλ. δ

Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ' ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·  διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·  διὸ ἀνυμνοῦντες βοῶμεν·  Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη.

Ψαλλομένης δὲ τῆς Δοξολογίας ταύτης ἀλλάσσει ὁ Ἱερεὺς τὴν στολὴν αὐτοῦ, καὶ λαβὼν θυμιατὸν θυμιᾷ τὴν ἁγίαν Τράπεζαν καὶ τὸν Σταυρόν· εἶθ΄ οὕτω λαμβάνει αὐτόν μετὰ δίσκου ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σὺν τῇ θήκῃ καὶ ἐξέρχεται ἐκ τοῦ ἀριστεροῦ Βήματος προπορευομένων αὐτοῦ λαμπάδων καὶ θυμιατοῦ καὶ ἀπέρχεται εἰς τὰς Βασιλικάς πύλας, Τελεσθείσης δὲ τῆς Δοξολογίας, καὶ τοῦ Τρισαγίου, λέγει ὁ Ἱερεύς· Σοφία, ὀρθοὶ καὶ ἡμεῖς ψάλλομεν τὸ Τροπάριον, Σῶσον Κύριε τὸν λαόν σου ... ἐκ τρίτου, καὶ εἰσοδεύει ὁ Ἱερεύς, φέρων τὸν τίμιον Σταυρὸν ἔμπροσθεν των ἁγίων θυρῶν. Κἀκεῖσε προευτρεπισθέντος τοῦ τετραπόδου, τίθεται ἐπάνω αὐτοῦ ὁ τίμιος Σταυρός.

Εἶτα ψάλλομεν τὸ παρὸν Τροπάριον ἐκ γ'

Ἦχος πλ. β

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Ἀνοιχθείσης δὲ τῆς θήκης, ἄρχεται προσκυνῶν ὁ Προεστὼς καὶ ὁ Ἱερεύς, βάλλοντες μετανοίας γ, κατενώπιον τοῦ τιμιου Σταυροῦ, καὶ μετὰ τὸ ἀσπάσασθαι, πάλιν βάλλουσι μετάνοιαν ὁμοίως καὶ εἰς τοὺς Χορούς, πρὸς μίαν. Εἶθ οὕτως ἄρχονται οἱ Ἀδελφοί, προσκυνοῦντες δύο δύο κατὰ τάξιν. Προσκυνούντων δὲ τῶν Ἀδελφῶν ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα, ποίημα Λέοντος Δεσπότου.

Ἦχος β

Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρὶν ὁ ἐχθρός, δι΄ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι' οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν  μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἦχος πλ. δ

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι , χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρὶ ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον,τόν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμοὺς, καὶ πάντα ὑπομένει δι' ἐμὲ τὸν κατάκριτον ὁ Λυτρωτής μου καὶ Θεὸς ἵνα σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος.

Δόξα ... Ἦχος  ὁ αὐτὸς.

Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ Ἁγνὴ καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα, ὀδυνηρῶς ἐφθέγγετο· οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος· οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε· τὰ σπλάγχνα τιτρώσκομαι καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.

Καὶ νῦν...

Ἦχος πλ. β  Εἱρμολογικὸν.

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Εἶτα ἡ συνήθης Ἐκτενής, ἡ Λιτὴ μετὰ τοῦ Ἑωθινοῦ Ἰδιομελου, καὶ ἡ Α Ὥρα, ἐν ᾗ ἀναγινώσκεται ἡ Κατήχησις τοῦ Στουδίτου.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Σταυροῦ ἡ ς Ὠδή.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Ὁ Ἀπόστολος. 

Προκείμενον  Ἦχος πλ. β

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Στίχ. Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ, Δ: 14-16, Ε: 1-6)

δελφοί, ἔχοντες Ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας· οὐ γὰρ ἔχομεν Ἀρχιερέα, μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ΄ὁμοιότητα, χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ Ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ  περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ ὁ Ἀαρών, οὕτω καὶ ὁ Χριστός, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι Ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν. Υἱός μου εἶ σὺ· ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ Ἱερεύς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

λληλούϊα  Ἦχος β

Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.

Στίχ. δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

 

 Εὐαγγέλιον.

κ τοῦ κατά Μάρκον

Κεφ. 8: 34-38, 9: 1

Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 

Κοινωνικὸν.

σημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀλληλούϊα.

 

Τὴν αὐτὴν Σταυροπροσκύνησιν ποιοῦμεν ἡμέρας δ, τῇ Κυριακῇ, ἤτοι σήμερον, τῇ Δευτέρᾳ, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, ψάλλοντες εἰς τὴν Α Ὥραν, ἀντὶ τοῦ, Τὰ διαβήματά μου...  τό, Τὸν Σταυρόν σου προσκυνοῦμεν...

 

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι καὶ ψάλλομεν Στιχηρὰ κατανυκτικά δ, τὰ κατὰ τὸν τυχόντα Ἦχον, τὰ ἑπόμενα τοῦ Τριῳδίου γ, καί τοῦ Μηναίου γ. 

Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου, ποίημα Ἰωσὴφ.

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ.

Κύριε, ὁ ἐπὶ Σταυροῦ ἑκουσίως, ὑφαπλώσας τὰς παλάμας σου, τοῦτον κατανύξει καρδίας, προσκυνεῖν ἡμᾶς ἀξίωσον, λελαμπρυσμένους καλῶς, νηστείαις καὶ δεήσεσι, καὶ ἐγκρατείᾳ, καὶ εὐποιΐᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Κύριε, τῶν ἁμαρτιῶν μου τὰ πλήθη, κατὰ τὸ πλῆθος ἐξάλειψον, τῶν σῶν οἰκτιρμῶν Πανοικτίρμον, καὶ τὸν Σταυρόν σου ἀξίωσον, ἐν καθαρᾷ τῇ ψυχῇ, καὶ βλέπειν καὶ προσπτύσσεσθαι, ἐν τῇ παρούσῃ τῆς ἐγκρατείας, Ἑβδομάδι ὡς φιλάνθρωπος.

Ἕτερον Προσόμοιον Ποίημα Θεοδώρου.

Ἦχος γ'  Μέγιστον θαῦμα.

Μέγιστον θαῦμα! τὸ Ξύλον ὁρᾶται, ἐν ᾧ Χριστὸς σαρκὶ ἐσταυρώθη, προσκυνεῖ ὁ Κόσμος καὶ φωτιζόμενος ἀνακράζει· Ὢ τοῦ Σταυροῦ τῇ δυνάμει! καὶ θεωρούμενος δαίμονας καίει, καὶ ἐκτυπούμενος, τούτους φλέγων δείκνυται. Μακαρίζω σε τὸ ἄχραντον Ξύλον, τιμῶ καὶ προσκυνῶ ἐν φόβῳ, καὶ Θεὸν δοξάζω, τὸν διὰ σοῦ μοι χαριζόμενον, ζωὴν τὴν ἀτελεύτητον.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ',

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν,

Προκείμενον. Ἦχος πλ. δ

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος πλ. δ

τενίσαι τὸ ὄμμα εἰς οὐρανόν, οὐ τολμῶ ὁ τάλας ἐγώ, ἐκ τῶν πονηρῶν μου πράξεων, ἀλλ' ὡς ὁ Τελώνης στενάξας κραυγάζω σοι· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ φαρισαϊκῆς ὑποκρίσεως ῥῦσαι με, ὡς μόνος εὔσπλαγχνος. (Δίς)

Μαρτυρικὸν.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν  πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  

Τό, Κύριε ἐλέησον, μ πραείᾳ φωνῇ. 

Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν... 

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.

Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.