The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΥΡΙΑΚΗ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τό, Κύριε ἐκέκραξα, τὰ παρόντα Στιχηρὰ προσόμοια, εἰς δ.

Ποίημα Νικολάου

Ἦχος α Τῶν οὐρανίων ταγμάτων.

Νῦν εὐσεβείας τὸ σέλας, πᾶσιν ἐφήπλωται, διασκεδάζον πλάνην, ἀσεβείας ὡς νέφος, φωτίζον δὲ καρδίας, τῶν εὐσεβῶν. Δεῦτε πάντες προσπέσωμεν, εὐσεβοφρόνως Εἰκόνας Χριστοῦ σεπτάς, προσκυνοῦντες οἱ Ὀρθόδοξοι.

εροτύποις Εἰκόσι, νῦν ὡραΐζεται, ὡς νύμφη κοσμηθεῖσα, ἡ Χριστοῦ Ἐκκλησία, καὶ πάντας συγκαλεῖται πνευματικῶς, ἑορτάσαι· συνέλθωμεν, ἐν ὁμονοίᾳ καὶ πίστει χαρμονικῶς, μεγαλύνοντες τὸν Κύριον.

Κόσμος ὁ σύμπας εὐφραίνου· ἰδοὺ γὰρ Κύριος, καθεῖλεν ἀπὸ ὕψους, ἀσεβείας τὸ κράτος, ἀρρήτῳ προμηθείᾳ· καὶ ταπεινοί, ἀνυψώθημεν σήμερον, Ὀρθοδοξίας πρός πίστιν δι' εὐσεβοῦς, Βασιλίδος ὁδηγούμενοι.

Πρὸς τὸ πρωτότυπον φέρει, φησὶ Βασίλειος, τιμὴ ἡ τῆς εἰκόνος· διὰ τοῦτο ἐν σχέσει, τιμῶντες τὰς Εἰκόνας, Σωτῆρος Χριστοῦ, τῶν Ἁγίων ἁπάντων τε, ἵνα αὐτῶν δεδραγμένοι, μήποτε νῦν, δυσσεβείᾳ ὑπαχθείημεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.

τῇ  ἀνάρχῳ, καὶ θείᾳ, φύσει ἀόρατος, βροτὸς ὡράθη Κόρη, ἐξ ἁγνῶν σου αἱμάτων, δι' ἄκραν εὐσπλαγχνίαν, οὗ τῆς σαρκός, γεγραφότες τὴν μίμησιν, τιμητικῶς προσκυνοῦμεν πάντες πιστοί, εὐσεβῶς καὶ μεγαλύνομεν.

Ἀπόστιχα Προσόμοια. 

Ἦχος β'  Οἶκος τοῦ Εὐφραθᾶ.

Λύμης φθοροποιοῦ, φυγόντες κακοδόξων, ὀρθοδοξίας φέγγει, καρδίας ἐλλαμφθῶμεν, πιστοὶ Θεὸν δοξάζοντες.

Στίχ. νέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

ρείου θολερά, κατήργηται ἀπάτη, Μακεδονίου Πέτρου, Σεβήρου τε καὶ Πύρρου, καὶ λάμπει Φῶς τρισήλιον.

Στίχ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

Οὐκέτι δυσσεβῶν, αὐχεῖ τὸ νόθον δόγμα· Θεὸς γὰρ Ὀρθοδόξοις, τῇ  νεύσει Θεοδώρας, ῥάβδον ἰσχύος δίδωσι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.

ψωσας ταπεινῶν, τὸ κέρας Θεοτόκε, τεκοῦσα Θεὸν Λόγον· ὅθεν πιστῶς σε πάντες, τιμῶντες μεγαλύνομεν.

Ἀπολυτίκιον  Ἦχος β

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ  ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΝ ΔΕ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ 

Μετὰ τὸν Προοιμιακόν, καὶ τὸ α Κάθισμα Ψαλτηρίου, τό, Μακάριος ἀνήρ, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ς καὶ τοῦ Τριῳδίου δ.

Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου.

Ἦχος πλ. β  Ὅλην ἀποθέμενοι.

Σὲ τὸν ἀκατάληπτον, πρὸ ἑωσφόρου ἀνάρχως, ἐξ ἀΰλου λάμψαντα, ἀσωμάτου τε γαστρὸς τοῦ Γεννήτορος, οἱ Προφῆται Κύριε, οἱ τῷ σῷ Πνεύματι, ἐμπνευσθέντες προηγόρευσαν, Παιδίον ἔσεσθαι, ἐξ Ἀπειρογάμου σαρκούμενον, ἀνθρώποις συναπτόμενον, καὶ τοῖς ἐπὶ γῆς καθορώμενον· δι' ὧν ὡς Οἰκτίρμων, ἐλλάμψεως ἀξίωσον τῆς σῆς, τούς ἀνυμνοῦντας τὴν ἄφραστον, σοῦ σεπτὴν Ἀνάστασιν.

Λόγῳ σε κηρύξαντες, οἱ θεηγόροι Προφῆται, καὶ ἔργοις τιμήσαντες, ἀτελεύτητον ζωὴν ἐκαρπώσαντο· τῇ  γὰρ κτίσει Δέσποτα, παρὰ σὲ τὸν Κτίσαντα μὴ λατρεύειν καρτερήσαντες, τὸν Κόσμον ἅπαντα, εὐαγγελικῶς ἀπεστράφησαν, καὶ σύμμορφοι γεγόνασιν, οὗπερ προηγόρευσαν Πάθους σου· ὧν ταὶς ἱκεσίαις, ἀξίωσον ἀμέμπτως διελθεῖν, τῆς ἐγκρατείας τὸ στάδιον, μόνε Πολυέλεε.

Φύσει ἀπερίγραπτος, τῇ  θεϊκῇ σου ὑπάρχων, ἐπ' ἐσχάτων Δέσποτα, σαρκωθεὶς ἠξίωσας περιγράφεσθαι· τῆς σαρκὸς προσλήψει γάρ, καὶ τὰ ἰδιώματα, ἀνελάβου ταύτης ἅπαντα· διὸ τὸ εἶδός σου, τὸ τῆς ἐμφερείας, ἐγγράφοντες, σχετικῶς ἀσπαζόμεθα, πρὸς τὴν σὴν ἀγάπην ὑψούμενοι, καὶ τῶν ἰαμάτων, τὴν χάριν ἀπαντλοῦμεν ἐξ αὐτοῦ, τῶν Ἀποστόλων ἑπόμενοι, θείαις παραδόσεσιν.

πέρτιμον κόσμησιν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν σεπτῶν ἀπείληφε, καὶ ἁγίων Εἰκόνων, τοῦ Σωτῆρος Χριστοῦ, καὶ τῆς Θεομήτορος καὶ Ἁγίων πάντων, φαιδροτάτην ἀναστήλωσιν· δι' ἧς φαιδρύνεται, καὶ καταγλαΐζεται χάριτι, καὶ στῖφος ἀποβάλλεται, τῶν αἱρετικῶν ἐκδιώκουσα, καὶ ἀγαλλομένη, δοξάζει τὸν φιλάνθρωπον Θεόν τὸν δι' αὐτὴν ὑπομείναντα, πάθη τὰ ἑκούσια.

Δόξα... Ἦχος β

χάρις ἐπέλαμψε τῆς ἀληθείας, τὰ προτυπούμενα πάλαι σκιωδῶς νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία, τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται, τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα, καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα, ἵνα ὃν σεβόμεθα, τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα. Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες· ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή, εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη. Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν· Ὁ Θεὸς σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Καὶ νῦν... Θεοτοκίον, τὸ α τοῦ ἐνδιατάκτου Ἤχου. 

Εἰς τὴν Λιτὴν δέ, ὡς συνήθως, τὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς, καὶ μετὰ τοῦτο, τὸ παρόν.

Δόξα... Ἰδιόμελον  Ἦχος β

Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου καλῶς διαταξάμενοι, καὶ τῇ  πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς νέας Διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς Οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν Κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον  Ἦχος ὁ αὐτὸς.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα.

Τὰ κατ' Ἀλφάβητον τῆς Ὀκτωήχου. 

Δόξα... Ἰδιόμελον  Ἦχος β

Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες, καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες, καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας, τῆς Πανάγνου, καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν, ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν· ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, ἐπὶ τὸ πρωτότυπον διαβαίνει, αἰτούμενοι ταῖς πρεσβείαις τῆς ἀχράντου σου Μητρός, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.  Ἦχος ὁ αὐτὸς.

θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος πλ. α

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. (ἐκ γ')

Καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς Ἀγρυπνίας.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον, τό, Θεὸς Κύριος, τὸ Ἀπολυτίκιον Ἀναστάσιμον.

Δόξα...  Ἦχος β

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Καὶ νῦν... Θεοτοκίον.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ  ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα ἡ συνήθης Στιχολογία, οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου, τό, πᾶσα πνοή, καὶ τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον.

Καὶ μετὰ τό, Ἀνάστασιν Χριστοῦ, καὶ τὸν Ν' ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.

Δόξα... Ἦχος πλ. δ

Τῆς μετανοιας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς Ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· Ἀλλ' ὡς Οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Θεοτοκίον, Ὁ αὐτὸς.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας· ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας. 

Στίχ. λέησόν με, ὁ Θεός...

Ἦχος πλ. β

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς Κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Οἱ Κανόνες. Ὁ Ἀναστάσιμος, ὁ Σταυροαναστάσιμος, καὶ τῆς Θεοτόκου, εἰς η καὶ τοῦ Τριῳδίου, εἰς ς.

Ὁ Κανὼν τοῦ Τριῳδίου, οὗ ἡ ἀκροστιχίς.

Σημερον εὐσεβίης θεοφεγγέος ἤλυθεν αἴγλη.

Ποίημα τοῦ κυρίου Θεοφάνους. 

Ὠδὴ α  Ἦχος δ

Θαλάσσης τὸ ἐρυθραῖον.

Σκιρτῶντες μετ' εὐφροσύνης σήμερον, πιστοὶ βοήσωμεν· Ὡς θαυμαστὰ τὰ ἔργα σου Χριστέ, καὶ μεγάλη ἡ δύναμις, ὁ τὴν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν ἐργασάμενος!

μέραν χαρμονικὴν θεόφρονες, δεῦτε τελέσωμεν, νῦν οὐρανὸς εὐφραίνεται καὶ γῆ, καὶ Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν συστήματα, διαφερόντως ἑορτάζοντα.

Μεγίστην εὐεργεσίαν βλέποντες, χεῖρας κροτήσωμεν, τὰ διεστῶτα μέλη τοῦ Χριστοῦ, συνηγμένα πρὸς ἕνωσιν, καὶ τὸν Θεὸν αἰνέσωμεν, τὸν τὴν εἰρήνην πρυτανεύσαντα.

δόθη τῇ  Ἐκκλησία σήμερον, τὰ νικητήρια θεοκινήτῳ νεύσει καὶ βουλῇ, Μιχαὴλ Θεοδώρας τε, τῶν εὐσεβῶς τῆς Πίστεως, ἀντεχομένων Βασιλέων ἡμῶν.

Θεοτοκίον.

ομφαῖαι τῶν δυσσεβῶν ἐξέλιπον, σαφῶς αἱρέσεων· τὸν γὰρ Ναόν σου Πάναγνε σεμνή, ἐν Εἰκόσι κοσμούμενον, πανευσεβῶς θεώμενοι, νῦν πανιέρως ἀγαλλόμεθα.

Καταβασία.

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Ὠδὴ γ  Εὐφραίνεται ἐπὶ σοὶ.

Οὐκέτι τῶν ἀσεβῶν, αἱρετικῶν νῦν ἡ ὀφρὺς αἴρεται· ἡ γὰρ Θεοῦ δύναμις, τὴν Ὀρθοδοξίαν ἐκράτυνε.

Νεφέλαι προφητικῶς, ζωοποιὸν ἐξ οὐρανοῦ σήμερον, δρόσον ἡμῖν ῥανάτωσαν, ἐπὶ τῇ  ἐγέρσει τῆς Πίστεως.

Εὐήχως αἱ μυστικαί, τῶν Ἀποστόλων τοῦ Χριστοῦ σάλπιγγες, ὑπερφυῶς βοάτωσαν, τῶν σεπτῶν Εἰκόνων ἀνόρθωσιν.

μνήσωμεν τὸν Χριστόν, τὸν ἀναδείξαντα ἡμῖν Ἀνασσαν, θεοσεβῆ φιλόχριστον, σὺν τῷ θεοστέπτῳ βλαστήματι.

Θεοτοκίον.

Σκηνήν σου τὴν ἱεράν, καταλαβόντες οἱ πιστοὶ Πάναγνε, φωτοειδεῖ χάριτι, νῦν καταυγασθῆναι δεόμεθα.

Καταβασία.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα.  Ἦχος α  Χορὸς Ἀγγελικὸς.

Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι τυποῦντες, τὴν Γέννησιν Χριστέ, ἀριδήλως βοῶμεν, τὰ θαύματα τὰ ἄρρητα, τὴν ἑκούσιον Σταύρωσιν· ὅθεν Δαίμονες, ἀποδιώκονται φόβῳ, καὶ κακόδοξοι, ἐν κατηφείᾳ θρηνοῦσιν, ὡς τούτων συμμέτοχοι.

Δόξα... Ὅμοιον.

Μορφὰς τῶν Προφητῶν, Ἀποστόλων τὰ εἴδη, Μαρτύρων ἱερῶν, καὶ Ἁγίων ἁπάντων, Εἰκόνας καὶ μορφώματα, ἱερῶς ὡραΐζεται, τοῦ Νυμφίου δέ, τοῦ νοητοῦ καὶ τῆς Νύμφης, ἀγλαΐζεται, ταῖς νοεραῖς ἀγλαΐαις, ἡ μήτηρ ἡ ἄνω Σιών.

Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.

Τοῖς πόθῳ σου Σεμνή, τὴν ἁγίαν Εἰκόνα, τιμῶσι καὶ Θεοῦ, ἀληθῆ σε Μητέρα, συμφώνως καταγγέλλουσι, καὶ πιστῶς προσκυνοῦσί σε, φύλαξ φάνηθι, καὶ κραταιὰ προστασία, ἀποτρέπουσα, πᾶν δυσχερὲς πόρρω τούτων, ὡς πάντα ἰσχύουσα.

Ὠδὴ δ  Ἐπαρθέντα σε ἰδοῦσα.

πιφοιτήσει τῇ  θείᾳ τοῦ Παρακλήτου, τὸν σὸν Ναὸν ἁγίασον, καὶ τῇ  παρουσίᾳ, τούτου τῆς αἱρέσεως, τὴν πλάνην ἀπέλασον, Λόγε τοῦ Θεοῦ πολυέλεε.

Βιαιοτάτης ῥυσάμενος δυσσεβείας, τὸν σὸν λαὸν ἀνάδειξον τῷ τῆς εὐσεβείας, ζήλῳ πυρπολούμενον, καὶ πίστει κραυγάζοντα· Δόξα τῇ  δυνάμει σου Κύριε,

εροτύποις μορφώσεσι τῶν Εἰκόνων, τῶν τοῦ Χριστοῦ θεώμενοι, καὶ τῆς Θεοτόκου, τύποις καταλάμποντα, τὰ θεῖα σκηνώματα, ἱεροπρεπῶς ἀγαλλόμεθα.

Βασίλισσα στεφάνῳ κεκοσμημένη, τὴν ἀληθῆ ποθήσασα, Χριστοῦ βασιλείαν, τούτου ἀνιστόρησεν Εἰκόνα τὴν ἄχραντον, καὶ τὰ τῶν Ἁγίων μορφώματα.

Θεοτοκίον.

Σεσαρκωμένον τεκοῦσα τὸν Θεὸν Λόγον, θεοπρεπὲς ἁγίασμα, Κεχαριτωμένη, τούτου ἀναδέδειξαι· διό σου τὸ τέμενος, τὸ φωτοειδὲς ἐγκαινίζομεν.

Καταβασία.

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ  δυνάμει σου Κύριε.

Ὠδὴ ε  Σὺ Κύριέ μου φῶς.

Θοῦ Κύριε τῇ  σῇ, Ἐκκλησίᾳ, κραταίωμα, ἀκλόνητον διαμένειν, εἰς αἰῶνα αἰῶνος, τῷ σάλῳ τῶν αἱρέσεων.

Εἰς ἅπασαν τὴν γῆν, ἡ φαιδρότης ἐξέλαμψε, τῆς ἄνωθεν δεδομένης, τοῖς πιστοῖς εὐφροσύνης, καὶ θείας ἀντιλήψεως.

μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, σὺ ὕψωσον ὀρθοδόξων, Βασιλέων τὸ κέρας, τιμώντων τὴν Εἰκόνα σου.

Φῶς ἄδυτον ἡμῖν, εὐσεβείας ἀνέτειλε, θεσπίσματι θεοπνεύστῳ, τῶν πιστῶν Βασιλέων, καὶ νεύματι θεόφρονι.

Θεοτοκίον.

γκαίνισον ἡμῖν, τὴν ἀρχαίαν εὐπρέπειαν, πανάχραντε Θεομῆτορ, καὶ τὸν Οἶκόν σου τοῦτον, ἁγίασον σῇ χάριτι.

Καταβασία.

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Ὠδὴ ς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως.

Γράφεται, καὶ τιμᾶται πιστῶς προσκυνούμενος, ὁ χαρακτὴρ τοῦ Δεσπότου, καὶ λαμβάνει πάλιν ἡ Ἐκκλησία, παρρησίαν, εὐσεβῶς τὸν Σωτῆρα δοξάζουσα.

Γυμνοῦται, κατηφείας καὶ σκότους αἱρέσεως, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ φορεῖ χιτῶνα τῆς εὐφροσύνης, καὶ τῇ  θείᾳ, καὶ φωσφόρῳ πυκάζεται χάριτι.

Εὐκλείας, τῆς ἀρχαίας ἐλλάμψεως ἔτυχε, τῶν Ὀρθοδόξων ὁ δῆμος, Θεοδώρας νεύσει τῆς Βασιλίδος, καὶ τοῦ ταύτης, εὐσεβοῦς Μιχαὴλ Αὐτοκράτορος.

Θεοτοκίον.

πάλαι, μαρτυρίου προστάξας γενέσθαι σκηνήν, ὡς ἐν σκηνῇ λογικῇ σοι, κατοικεῖ ὁ μόνος δεδοξασμένος, ὁ δοξάζων, τὸν Ναόν σου Παρθένε τοῖς θαύμασι.

Καταβασία.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον.

Αὐτόμελον  Ἦχος πλ. δ

ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ ταύτην ἀνιστοροῦμεν.

Ὁ Οἶκος.

Τοῦτο τὸ τῆς Οἰκονομίας μυστήριον, πάλαι Προφῆται θειωδῶς ἐμπνευσθέντες, δι' ἡμᾶς, τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας, προκατήγγειλαν, τῆς τούτου τυχόντες ἐλλάμψεως. Γνῶσιν οὖν θείαν δι' αὐτοῦ λαβόντες, ἕνα Κύριον τὸν Θεὸν γινώσκομεν, ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, καὶ αὐτῷ μόνῳ λατρεύοντες, μίαν Πίστιν, ἓν Βάπτισμα ἔχοντες, Χριστὸν ἐνδεδύμεθα. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.

Συναξάριον τοῦ Μηναίου.

εἶτα τὸ παρὸν.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.

Στίχοι

Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας,

Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων.

ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

Ὠδὴ ζ   Ἐν τῇ καμίνῳ.

Συγχορευέτω, τῆς Ἐκκλησίας τῇ  φαιδρότητι, πόθῳ θεϊκῷ Ἀγγέλων ἡ στρατιά, θεοφρόνως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ἐκκλησία, τῶν πρωτοτόκων καὶ πανήγυρις, χαίρει θεωμένη νῦν τὸν θεῖον λαόν, ὁμοφρόνως ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ  Ναῷ τῆς δόξης σου Κύριε.

Λελυτρωμένοι, τῆς πρὶν ἀχλύος τῆς αἱρέσεως, νεύσει Θεοδώρας τῆς ἀξιοπρεποῦς, Βασιλίδος ἀναμέλπομεν· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον.

πὲρ τὰς ἄνω, χοροστασίας ἤρθης Πάναγνε, μόνη γενομένη Μήτηρ τοῦ Παντουργοῦ· γεγηθότες οὖν κραυγάζομεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Καταβασία.

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ  Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ  φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ὠδὴ η  Χεῖρας ἐκπετάσας Δανιὴλ.

κκλησίας πατρικούς, διαφυλάττοντες, εἰκόνας γράφομεν, καὶ ἀσπαζόμεθα στόμασι, καὶ καρδίᾳ καὶ θελήματι, τῶν τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ Ἁγίων κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πὶ τὸ πρωτότυπον σαφῶς, τὴν τῆς Εἰκόνος τιμήν, καὶ τὴν προσκύνησιν, ἀναβιβάζοντες σέβομεν, θεηγόρων τοῖς διδάγμασιν ἀκολουθοῦντες, τῷ Χριστῷ πίστει κραυγάζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νοῦν καταυγασθεῖσα φωτισμῷ, τοῦ θείου Πνεύματος, σεπτὴ Βασίλισσα, καρποὺς θεόφρονας ἔχουσα, τὴν εὐπρέπειαν ἠγάπησε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ ὡραιότητα, εὐλογοῦσα, ἅμα πιστοῖς Ἰησοῦν τὸν θεάνθρωπον.

Θεοτοκίον.

κτῖσι φωτὸς τοῦ νοητοῦ, καταλαμπόμενος θεῖος Οἶκός σου, κατασκιάζει νῦν ἅπαντας, τῇ  νεφέλῃ τῇ  τοῦ Πνεύματος, καὶ ἁγιάζει τοὺς πιστούς, συμφώνως ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καταβασία.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ Λίθος ἀχειρότμητος.

ερογραφίαις Εἰκόνων, κεκοσμημένην καθορῶντες, πάλιν τὴν σεπτὴν Ἐκκλησίαν, μέτ' εὐλαβείας πάντες προσδράμωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

Γέρας καὶ τιμὴν κεκτημένη, ἡ Ἐκκλησία τὸν Σταυρόν σου, καὶ τὰς σεβασμίους Εἰκόνας, καὶ τῶν Ἁγίων τὰ ἐκτυπώματα, μετ' εὐφροσύνης Δέσποτα, καὶ θυμηδίας μεγαλύνει σε.

Λάμπρυνον τῇ  θείᾳ σου δόξῃ, τοὺς Βασιλεῖς ἡμῶν Οἰκτίρμον, καὶ παρεμβολαῖς ἀγγελικαῖς, καὶ πανοπλίαις τούτους περίφραξον, τὴν τῶν ἐθνῶν θρασύτητα, καθυποτάσσων αὐτοῖς Δέσποτα,

Θεοτοκίον.

ρθη τῆς προμήτορος Εὔας, ἡ καταδίκη Θεοτόκε, ὅτι σὺ τὸν πάντων Δεσπότην, ἀνερμηνεύτως Ἁγνὴ γεγέννηκας, οὗ νῦν τὴν ἐμφέρειαν, ἐν ταῖς Εἰκόσιν ἀσπαζόμεθα.

Καταβασία.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώτας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον

Τὸ Ἑωθινὸν Ἀναστάσιμον (ἅπαξ)

Εἶτα τὰ παρόντα.

Γυναῖκες ἀκουτίσθητε.

Σκιρτήσατε κροτήσατε, μετ' εὐφροσύνης ᾄσατε· Ὡς θαυμαστά σου καὶ ξένα, Χριστὲ βοῶντες τὰ ἔργα! καὶ τίς ἰσχύσει ἐξειπεῖν, Σῶτερ τὰς δυναστείας σου, τοῦ τήν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν εἰς μίαν, ἑνώσαντος Ἐκκλησίαν.

Θεοτοκίον.

ομφαῖαι νῦν ἐξέλιπον, τῆς δυσμενοῦς αἱρέσεως, καὶ τὸ μνημόσυνον ταύτης, ἐξηφανίσθη μετ' ἤχου· τὸν γὰρ Ναόν σου Πάναγνε, πανευπρεπῶς θεώμενοι, κεκοσμημένον χάρισι, τῶν σεβασμίων Εἰκόνων, χαρᾶς πληρούμεθα πάντες.

Εἰς τοὺς Αἴνους. 

Στιχηρὰ Ἀναστάσιμα, δ καὶ ἓν Ἀνατολικόν, καὶ τοῦ Τριῳδίου τὰ παρόντα Προσόμοια γ.

Ἦχος δ  Ἔδωκας σημείωσιν.

ν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες· οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλ' ἀληθείᾳ καὶ φύσει σαρκός, δι' αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα.

Στίχ. νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθου τῶν πενήτων σου εἰς τέλος.

μέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι, καὶ ὁμόνοια γίνεται, τῶν Πιστῶν θεοβράβευτος.

Δόξα... Ἰδιόμελον  Ἦχος πλ. β

Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι' αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Καὶ νῦν...

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καὶ ἡμεῖς  ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις. 

 

Εἰς δὲ τὴν Λιτήν, ἐν τῷ Νάρθηκι, ψάλλομεν τὸ Δοξαστικὸν Ἑωθινὸν Ἰδιόμελον.

 

Σημείωσις: Ἐν Κύπρῳ εἴθισται νά γίνεται εἰς τὸ ἀσματικόν Ἅγιος ὁ Θεός τῆς Δοξολογίας, τελετή ἀνάλογος πρός τήν τῆς Σταυροπροσκυνήσεως καθ ἥν ἐξέρχεται τοῦ Ἱεροῦ Βήματος καὶ λιτανεύεται ἐντός τοῦ ναοῦ εἰκών τῆς Θεοτόκου, φερούσης τὸν Χριστόν ὡς ἀκολούθως: Οἱ Χοροί μεταβαίνουσιν εἰς τήν βόρειον (ἀριστεράν) πύλην τοῦ Ἱεροῦ καὶ ἄρχονται ψάλλειν τὸ ἀσματικόν Ἅγιος ὁ Θεός. Ὁ λειτουργων Ἱερεύς θυμιᾷ τήν Ἁγίαν Τράπεζαν καὶ τήν Εἰκόνα, κειμένην ἐπί τῆς Ἁγίας Τραπέζης ἐπί δίσκου ηὐτρεπισμένου μετά ἀνθέων καὶ 3 κηρίων, αἴρει τόν δίσκον μέχρι τῆς κεφαλής καὶ ἐξέρχεται διά τῆς βορείου πύλης, λιτανεύων ἐντός τοῦ Ναοῦ, προπορευομένου λαμπαδούχων, ἑξαπτερύγων, ἀκολουθούντων τῶν Ψαλτῶν, καὶ εἶτα τοῦ Διακόνου θυμιῶντος. Ἐλθόντος εἰς τό μέσον τοῦ Ναοῦ, ὅπου ὑπάρχει τετραπόδιον ηὐτρεπισμένον, περιέρχεται τουτο τρίς, ἵσταται πρό αὐτου καὶ, βλέπων πρός ἀνατολάς, ἐκφωνεῖ τὸ Σοφία ὀρθοί. Εἶτα ἀποθέτει ἐπί τοῦ τετραποδίου τὸν δίσκον μετά τῆς Εἰκόνος. Ἐάν χοροστατῆ Ἀρχιερεύς κατέρχεται του Θρόνου καὶ θυμιῶν τήν εἰκόνα σταυροειδῶς ψάλλει Τὴν ἄχραντον Εἰκόνα σου.... Τὸ αὐτό ἐπαναλαμβάνουσι καὶ οἱ Χοροί. Εἶτα ἀσπάζεται τήν Εἰκόνα εὐλογεῖ τὸν λαὸν καὶ ἀνέρχεται εἰς τὸν Θρόνον, τῶν Χορῶν ψαλλόντων τὸ Εἰς πολλά ἔτη.... Ἀρχιερεύς μή χοροστατούντος θυμιᾷ τήν Εἰκόνα καὶ ψάλλει τὸ Τὴν ἄχραντον Εἰκόνα σου... ὁ Ἱερεύς.

 

 

 ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τα Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου, ἡ ς Ὠδή.

 

Ὁ Ἀπόστολος 

Προκείμενον  Ἦχος δ

Ὠδὴ τῶν Πατέρων

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Στίχ. τι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΑ', 24-26, 32-40)

δελφοί, πίστει Μωσῆς μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ. μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεών, Βαράκ τε, καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν, ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος) ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

 λληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός  98]

Στίχος: Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.

Στίχος: πεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν.

Εὐαγγέλιον.

κ τοῦ κατά Ἰωάννην

Κεφ. 1: 44-52

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαῑδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὅν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ Προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ, τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν μὲ γινώσκεις; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς, καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τοῦ ᾿Ισραήλ. Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς Ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας, καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Κοινωνικὸν.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

 

 

Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Μετά τήν Ὀπισθάβωνον εὐχήν και πρό τοῦ Εἴη τὸ ὄνομα Κυρίου, γίνεται ἡ περιφορά τῶν Εικόνων, κατά τήν ἀκόλουθον τυπικήν  διάταξιν:

ΙΕΡΕΥΣ [Ἀπό τοῦ Σολέα]

ποφειλομένη πρὸς Θεόν ἐτήσιος εὐχαριστία, καθ ἥν ἡμέρα ἐπελάβομεν τήν τοῦ Θεοῦ Ἐκκλησίαν σύν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.

Προφητικαῖς ἑπόμενοι ῥήσεσι, ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι, τῶν ἐγκαινίων τήν ἡμέρα ἑορτάζομεν καὶ ταύτη εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοι τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκβοώμεν καὶ ᾄσμασιν.

Εἶθ οὕτως γίνεται ἐκκινησις δι ἔξοδον τοῦ Ναοῦ διά τῆς δυτικῆς πύλης, τῶν Χορῶν ψαλλόντων:

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς·

Φθάσαντες εἰς τήν νότιαν πύλην, ο Διάκονος λέγει:

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. (μόνον)

Ἐκκινησις πρός ανατολάς, τῶν Χορῶν ψαλλόντων:

βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·

Φθάσαντες δέ ὄπισθεν τοῦ Ἱεροῦ, ο Διάκονος λέγει:

λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

 ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) 

τι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν πάντων τῶν επ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶν Βασιλέων, Πατριαρχῶν, Ἀρχιερέων, Ἱερέων Ἱερομονάχων Ἱεροδιακόνων καὶ Μοναχῶν καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη αὐτῶν (γ΄)

τι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ενδόξως ἀγωνισαμένων καὶ πεσόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.

ΧΟΡΟΣ: Αἰωνία μνήμη αὐτῶν (γ΄)

ΙΕΡΕΥΣ

τι σὺ εἶ ἀνάστασις ζωὴ καὶ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου Χριστὲ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

ΙΕΡΕΥΣ

Τῶν τήν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδία καὶ νῷ γραφῇ τε καὶ Εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

ΙΕΡΕΥΣ

Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ Μιάς καὶ τῆς αὐτῆς Ὑποστάσεως, τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης το κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατόν καὶ ἀόρατον, τὸ παθητόν καὶ ἀπαθές, τὸ περιγραπτόν καὶ ἀπερίγραπτον, καὶ τῇ μεν θεϊκή οὐσία τὸ ἄκτιστον καὶ τα ὃμοια προσαρμοζόντων, τῇ δέ ἀνθρωπίνη φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτόν ἀνθομολογούντων καὶ λόγω καὶ Εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

ΙΕΡΕΥΣ

Τῶν πιστευόντων και διακηρυκευομένων, ἤτοι εὐαγγελιζομένων, τούς λόγους ἐπί γραμμάτων, τά πράγματα ἐπί σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν τήν τῆς διά λόγων ἀνακήρυξιν καὶ τήν δι εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

Ἐκκινησις πρός τήν βορείαν πύλην, τῶν Χορῶν ψαλλόντων:

θεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Φθάσαντες εἰς τήν βορείαν πύλην, ο Διάκονος λέγει:

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα ὑπὲρ  (τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους,) πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν τη Νήσῳ ἡμῶν (ἐν αὐτῷ,) καὶ ὑπὲρ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ σύμπαντος τοῦ εὐλογημένου ἡμῶν Γένους.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

ΙΕΡΕΥΣ

Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἑβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστόν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὸ τὸν κοινὸν Δεσπότην ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμονες.

Ἐκκινησις πρός τήν δυτικήν πύλην, τῶν Χορῶν ψαλλόντων:

Οὐρανός πολύφωτος, ἡ Ἐκκλησία, ἀνεδείχθη ἄπαντας φωταγωγούσα τούς πιστούς˙ ἐν ὤ ἐστώτες κραυγάζομεν· τούτον τόν Οἴκον στερέωσον, Κύριε.

Φθάσαντες εἰς τήν δυτικήν πύλην, ο Διάκονος λέγει:

λέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (κώμην) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τοῦ ἵλεων εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ Φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (θ΄)

τι δεόμεθα ὑπὲρ τοῦ εἰσακούσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἀμαρτωλών καὶ ἐλεῆσαι ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

ΙΕΡΕΥΣ

πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν , ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

τι ἐλεήμων καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ΙΕΡΕΥΣ

Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

ΙΕΡΕΥΣ

Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες, καὶ μιμητός τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδεικνύσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ Μεγάλου καὶ Πρώτου Ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Καὶ εὐλογεί την εἴσοδον τοῦ Ναοῦ:

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εἰσέρχεται εἰς τόν Ναόν πρώτα ὁ Ἱερεύς ψάλλοντας:

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.

Τούτο ἐπαναλαμβάνεται (δίς) ὑπό τῶν Χορῶν 

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.

Ἀμέσως μετά ψάλλεται τό:  

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

Και γίνεται ἡ Ἀπόλυσις.

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ Α ΝΗΣΤΕΙΩΝ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχηρὰ

Ἦχος δ

Ἔδωκας σημείωσιν.

Δίδου μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀλλοτρίωσιν, καὶ τελείαν διόρθωσιν, εἰς πάθη τοῦ σώματος, νῡν βεβυθισμένῳ, καὶ μεμακρυσμένῳ, ἐκ σοῦ Θεὲ Παμβασιλεῦ, καὶ μηδαμόθεν ἐλπίδα ἔχοντι, καὶ σῶσόν με τὸν ἄσωτον, διὰ πολλὴν ἀγαθότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Μωσῆς ὁ θεσπέσιος, διὰ νηστείας τεθέαται, καθαρθεὶς τὸν ποθούμενον. Τοῦτον οὖν ζηλώσασα, ταπεινὴ ψυχή μου, σπεῦσον ἐν ἡμέρᾳ, τῆς ἐγκρατείας τῶν κακῶν, ἐκκαθαρθῆναι, ὅπως τὸν Κύριον, διδόντα σοι τὴν ἄφεσιν, νῡν θεωρήσῃς ὑπάρχοντα, ἀγαθὸν καὶ φιλάνθρωπον, παντοδύναμον Κύριον.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. β

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν.

Τὰ τῶν Νηστειῶν νῡν δισέβδομα φαιδρῶς, ἐναρξώμεθα τελοῦντες, ἡμέραν ἐξ ἡμέρας ἀδελφοί, ἅρμα πυρὸς ἐργασάμενοι ἡμῖν, ὡς Ἠλίας ὁ Θεσβίτης, τὰς τέσσαρας μεγάλας ἀρετάς, τὸν νοῦν ἀνυψώσωμεν ἀπαθείᾳ, τὴν σάρκα ὁπλίσωμεν τῇ ἁγνείᾳ, τρέποντες, καὶ νικῶντες τὸν ἐχθρόν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Προκείμενον  Ἦχος πλ. δ

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ.

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος πλ. δ

Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλ' ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.  (Δίς)

Μαρτυρικὸν.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῡν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  

Τό, Κύριε ἐλέησον, μ πραείᾳ φωνῇ. 

Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν... 

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.

Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.