The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον ψάλλομεν τό Ἀλληλούϊα εκ γ’ καὶ τὰ Τροπάρια ταῦτα.

 Ἦχος β’

πόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Νεκρώσιμον.

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

Καὶ νῦν... Θεοτοκίον.

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Τροπάριον

Ἦχος πλ. α’

νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Δόξα...

Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον.

ἐκ Παρθένου ἀνατείλας τῷ Κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Ἀνάγνωσις εἰς τὴν Ἑξαήμερον καὶ μετὰ τὸν Ν’ οἱ Κανόνες τοῦ Μηναίου, τοῦ Ἁγίου τῆς Μονῆς, καὶ τὰ ἑπόμενα  Τετραώδια μετὰ τῆς Στιχολογίας τῶν Ὠδῶν, ὡς διετάχθησαν ἐν τῷ παρελθόντι Σαββάτῳ

 Το Τετραῴδιον, οὗ ἡ ἀκροστιχίς.

Ἄδει ταῦτα Ἰωσηφ.

Ποίημα τοῦ κυρίου Ἰωσήφ.

Ὠδὴ ς’  Ἦχος δ’

Ἦλθον εἰς τὰ βάθη.

Αἱμάτων ἠρδεύσατε σταγόσι, τῶν εὐσεβῶν καρδίας δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐταῖς ἐπνίξατε, Ἀθλοφόροι ἀξιάγαστοι.

Δοξάσαντες μέλεσιν οἰκείοις, τὸν τοῦ παντὸς Δεσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, Ἀθληταὶ ὑπάρχοντες καὶ μεγάλοι ἀντιλήπτορες.

Νεκρώσιμον.

ν λάκκῳ ἐτέθης κατωτάτῳ, τοῖς οὖν πιστῶς θανοῦσι τὴν ἀνάπαυσιν Λόγε, παράσχου, τῶν ἱερῶν Ἀθλητῶν δεήσεσι, καὶ πταισμάτων ἀπολύτρωσιν.

Θεοτοκίον.

να σε φωναῖς διαπρυσίοις, ἀνευφημῶμεν Κόρη, τὰς φωνὰς ἡμῶν ταύτας προσδέχου, καὶ ἱλασμὸν ὀφλημάτων λήψεσθαι, τὸν Υἱόν σου καθικέτευε.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου.

Ἦχος πλ. δ’

Συνεχόμενον δέξαι με.

Νῦν Μαρτύρων πανήγυρις· συνδράμωμεν καὶ τὰ ἆθλα αὐτῶν, τὰ πανσέβαστα μακαριοῦντες, Χριστὸν τὸν τούτους στέψαντα ὑμνήσωμεν.  

ν τῇ θείᾳ πυρούμενοι ἀγάπῃ Χριστοῦ, ἐπ' ἀνθράκων πυρὸς διαβαίνετε, ὡς ἐπὶ δρόσου, αὐτὸν ὑμνοῦντες Μάρτυρες μακάριοι.

Δόξα...

Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Καὶ νῦν... Θεοτοκίον.

κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ ἀνασκίρτησον, ὁ σῴζων Κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Πῦρ καὶ ξίφος καὶ θάνατον οὐ πτήξαντες, τὴν ὁμολογίαν διεσώσατε τῆς σωτηρίας, ὑπὸ Χριστοῦ νευρούμενοι μακάριοι.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

ν νεκροῖς ὁ ἐλεύθερος, ὡς ὢν ἀρχηγός, ζωῆς καὶ θανάτου, σὺ ἀνάπαυσον, οὓς προσελάβου, καὶ ἐν αὐλαῖς σου, σκήνωσον Φιλάνθρωπε.

Ὁ Εἱρμὸς.

Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα τοῖς   οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.

Ὠδὴ ζ’

Νέοι τρεῖς ἐν Βαβυλῶνι.

Τίνι στέργουσα τὰ πάθη, τῶν ἀλόγων ἀληθῶς, ψυχὴ ἐξωμοίωσαι; τίνα ὑπερβάλλοντα ἔσχες, ἐν ἁμαρτίαις; βόησον τῷ Χριστῷ. Σῶσόν με Ἀγαθέ.

γιοι τὸν ἐν Ἁγίοις, αἰτήσατε ἐκτενῶς, ἐπαναπαυόμενον, ταῖς ἁγίαις ταύταις ἡμέραις, καθαγιάσαι πάντων, τῶν εὐσεβῶν τὰ φρονήματα.

Νεκρώσιμον.

ψιστε ὁ ἐν ἐλέει, πλούσιος καὶ ἀγαθός, τοῖς   δούλοις σου ἄφεσιν, τοῖς  προκοιμηθεῖσι παράσχου, χοροῖς Ἁγίων τούτους, συναριθμῶν ὡς φιλάνθρωπος.

Θεοτοκίον.

Τέτοκας νομίμων δίχα φύσεως τὸν Πλαστουργόν, γενόμενον ἄνθρωπον. Ἄχραντε αὐτὸν οὖν δυσώπει, πάντων τὰς ἀνομίας νῦν  παριδεῖν, καὶ τὰ πταίσματα.

Εἱρμὸς ἄλλος.

Ὁ δι' Ἀγγέλου Παῖδας.

τῶν σεπτῶν Μαρτύρων, δειξας τὰ μνημόσυνα, χαρὰν τῇ  Ἐκκλησίᾳ σου, καὶ ψυχῆς θυμηδίαν, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Οὐ ψευδόμεθά σε Χριστέ, οὐδὲ ἀρνούμεθα οἱ Μάρτυρες ἐκραύγαζον ἐν μέσῳ τῶν βασάνων, τοὺς παρανόμους δικαστὰς καταπλήττοντες.

Δόξα...

ν τρισὶ προσώποις, μίαν φύσιν σέβομεν, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, προφητικῶς βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Πῶς ὡς μήτηρ τίκτεις, καὶ παρθένος ἔμεινας; Ὅτι Θεὸν ἐγέννησα, μὴ ζήτει μοι τὸν τρόπον· ὅσα γὰρ βούλεται ποιεῖ, ἡ θεόπαις βοᾷ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς  ἐν τῇ γῇ αὐτοῦ.

Μαρτυρικὴ χορεία, ἡ θεοφάνωτος τοὺς δούλους σου ἀξίωσον, προσκυνητὰς γενέσθαι, τοῦ θείου καὶ ζωοποιοῦ τοῦ Σωτῆρος Σταυροῦ.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

τῆς ζωῆς ταμίας, Βασιλεῦ ἀθάνατε, οὓς ἐξελέξω δούλους σου ἐν πίστει καὶ ἐλπίδι, τῆς αἰωνίου σου ζωῆς, καταξίωσον.

Ὁ Εἱρμὸς.

δι' Ἀγγέλου Παῖδας, δροσίσας ἐν καμίνῳ, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η’

Λυτρωτὰ τοῦ παντὸς.

πτοήτῳ χοροῦντες φρονήματι, πρὸς ἐπίπονα σκάμματα Μάρτυρες, πόνους σαρκὸς ὑπέστητε, καὶ πρὸς ἄπονον λῆξιν μετατεθέντες, πάντα πόνον καρδίας κουφίζετε.

Οἱ τὰ ἄνω φθαρτοῖς ἀλλαξάμενοι, σαρκικοῖς με φθειρόμενον πάθεσι, διὰ νηστείας σώσατε, καὶ εὐχῶν ἐμμελείας, Μάρτυρες θεῖοι, τὸν τῶν ὅλων Θεὸν ἱκετεύοντες.

Νεκρώσιμον.

κεσίαις Χριστὲ τῶν Μαρτύρων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον, καὶ τοῖς πρὸ σὲ τὸν εὔσπλαγχνον, μεταστᾶσι τοῦ βίου, λύσιν παράσχου, ὀφλημάτων καὶ θείαν ἀνάπαυσιν.

Θεοτοκίον.

ς τεκοῦσα Θεὸν ἀναμάρτητον, τὰς ἡμῶν ἁμαρτίας ἐξάλειψον, ταῖς   μητρικαῖς πρεσβείαις σου, Θεοτόκε καὶ σῷζε, ἀναβοῶντας· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Εἱρμὸς ἄλλος.

Οἱ θεορρήμονες Παῖδες.

Τὰς πυριφλέκτους βασάνους ἐνεγκόντες, ὡς δροσισμῷ Ἀθλοφόροι, μετὰ χαρὰς ἀνεκράζετε· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

θεοστράτευτος φάλαγξ τῶν Μαρτύρων, τροπωσαμένη τὴν πλάνην, νικητικῶς ἀνεκραύγαζεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦντες, καὶ τὸ πανάγιον Πνεῦμα, πάντες πιστῶς ἐκβοήσωμεν· Τριὰς ἡ ἐν Μονάδι, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σὺ καὶ Παρθένος καὶ Μήτηρ ἀνεδείχθης, κυοφοροῦσα ἀνάνδρως, Θεὸν τῶν ὅλων ἡ πάναγνος· Ἀλλ' αὐτὸν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου. 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τῶν Ἀθλοφόρων πρεσβείαις τοὺς σοὺς δούλους, καὶ προσκυνῆσαι καὶ βλέψαι, Χριστὲ Σωτὴρ καταξίωσον, τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

καταλύσας τὸ κράτος τοῦ θανάτου, τῇ  ἐκ νεκρῶν σου Ἐγέρσει, τοὺς μεταστάντας ἀνάπαυσον, μετὰ τῶν ἐκλεκτῶν σου, αἰνεῖν σε τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς.

Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ  θ’

Εὔα μὲν τῷ τῆς παρακοῆς.

Στηρίξαντες πέτρᾳ νοητῇ, τὸ φρόνημα Ἀθλοφόροι, ἀπερίτρεπτοι, πάσαις ἐχθροῦ μηχανουργίαις ἐμείνατε· διό με τρεπόμενον, πρὸς πάθη ψυχοφθόρα στηρίξατε, ταῖς πρὸς τὸ θεῖον παρακλήσεσιν.

θεία καὶ ὄντως φωταυγής, ὁμήγυρις τῶν Μαρτύρων, καθικέτευε, τὸν ὑπεράγαθον Δεσπότην, καιρῷ τῆς ἐγκρατείας, συγχώρησιν, πταισμάτων ἡμῖν πᾶσι δωρήσασθαι, καὶ αἰωνίαν ἀγαλλίασιν.

Νεκρώσιμον.

Φιλάνθρωπε μόνε Ἀγαθέ, τοὺς δούλους σου ἐπ΄ ἐλπίδι, ἀναστάσεως, κεκοιμημένους αἰωνίου, φωτός σου ἀνεσπέρου ἀξίωσον, μετέχειν καὶ τροφῆς ἀπολαύσεως, ἵνα σε φόβῳ μεγαλύνωμεν.

Θεοτοκίον.

Φωτὸς οἰκητήριον ἡ σή, γεγένηται παναγία, μήτρα, Πάναγνε· ὅθεν πιστῶς ἀναβοῶ σοι· Τὰς κόρας τῆς ψυχῆς μου καταύγασον, καὶ τρίβον τὴν εὐθεῖαν ὑπόδειξον, τῷ σὲ γνησίως μακαρίζοντι.

Ἄλλος.

Μεγαλύνομέν σε, τὴν Μητέρα.

Τῶν Μαρτύρων μνήμην, ἐκτελέσωμεν πιστοί, ἵνα τῆς ἐκείνων, κοινωνήσωμεν δόξης, εὐφημοῦντες τὰ ἆθλα, τῶν ἀγώνων αὐτῶν.

Τὴν ὑμῶν ἀνδρείαν, θῆρες ἔπτηξαν σφοδρῶς, ὑπεχώρησε πῦρ, συνετρίβησαν τόξα, ἐν ὑμῖν Ἀθλοφόροι, θαυμαστὸς ὁ Θεός.

Δόξα...

περάρχιε φύσις, τρισυπόστατε Μονάς, Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον, φῶς καὶ ζωὴ θεαρχία, τοὺς σὲ δοξολογοῦντας, διαφύλαττε.

Καὶ νῦν... Θεοτοκίον.

Εὐλογοῦμέν σε, τὸν Θεὸν τοῦ Ἰσραήλ, τὸν ἐκ τῆς Παρθένου, ἐπιφανέντα τῷ Κόσμῳ, καὶ ἐγείραντα κέρας, σωτηρίας ἡμῖν.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Πρεσβευταὶ τοῦ Κόσμου, Ἀθλοφόροι τοῦ Χριστοῦ, τὸν αὐτοῦ ἰδέσθαι Σταυρόν, καὶ προσκυνῆσαι, καταξιώσατε πάντας, ἱκεσίαις ὑμῶν.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

που ἀναβλύζει, πηγὴ ζωῆς Υἱὲ Θεοῦ, καὶ ἐπισκοπεῖ σου, ὁ τοῦ προσώπου φωτισμός, τοὺς πρὸς σὲ μεταστάντας ἐγκατάταξον.

Ὁ Εἱρμὸς.

Μεγαλύνομέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζομέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἐξαποστειλάριον, Φωταγωγικὸν τὸ κατὰ τὸν τυχόντα Ἦχον, καὶ Νεκρώσιμον. Ὁ καὶ νεκρῶν καὶ ζώντων. Εἰς τοὺς Αἲνους, τὰ Μαρτυρικά, τὰ τοῦ τυχόντος Ἤχου τῆς Ἑβδομάδος, Δόξα, τὸ Νεκρώσιμον. Καὶ νῦν. Θεοτοκίον, τοῦ αὐτοῦ Ἤχου.

Εἰς δὲ τὰ Ἀπόστιχα, τὰ Προσόμοια τοῦ κυρίου Θεοφάνους. Δόξα, καὶ νῦν, Θεοτοκίον τὰ τοῦ αὐτοῦ Ἤχου.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 Ὁ  Ἀπόστολος

Προκείμενον  Ἦχος πλ. β’ Ψαλμός λα’

Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. Ι’: 32-38)

δελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσητε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

λληλούϊα  Ἦχος πλ. Β’

Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε, Ἀλληλούϊα,

Εὐαγγέλιον τῆς ἡμέρας, καὶ Νεκρώσιμον,

Κοινωνικὸν.

γαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις, Ἀλληλούϊα.

Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε, Ἀλληλούϊα.