The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον, εἰς τό, Θεὸς Κύριος, ψάλλομεν τὸ παρὸν Τροπάριον, ἐκ γ.

Ἦχος α

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Εἶτα στιχολογοῦμεν τὸ Κάθισμα τό, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Μετὰ δὲ ταύτην τὴν Στιχολογίαν, τὸ παρόν.

Κάθισμα   Ἦχος α

Τοῦ λίθου σφραγισθέντος.

Κατοικτείρας τῆς Μάρθας, καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον, ἐκ τοῦ τάφου προσέταξας, Χριστὲ ὁ Θεός· ἀνέστησας φωνήσας τὸν νεκρόν, τὴν τοῦ Κόσμου ζωοδότα, δι' αὐτοῦ πιστούμενος Ἀνάστασιν. Δόξα τῇ δυναστείᾳ σου Σωτήρ, δόξα τῇ ἐξουσίᾳ σου, δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ.

Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ.

Εἶτα στιχολογοῦμεν τὸν Ἄμωμον, ψάλλομεν δὲ καὶ τὰ Ἀναστάσιμα Εὐλογητάρια, τὰ ἐν ταῖς Κυριακαῖς.

Τῶν Ἀγγέλων ὁ δῆμος κτλ.  

Καὶ μετὰ ταῦτα τὸ παρόν Κάθισμα  Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον.

πηγὴ τῆς σοφίας, καὶ τῆς προγνώσεως, τοὺς περὶ Μάρθαν ἠρώτας, ἐν Βηθανίᾳ παρών. Ποῦ τεθήκατε, βοῶν, φίλον τὸν Λάζαρον, ὃν δακρύσας συμπαθῶς, τετραήμερον νεκρόν, ἀνέστησας τῇ φωνῇ σου, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότης καὶ Κύριος.

Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ.

Μετὰ δὲ τὸ Ν τοὺς ἑπομένους δύο Κανόνας μέχρι τῆς στ Ὠδῆς ἐκεῖθεν δὲ τὰ Τετραῴδια εἰς Στίχους ιβ.  

Ὁ Κανὼν  Ποίημα Θεοφάνους.

Ὠδὴ α  Ἦχος πλ. δ'  Ὁ Εἱρμὸς.

σωμεν τῷ Κυρίῳ τῷ διαγαγόντι τὸν λαόναὐτοῦ, ἐν ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. (Δίς)

Λάζαρον τεθνεῶτα, νεύματι τῷ θείῳ ἐξανέστησας, πλαστουργὸς ὡς ὑπάρχων, καὶ ζωῆς ταμιοῦχος Φιλάνθρωπε.

Λόγῳ τὸν τεταρταῖον, Λάζαρον ἀνέστησας Ἀθάνατε, σκοτεινόμορφον Ἅδου, διαλύσας ἰσχὺϊ βασίλειον.

Πᾶσι τῆς ὑπερθέου, γνώρισμα Θεότητος, ὑπέδειξας, ἐκ τῶν νεκρῶν ἐγείρας, τετραήμερον Λάζαρον Δέσποτα.

Σήμερον Βηθανία, προανακηρύττει τὴν Ἀνάστασιν, Χριστοῦ τοῦ ζωοδότου, τῇ ἐγέρσει Λαζάρου χορεύουσα.

Ἕτερος Κανὼν.

Ποίημα Κοσμᾶ Μοναχοῦ.

Ὠδὴ α  Ἦχος πλ. δ

Ὑγρὰν διοδεύσας.

πρὶν ἐκ μὴ ὄντων παραγαγών, τὴν σύμπασαν Κτίσιν, καὶ γινώσκων τῶν καρδιῶν, ταμεῖα προλέγεις ὡς Δεσπότης, τοῖς Μαθηταῖς τοῦ Λαζάρου τὴν κοίμησιν.

Τὸν ἄνθρωπον φύσει οὐσιωθείς, Χριστὲ ἐκ Παρθένου, τοῦ Λαζάρου σὺ τὴν ταφήν, μαθεῖν ἐπηρώτας ὡς ἄνθρωπος, οὐκ ἀγνοῶν ὡς Θεὸς ὅπου ἔκειτο.

Πιστούμενος Λόγε τὴν σεαυτοῦ, Ἀνάστασιν ὄντως, ὡς, ἐξ ὕπνου τὸν προσφιλῆ, ἀνέστησας ἤδη ὀδωδότα, τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνήματος.

Θεοτοκίον.

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Καταβασία.

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Ὠδὴ γ  Ὁ Εἱρμὸς.

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου. (Δίς)

Δύο προβαλλόμενος, τὰς ἐνεργείας σου ἔδειξας, τῶν οὐσιῶν, Σῶτερ τὴν διπλόην· Θεὸς γὰρ εἶ καὶ ἄνθρωπος.

βυσσος ὢν γνώσεως, σὺ ἐρωτᾷς ποῦ τέθειται, ὁ τεθνεώς, μέλλων ἀναστήσειν, Ζωοδότα τὸν κείμενον.

Τόπους ἀμειβόμενος, ὡς γεγονὼς βροτὸς πέφηνας, περιγραπτός, ὁ πληρῶν τὰ πάντα, ὡς Θεὸς ἀπερίγραπτος.

Λάζαρον ἐξήγειρας, τῷ θεϊκῷ Χριστὲ ῥήματι, κᾀμὲ πολλοῖς, πταίσμασι θανέντα, ἐξανάστησον δέομαι.

Ἄλλος.

Οὐρανίας ἁψῖδος.

πιστὰς σὺ τῷ τάφῳ, θαυματουργὲ Κύριε, ἐν τῇ Βηθανίᾳ, Λαζάρου, τοῦτον ἐδάκρυσας, νόμῳ τῆς φύσεως, πιστοποιῶν σου τὴν σάρκα, Ἰησοῦ ὁ Θεός μου, ἥν περ προσείληφας.

Τῆς Μαρίας τὸ πένθος, σὺ παρευθὺς ἔπαυσας, Σῶτερ, καὶ τῆς Μάρθας, δεικνύων τὸ αὐτεξούσιον· σὺ γὰρ ἀνάστασις, καὶ σὺ ζωὴ ὥσπερ ἔφης· ἀληθείᾳ πέλεις γάρ, καὶ πάντων Κύριος.

 

Εἰλημμένον κειρίαις, τὸν προσφιλῆ Κύριε, Ἅδου ἐκ νεκάδων, καὶ ζόφου τοῦτον ἀφήρπασας, σὺ ἐν τῷ λόγῳ σου, τῷ πανσθενεῖ τοῦ θανάτου, διαρρήξας κλεῖθρά τε, καὶ τὰ βασίλεια.

Θεοτοκίον.

νοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.

Καταβασία.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Κάθισμα.  Ἦχος δ.

Κατεπλάγη Ἰωσὴφ.

Συμπαρέστησαν Χριστῷ, αἱ τοῦ Λαζάρου ἀδελφαί, καὶ δακρύουσαι πικρῶς, καὶ ὁλολύζουσαι αὐτῷ, ἔφησαν, Κύριε, τέθνηκε Λάζαρος· αὐτὸς δὲ ὡς Θεός, οὐκ ἀγνοῶν τὴν ταφήν, ἠρώτα πρὸς αὐτάς. Ποῦ τεθήκατε; καὶ προσελθὼν τῷ τάφῳ προσεφώνει, τὸν τετραήμερον Λάζαρον· ὁ δὲ ἀνέστη, καὶ προσεκύνει, τὸν αὐτὸν ἀναστήσαντα.

Ἕτερον   Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

Προγινώσκων τὰ πάντα ὡς ποιητής, ἐν Βηθανίᾳ προεῖπας τοῖς Μαθηταῖς, ὁ φίλος ἡμῶν Λάζαρος, κεκοίμηται σήμερον, καὶ εἰδὼς ἠρώτας, φησί, ποῦ τεθήκατε; καὶ τῷ Πατρὶ προσηύξω, δακρύσας ὡς ἄνθρωπος· ὅθεν καὶ φωνήσας, ὃν ἐφίλεις ἐξ Ἅδου, ἀνέστησας Κύριε, τετραήμερον Λάζαρον. Διὰ τοῦτο βοῶμέν σοι· Πρόσδεξαι Χριστὲ ὁ Θεός, τῶν τολμώντων προσφέρειν τὴν αἴνεσιν, καὶ καταξίωσον πάντας τῆς δόξης σου.

Ὠδὴ δ  Ὁ Εἱρμὸς.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. (Δίς)

Οὐ συμμάχου δεόμενος, ἀλλ' οἰκονομίαν τελῶν ἀπόρρητον, προσευχόμενος ἀνέστησας, νεκρὸν τετραήμερον Παντοδύναμε.

Πατρὶ συναΐδιος, Λόγος καὶ Θεὸς τὸ πρὶν καθορώμενος, νῦν ὡς ἄνθρωπος προσεύχεται, προσευχὰς ὁ πάντων προσδεχόμενος.

φωνή σου κατέλυσε, Σῶτερ τοῦ θανάτου πᾶσαν τὴν δύναμιν, τὰ θεμέλια τοῦ Ἅδου δέ, θεϊκῇ δυνάμει διεκλόνησε.

Θεοτοκίον.

Τὴν Παρθένον ὑμνήσωμεν, ὡς μετὰ τὸν τόκον παρθένον μείνασαν, καὶ κυήσασαν Χριστὸν τὸν Θεόν, τὸν ἐκ πλάνης Κόσμον λυτρωσάμενον.

Εἱρμὸς ἄλλος.

Σύ μου ἰσχύς, Κύριε.

Σὺ ὡς ποιμήν, ἥρπασας Σῶτερ τὸν ἄνθρωπον, τὸν φθαρέντα, ἤδη τετραήμερον, δημιουργέ, λύκου ἐκ δεινοῦ, ὄντως καὶ παμφάγου, ὡς δυνατός τε καὶ Κύριος, ἐν τούτῳ, προδεικνύων, τὴν παγκόσμιον δόξαν, τῆς σῆς νῦν τριημέρου Ἐγέρσεως.

Σὲ τὴν ζωήν, βλέπουσαι αἱ περὶ Μάρθαν Χριστέ, ἀνεβόων· Εἰ ᾖς ᾧδε Κύριε, ὁ φωτισμός, πάντων καὶ ζωή, ὅλως οὐ τεθνήκει, νεκρὸς οὐκ ὤφθη ὁ Λάζαρος, ζωὴ δὲ τῶν θανέντων, σύ, φιλάνθρωπε πέλων, εἰς χαρὰν μετατρέπεις τὸ πένθος αὐτῶν.

Σὲ τὴν πηγήν, φρίττουσι Κύριε ἄβυσσοι, σοὶ δουλεύει, ἡ ὑγρὰ ἡ σύμπασα, σὲ πυλωροί, τρέμουσι Χριστέ, Ἅδου δὲ τὰ κλεῖθρα, τῷ κράτει σου διαλύονται, Λαζάρου ἀναστάντος, ἐκ νεκρῶν τῇ φωνῇ σου, παντοδύναμε Σῶτερ φιλάνθρωπε.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Καταβασία.

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὠδὴ ε Ὁ Εἱρμὸς.

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

πιστὰς τῷ Λαζάρου, μνήματι φιλάνθρωπε, τοῦτον ἐκάλεσας, καὶ ζωὴν παρέσχες, ὡς ζωὴν χρηματίζων ἀθάνατος, τῶν βροτῶν ἁπάντων, οἷα Θεός, τὴν ἐσομένην, προθεσπίζων προδήλως Ἀνάστασιν.

Δεδεμένος τοὺς πόδας, Λάζαρος ἐβάδιζε, θαῦμα ἐν θαύμασι! καὶ γὰρ μείζων ὤφθη, τοῦ κωλύοντος ὁ ἐνισχύων Χριστός, οὗ τῷ λόγῳ πάντα, δουλοπρεπῶς ὑπηρετοῦσιν, ὡς Θεῷ καὶ Δεσπότῃ δουλεύοντα.

νεκρὸν ὀδωδότα, Λάζαρον ἐγείρας Χριστὲ τετραήμερον, ἐξανάστησόν με, νεκρωθέντα νῦν ἁμαρτήμασι, καὶ τεθέντα λάκκῳ, καὶ σκοτεινῇ σκιᾷ θανάτου· ἀλλὰ ῥῦσαι, καὶ σῶσον ὡς εὔσπλαγχνος.

Εἱρμὸς  Ὁ αὐτὸς.

Τῷ Πατρὶ νέμων δόξαν, ὥσπερ οὐκ ἀντίθεος, ἦσθα εὐχόμενος, τὸν περιεστῶτα, σὺ πιστούμενος ὄχλον Μακρόθυμε, τὴν εὐχαριστίαν, τῷ σῷ Πατρὶ προσαναφέρων, τῇ κελεύσει ἐγείρων τὸν Λάζαρον.

φωνῆς θεοφθόγγου, θείας τε δυνάμεως, Σῶτερ τοῦ κράτους σου! δι' ἧς Ἅδου πύλας, τοῦ παμφάγου θανάτου συνέτριψας, ἀλλ' ἐξάρπασόν με, ὥσπερ τὸν πρὶν ἐκ τῶν παθῶν μου, τετραήμερον φίλον σου Λάζαρον.

κεσίαις Λαζάρου, Μάρθας καὶ Μαρίας τε, ἡμᾶς ἀξίωσον, θεατὰς γενέσθαι, τοῦ Σταυροῦ καὶ τοῦ Πάθους σου Κύριε, καὶ τῆς λαμπροφόρου, τῶν ἡμερῶν καὶ βασιλίδος, Ἀναστάσεως τῆς σῆς φιλάνθρωπε.

Θεοτοκίον.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου, κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Καταβασία.

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Ἐντεῦθεν ἀρχόμεθα τῶν Τετραῳδίων, ποιοῦντες τοὺς Εἱρμοὺς ἀνὰ β, καὶ τὰ Τροπάρια ἀνὰ δ.

Τετραῴδιον.

Ποίημα τοῦ αὐτοῦ Κοσμᾶ.

Ὠδὴ ς  Ἦχος πλ. δ  Ὁ Εἱρμὸς.

Τὸν Ἰωνᾶν, ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον.

γάπη σε, εἰς Βηθανίαν Κύριε, ἀπήγαγε πρὸς Λάζαρον, καὶ τοῦτον ἤδη ὀδωδότα, ἀνέστησας ὡς Θεός, καὶ ἐκ δεσμῶν, τοῦ Ἅδου διέσωσας.

Μάρθα μέν, ἀπεγνώκει Λάζαρον, ὡς ἤδη τετραήμερον· Χριστὸς δὲ τὸν διαφθαρέντα, ἀνέστησεν ὡς Θεός, καὶ εἰς ζωὴν μετήγαγε ῥήματι.

Ἕτερον Ποίημα Ἰωάννου Μοναχοῦ.

Ἱλάσθητί μοι Σωτὴρ.

Θεὸς ὢν ἀληθινός, Λαζάρου ἔγνως τὴν κοίμησιν, καὶ ταύτην τοῖς Μαθηταῖς, τοῖς σοῖς προηγόρευσας, πιστούμενος Δέσποτα, τῆς Θεότητός σου, τὴν ἀόριστον ἐνέργειαν.

Τῇ σαρκὶ περιγραπτός, ὑπάρχων ὁ ἀπερίγραπτος, εἰς Βηθανίαν ἐλθών, ὡς ἄνθρωπος Δέσποτα, δακρύεις τὸν Λάζαρον· ὡς Θεὸς δὲ θέλων, ἀνιστᾷς τὸν τετραήμερον.

Καταβασία.

λάσθητί μοὶ Σωτὴρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον   Ἦχος β

Τὰ ἄνω ζητῶν.

πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Ὁ Οἶκος.

Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων· ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα· ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια, καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.

Στίχοι

Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.

Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.

Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

Ὠδὴ ζ  Ὁ Εἱρμὸς.

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Δακρύσας ὡς ἄνθρωπος Οἰκτίρμον, ἐξανέστησας ὡς Θεὸς τὸν ἐν τάφῳ, καὶ τοῦ Ἅδου λυθείς, ὁ Λάζαρος ἐβόα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ξῆλθε κειρίαις δεδεμένος, χάους Ἅδου τε καὶ ζόφου ἀποδράσας, τοῦ Δεσπότου τῷ λόγῳ, ὁ Λάζαρος κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄλλος.

Οἱ ἐκ τῆς Ἰουδαίας.

πὶ φίλῳ δακρύσας, τὸ τῆς Μάρθας Οἰκτίρμον, δάκρυον ἔπαυσας, καὶ πάθει ἑκουσίῳ, ἀφεῖλες ἐκ προσώπου, τοῦ λαοῦ σου πᾶν δάκρυον· ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Τῆς ζωῆς ὁ ταμίας, τὸν νεκρὸν ὡς ὑπνοῦντα, Σῶτερ ἐκάλεσας, καὶ λόγῳ τὴν τοῦ Ἅδου, γαστέρα διαρρήξας, ἐξανέστησας ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Τὸν νεκρὸν ὀδωδότα, δεδεμένον κειρίαις, Δέσποτα ἤγειρας, κᾀμὲ πεπεδημένον, σειραῖς ἁμαρτημάτων, διανάστησον ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταβασία.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ὠδὴ η  Ὁ Εἱρμὸς.

Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας.

ς ποιμὴν τὸν ἄρνα κατιχνεύσας, καὶ ἐκ λύκου δεινοῦ ὀλετῆρος, ἁρπάσας ὁ ἐπικρατής, φθαρέντα ἐκαινούργεις, βοῶντά σοι· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ς βροτὸς τὸν τάφον ἐπεζήτεις, τὸν νεκρὸν ὡς Πλάστης ἀναστήσας, προστάγματι δεσποτικῷ, ὃν Ἅδης κατεπλάγη, βοῶντά σοι· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος.

Τὸν Βασιλέα τῶν Οὐρανῶν.

πιζητεῖς μὲν ὥσπερ θνητός, ὡς Θεὸς δέ, ἀνιστᾷς λόγῳ τὸν τεταρταῖον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σοὶ εὐγνωμόνως ὡς ὀφειλην, τοῦ συγγόνου, ἡ Μαρία Δέσποτα προσφέρει, μύρον ἀνυμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

πικαλεῖς μὲν ὥσπερ βροτός, τὸν Πατέρα, ὡς Θεὸς δὲ Λάζαρον ἐγείρεις· ὅθεν σε ὑμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται.

Ὠδὴ θ  Ὁ Εἱρμὸς.

Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.

Οἱ λαοὶ ἰδόντες βαδίζοντα, νεκρὸν τεταρταῖον, ἐκπλαγέντες τῷ θαύματι, ἀνεβόων τῷ Λυτρωτῇ, Θεόν σε ἐν ὕμνοις μεγαλύνομεν.

Προπιστῶν τὴν ἔνδοξον Ἔγερσιν, τὴν σὴν ὦ Σωτήρ μου, νεκρὸν τετραήμερον, ἐκ τοῦ Ἅδου ἐλευθεροῖς, τὸν Λάζαρον, ἐν ὕμνοις μεγαλύνω σε.

Ἄλλος.

Κυρίως Θεοτόκον.

Τιμῶν σου τὸν Πατέρα, καὶ ἀποδεικνύων, ὡς οὐκ ἀντίθεος ἦσθα, προσεύχῃ Χριστέ, αὐτεξουσίως ἐγείρας τὸν τετραήμερον.

κ τάφου τεταρταῖον, Λάζαρον ἐγείρας, τῆς τριημέρου Χριστέ μου Ἐγέρσεως, παναληθέστατον πᾶσι, δεικνύεις μάρτυρα.

Βαδίζεις καὶ δακρύεις, φθέγγῃ τε Σωτήρ μου. Τὴν ἀνθρωπίνην δεικνύς σου ἐνέργειαν, τὴν θεϊκὴν δὲ μηνύων, ἐγείρεις Λάζαρον.

νήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθ' ἑκατέρων τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.

Καταβασία.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις Χορείαις, σὲ μεγαλύνοντες.

Εἶτα  Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν (ἐκ γ')

Καὶ τὸ παρὸν Ἐξαποστειλάριον, ἐκ δευτέρου,

Ἐπεσκέψατο ἡμᾶς.

Λόγῳ σου Λόγε τοῦ Θεοῦ, Λάζαρος νῦν ἐξάλλεται, πρὸς βίον παλινδρομήσας, καὶ μετὰ κλάδων οἱ λαοί, σὲ Κραταιὲ γεραίρουσιν, ὅτι εἰς τέλος ὀλέσεις, τὸν Ἅδην θανάτῳ σου.

Ἕτερον, ὅμοιον, ἅπαξ.

Διὰ Λαζάρου σε Χριστός, ἤδη σκυλεύει θάνατε, καὶ ποῦ σου Ἅδου τὸ νῖκος; τῆς Βηθανίας ὁ κλαυθμός, νῦν ἐπὶ σὲ μεθίσταται, πάντες κλάδους τῆς νίκης, αὐτῷ ἐπισείωμεν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους η καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Ἰδιόμελα.

Στίχ. Δόξα αὐτη ἔσται πᾶσι τοῖς Ὁσίοις αὐτοῦ.

Ἦχος α

νάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας· ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ Ἅδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι' ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν· διὸ προσκυνούντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ.

Μάρθα καὶ Μαρία, τῷ Σωτήρι ἔλεγον· Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε. Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.

Τῆς Θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος· ἀλλ' ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ.

Ἦχος δ

Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις.

Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.

Στίχ. νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἦχος πλ. δ

Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον· μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ Ἅδης, ἀπέλυσε φόβῳ. Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.

Στίχ. ξομολογήσομαί σοι, Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ· Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ  Ἅδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.

Δόξα... Ἦχος β

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! ὅτι νεκρὸν τεταρταῖον, ἐκ τάφου Χριστὸς φωνήσας ἤγειρε, καὶ φίλον ἐκάλεσε, δοξολογήσωμεν αὐτόν, ὡς ὑπερένδοξον, ὡς ταῖς πρεσβείαις, τοῦ δικαίου Λαζάρου, σώσῃ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·  διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·  διὸ ἀνυμνοῦντες βοῶμεν·  Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοίς, ἐκ τοῦ Κανόνος ἡ γ καὶ ἡ ς Ὠδή.

Ἀντὶ δὲ τοῦ Τρισαγίου.

σοι εἰς Χριστὸν ἐβαπτίσθητε...

Ὁ Ἀπόστολος. 

Προκείμενον  Ἦχος γ [Ψαλμός 26]

Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ.  ΙΒ: 28, ΙΓ:1-8)

δελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας· καὶ γὰρ ὁ Θεὸς ἡμῶν, πῦρ καταναλίσκον. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες Ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν. Οὐ μή σε ἀνῶ, ουδ' οὐ μὴ σὲ ἐγκαταλίπω· ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵ τινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

λληλούϊα [γ΄]. Ἦχος πλ. β΄ [Ψαλμός 92].

Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ἰωάννην

Κεφ. 11: 1-45

Τῷ καιρῷ ἐκείνῳ, ἦν τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας, καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν, λέγουσαι· Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ. Ἀκούσας δὲ ὁ ᾿Ιησοῦς, εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς. Ἠγάπα δὲ ὁ ᾿Ιησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς Μαθηταῖς· ἄγωμεν εἰς τὴν ᾿Ιουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ Μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ᾿Ιουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς· Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ἐὰν δέ τις περιπατεῖ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Εἶπον οὖν οἱ Μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Εἰρήκει δὲ ὁ ᾿Ιησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν, ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Τότε οὖν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε, καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾿ ἄγωμεν πρὸς αὐτόν. Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ. ᾿Ελθὼν οὖν ὁ ᾿Ιησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν ῾Ιεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε, καὶ πολλοὶ ἐκ τῶν ᾿Ιουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι ὁ ᾿Ιησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν ᾿Ιησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει· ἀλλὰ καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ· Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα, εἰποῦσα· Ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε. Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ, καὶ ἔρχεται πρὸς αὐτόν. Οὔπω δὲ ἐληλύθει ὁ ᾿Ιησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ οὖν ᾿Ιουδαῖοι, οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ, καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες· ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. Ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ ᾿Ιησοῦς, ἰδοῦσα αὐτὸν, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. ᾿Ιησοῦς οὖν, ὡς εἶδεν αὐτήν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ ᾿Ιουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπε· Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ ᾿Ιησοῦς. Ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; ᾿Ιησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ. Λέγει ὁ ᾿Ιησοῦς· ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος, Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψεις τὴν δόξαν τοῦ Θεοῦ; Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ ᾿Ιησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ τεθνηκὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν ᾿Ιουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν, καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ ᾿Ιησοῦς, ἐπίστευσαν εἰς αὐτόν.

Κοινωνικὸν

κ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, Ἀλληλούϊα. (Ψαλμός ρις)