The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τὰ κατὰ τὸν τυχόντα Ἦχον Τριαδικά· καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τά παρόντα Καθίσματα.      

Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ.

ξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν, τοῦ Ἀδὰμ ταῖς πληγαῖς σου· διὸ ἱκετεύω σε, τὰς πληγάς μου θεράπευσον, ἃς ἀπέθετο, ἐν τῇ ψυχῇ μου ὁ πλάνος, καὶ ἀξίωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, Σωτὴρ θεραπεῦσαί σε.

Σταυροθεοτοκίον.

ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;

Μετὰ τὴν γ’ Στιχολογίαν.

Καθίσματα  Ἦχος πλ. β’

Ἐλπὶς τοῦ Κόσμου.

Σταυρὲ τοῦ Κόσμου φυλακτήρ, τῶν δαιμόνων διῶκτα, τοὺς σὲ κτωμένους ἐν παντί, προστασίαν ἄμαχον, ἀξίωσον τὸ τῆς Νηστείας διελθεῖν ὑπόλοιπον ἐν συνειδήσει καθαρᾷ, εὐθύνων τὰς ψυχὰς ἡμῶν, ἐνώπιον Χριστοῦ, Ξύλον εὐλογημένον.

Σταυροθεοτοκίον.

γνὴ Παρθένε καὶ σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, ὅτε παρέστης τῷ Σταυρῷ, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, μὴ φέρουσα ὁρᾶν τὰς παροινίας τῶν ἐχθρῶν, ἐκραυγαζες ὀδυνωμένη μητρικῶς· Πῶς φέρεις ὦ Φιλάνθρωπε τὰς πάντων ἀπειλάς; Δόξα τῇ μακροθυμίᾳ σου.

 Ὁ Ν’, ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν ε’ Ὠδήν.

Τριῴδιον Ποίημα Ἰωσὴφ

Ὠδὴ ε'  Ἦχος γ'

Ὁ φωτίσας τῇ ἐλλάμψει.

ἐκτείνας οὐρανὸν ὡσεὶ δέρριν ἐξέτεινας, τὰς παλάμας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε· διὸ ἱκετεύω σε, κατατεινόμενον ἐχθροῦ με, ταῖς ἐπηρείαις οἰκτείρησον.

φύπνωσας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε, ἐγρήγορσιν, σωτηρίας ἡμῖν παρεχόμενος,  τοῖς  κειμένοις Κύριε, ἐν κατωτάτῳ ἀπωλείας· ὅθεν σε πίστει δοξάζομεν.

Τοῦ Πάθους σου, τὴν ἡμέραν ἰδεῖν καταξίωσον, τοὺς δούλους σου, φωτισθέντας καρδίας φαιδρότητι, καὶ τὴν ζωηφόρον σου, Σωτὴρ Ἀνάστασιν ὑμνοῦντας, τὸ κράτος τῆς Βασιλείας σου.

Σταυροθεοτοκίον.

ρῶσά σε, ἐν σταυρῷ ἠρτημένον ἡ Πάναγνος, ἠλάλαζε, τετρωμένη τὰ σπλάγχνα καὶ ἔλεγε· Διὰ σπλάγχνα Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἠνέσχου, πᾶσι παρέχων ἀπάθειαν.

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος πλ. β’  Ἐκ νυκτὸς ὀρθρίζοντα.

ν Σταυρῷ Φιλάνθρωπε τὰς χεῖράς σου, ἥπλωσαν, ἥλωσαν, νύξαντες καὶ τὴν Πλευράν, τῇ λόγχῃ Ἰουδαῖοι, καὶ φέρεις πάντα Χριστέ, ἵνα ἡμεῖς σωθῶμεν.

Ξύλου βρώσει τέθνηκέ ποτε ὁ Ἀδάμ, πάλιν δὲ εὕρατο, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωήν, δι' ἧς Οἰκτίρμον, ἐπαπολαύει τρυφῆς, ἔνδον τοῦ Παραδείσου.

Δόξα...

Μονάδα τῇ φύσει σε Τριὰς ἀνυμνῶ, ἄναρχον, ἄκτιστον, ἀρχικὴν βασιλικήν, ὑπερτελῆ Ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ Κόσμου.

Καὶ νῦν... Θεοτοκίον.

ν τῇ ὑπερφυεῖ σου κυήσει Ἁγνή, νόμοι σοι φύσεως, καταλύονται σαφῶς· καὶ γὰρ ἀσπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν, ἐκ Πατρὸς γεννηθέντα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸν Σταυρὸν τὴν Λόγχην καὶ τοὺς Ἥλους σου, σέβομαι Δέσποτα· δι' αὐτῶν γὰρ τῆς φθορᾶς, ἡμᾶς ἀπελυτρώσω, ἐν τῷ σῷ πάθει Χριστέ, ἀπαθανατισθέντας.

Ὁ Εἱρμὸς.

κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν  τοῖς  προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου.

Ὠδὴ η’

Θαύματος ὑπερφυοῦς.

μβλυνας τοῦ πονηροῦ Σῶτερ τὰ κέντρα, καθηλούμενος ἥλοις ἐν ξύλῳ, ἀκανθῶν διάδημα, ἀνεδύσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν· διὸ ἀνυμνοῦντές σοι κραυγάζομεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

πλωσας ἐπὶ Σταυροῦ Χριστὲ παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων, πρὸς τὴν σὴν ἐπίγνωσιν, καὶ τῇ λόγχῃ τὴν σὴν Πλευράν, κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν, πηγὴν φωτισμοῦ  τοῖς  ἀναμέλπουσιν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

είθροις εὐσπλαγχνίας σου Οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν, ἁμαρτίας δήγματι, σπιλωθεῖσαν καὶ ποταμούς, κατανύξεως πηγάζειν με ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοι· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Στάμνον σε τὸ θεῖον Μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρός θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος.

Τῶν Παίδων τὴν ᾠδὴν.

Σταυροῦται ὁ Χριστός, καὶ ζωούμενος ἐγὼ συμψάλλω  τοῖς  Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

κόσμος ἐκ φθορᾶς, τῇ σταυρώσει σου ῥυσθείς, συμψάλλει  τοῖς  Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα.

Τριὰς ἰσοκλεής, Ὁμοούσιε Μονάς, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα, σῶσόν με τὸν πίστει ὑμνοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον.

Τὸν τόκον τῆς ἁγνῆς, Θεοτόκου προσκυνῶ, συμψάλλων  τοῖς  Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

μνῶ σου τὸν Σταυρόν, δι' οὗ σέσωσμαι Σωτήρ, συμψάλλων  τοῖς  Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Τῶν Παίδων τὴν ᾠδήν, ἐκμιμούμενος βοῶ, συμψάλλων  τοῖς  Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ’

Τύπον τῆς ἁγνῆς λοχείας σου.

Εἶδεν Ἠλιοὺ τὸν Κύριον, ἐν λεπτοτάτῃ αὔρᾳ, λεπτύνας πρότερον, σάρκα προσευχῶν, καὶ νηστειῶν ἐπιδόσεσιν, ὃν ζηλοῦσα ψυχή μου ἀπόρριψον, τῶν ἡδονῶν τὸ πάχος, ὅπως θεάσῃ τὸν ποθούμενον.

Ξύλῳ ἀνυψώσας πρότερον, ὁ Μωϋσῆς τὸν ὄφιν, Σῶτερ ἐτύπου σου τὴν ἀνύψωσιν, τὴν ἐν Σταυρῷ ὑπεράγαθε, ἰοβόλου κακίας τοῦ ὄφεως, δι' οὗ ἀπελυτρώσω, πάντα τὰ ἔθνη προσκυνοῦντά σε.

Τάφῳ ῥαθυμίας κείμενος, ἐπιβαροῦντα ἔχων, λίθον πωρώσεως, τὸν ἀείζωον μὴ συνιὼν Σῶτερ λόγον σου, καὶ τοῦ φόβου σου μὴ αἰσθανόμενος, οἰκτείρησόν με σῶσον, τῷ σῷ ἐλέει πολυέλεε.

Θεοτοκίον.

Πάντων ὑπερτέρα Δέσποινα, τῆς τῶν παθῶν κακίας, δεῖξον ὑπέρτερον, τὸν δοξάζοντα παναληθῆ Θεοτόκον σε, καὶ ὑμνοῦντα τὸν τόκον σου ἄχραντε, τὸν ἀκαταληψίᾳ, θεοχαρίτωτε τιμώμενον.

Εἱρμὸς ἄλλος.

Ἀσπόρου συλλήψεως.

Σταυροῦσαι καὶ σῴζεις με, καὶ θνῄσκεις καὶ ζωοῖς ἐμέ, ὢ εὐσπλαγχνίας! ὢ φιλανθρωπίας σου! τίς εἶδε, τίς ἤκουσε, Δεσπότην ὑπὲρ δούλων ἑλόντα θάνατον ὁρατόν; ἀλλὰ δόξα τῇ ἀρρήτῳ, ἀγαθότητί σου Κύριε.

ἥλιος ἔδυσε, σταυρούμενον ὡς εἶδέ σε· πῶς γὰρ μὴ ἔδυ, τὴν ὕβριν αἰσθόμενος, τοῦ Δημιουργοῦ αὐτοῦ, ὡς καὶ ἡ κτίσις πᾶσα, συγκλονουμένη  τοῖς  σταυρωταῖς, σιωπῶσα ἀνεβόα· Ὅτι σὺ Θεὸς ὑπάρχεις παντός.

Δόξα...

Μόνου Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατὴρ καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὂν, ὦ Τριάς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον.

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δι' ἡμᾶς ὑπέστη σου, ἕκαστον μέλος πάθημα, πυγμὴν ἡ κάρα, ἡ ὄψις ῥαπίσματα, αἱ χεῖρες προσηλώσεις, καὶ ἡ πλευρὰ τὴν λόγχην, καὶ τὰ ἐξαίρετα τοῦ Σταυροῦ, ἀλλὰ δόξα τῇ ἀρρήτῳ, εὐσπλαγχνίᾳ σου Σωτὴρ ἡμῶν.

Ὁ Εἱρμὸς.

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

 Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιόμελον Ἦχος πλ. δ’

μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν
ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀρετῆς ὑπ' αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον· ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς σὲ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα, ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρηστότητα, μόνε Φιλάνθρωπε.
(Δίς)

Μαρτυρικὸν.

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν  τοῖς  θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.

Ὢ τοῦ παραδόξου θαύματος.

τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο, λῃστῶν κρεμάμενον, ὃν δίχα πόνου, καὶ φθορᾶς τέτοκε, πῶς σε ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, σπλάγχνον ἐμόν, Ἰησοῦ γλυκύτατε, σταυρῷ προσήλωσεν;

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ 

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. α’

περύμνητος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ σαλεύων τὴν γῆν, εἰς τὸ ἐπιστρέψαι, καὶ σωθῆναι τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ πάλιν στερεῶν αὐτήν, διὰ ἰδίαν ἀγαθότητα, καὶ ἄφατον εὐσπλαγχνίαν, πρεσβείαις τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος πλ. δ’ Ψαλμὸς ρ’

λεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.

Στίχ. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ. ΜΕ’: 1-17)

Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα τὴν γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι  τοῖς  ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτω λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορεία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σέ, καὶ προσκηνήσουσί σοι, καὶ προσεύξονται ἐν σοί, ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεός πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. Ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον, οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι, λέγει Κύριος Παντοκράτωρ.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ρα’

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.

Στίχ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ε’ ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τα Πρὸς Κύριον. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ τοῦ Τριῳδίου γ’ καὶ τῆς Θεοτόκου ζ’.

Στιχηρὸν Ἰδιόμελον

Ἦχος πλ. β’

ς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος. (Δίς)

Μαρτυρικὸν.

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

 

Στιχηρὰ Προσόμοια τῆς Θεοτόκου τὰ παρόντα γ’, ποιοῦντες αὐτὰ ἑπτὰ

Ἦχος πλ. β’

Ὅλην ἀποθέμενοι.

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος. Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο, χαῖρε θεία στάμνε, τοῦ μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπερ ἄνθρωπον; μέτ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι, χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μή με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι;

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται, τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε· Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ, τὸν ἄνθρωπον ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

Δόξα... Καὶ νῦν... Ἦχος β’

Θεοφάνους.

Τὸ ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος, ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ Κτίσις, χορευέτω ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον, ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

Μετὰ τὴν εἴσοδον, τὸ Φῶς ἱλαρόν καὶ εὐθύς.  
Ἑσπέρας Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρβ’

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος.

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. ΚΒ’: 1-18)

γένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν, ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἂν σοι εἴπω. Ἀναστὰς δὲ Ἀβραάμ τὸ πρωΐ, ἐπέσαξε τὸν ὄνον αὐτοῦ, παρέλαβε δὲ μεθ' ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπεν Ἀβραὰμ τοῖς παισίν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον, διελευσόμεθα ἕως ᾧδε, καὶ προσκυνήσαντες, ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρας, καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραάμ τὸν πατέρα αὐτοῦ· Πάτερ, ὁ δὲ εἶπε· Τί ἐστι τέκνον; Εἶπε δέ· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ τὸ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων, καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσε αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε, καὶ ἰδού, κριὸς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων, καὶ ἐπορεύθη Ἀβραάμ, καὶ ἔλαβε τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν, ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ, αὐτοῦ. Καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ Οὐρανοῦ, λέγων· Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ ἕνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον, τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ργ’

ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε!

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΖ’: 17-28, ΙΗ’:1-5)

δελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῶ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων πῦρ θησαυρίζει. Φιλαμαρτήμων χαίρει μάχαις, ὑψῶν δὲ θύραν αὐτοῦ, ζητεῖ συντριβήν, ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Ἀνήρ εὐμετάβολος γλώσσῃ, ἐμπεσεῖται εἰς κακά, καρδία δὲ ἄφρονος, ὀδύνη τῷ κεκτημένῳ αὐτήν, οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται ὀστᾶ. Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις, οὐ κατευοδοῦνται αἱ ὁδοί, ἀσεβής δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. Πρόσωπον συνετόν, ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς. Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων, μακρόθυμος δὲ ἀνήρ, φρόνιμος. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται, ἐννεὸν δἐ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδῶν, καὶ πηγὴ ζωῆς, θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.

 

Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.