The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

   

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τά παρόντα Καθίσματα.      

 Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον.

Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοὶ τῷ Σταυρῷ σου οἰκτίρμον, ἀνεζωώθημεν· οὗ τῇ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον, τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν, ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν, τῆς λαμπροφόρου Ἀναστάσεως.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.

ν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ, λῄστῶν κρεμάμενον, καὶ κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν σταυρῷ ὥσπερ κακοῦργος ἐπάγης, τὸ τῶν ἀνθρώπων ὁ θέλων, ζωῶσαι γένος ὡς εὔσπλαγχνος;

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα  Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος.

Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας, καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡμῶν Κύριε, τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς, καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας· Δόξα τῷ ζωηφόρω σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου· ὅθεν ἀνεζωώθημεν, μόνε φιλάνθρωπε.

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν ... Σταυροθεοτοκίον.

Τὸν Ἄρνα ἐπὶ ξύλου, ἡ Ἀμνὰς θεωροῦσα, μετὰ λῃστῶν μακρόθυμε, σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ ἐκκεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς· Τί τὸ ξένον καὶ φρικῶδες, Ἰησοῦ μου μυστήριον, πῶς καλύπτῃ τάφῳ, ὁ ἀπερίγραπτος Θεός; ἄφραστον τὸ τελούμενον! μή με τὴν τεκοῦσαν μόνην ἐάσῃς, Υἱέ μου γλυκύτατε.

Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν ε’ Ὠδήν.  

Τριῴδιον ποίημα Ἰωσηφ.

Ὠδὴ ε’  Ἦχος πλ. α’

Ὁ ἀναβαλλόμενος.

ασαί με Κύριε, καὶ ἰαθήσομαι, τῷ μώλωπί σου, τοὺς τῆς ψυχῆς μου, ἐκκαθάρας μώλωπας, ὁ σαρκὶ τὰ πάθη, Χριστὲ καταδεξάμενος.

Σὲ ὡς ἐθεάσατο, σαρκὶ κρεμάμενον, Χριστὲ ἐν ξύλῳ, τὸ φῶς εἰς σκότος, μετέβαλεν ἥλιος

καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι διερράγησαν.

κανθοφορήσασαν, καὶ χερσωθεῖσάν μου, ψυχὴν παντοίων, παθῶν ἰδέαις, Κύριε καθάρισον, ὁ στεφθεὶς ἀκάνθας δι' ἄκραν ἀγαθότητα.

Θεοτοκίον.

Νέον ἀπεκύησας ὡς βρέφος Πάναγνε, τὸν Πλαστουργόν μου, ὃν δυσωποῦσα, πεπαλαιωμένον με ἐν πολλῇ κακίᾳ, ἀνακαινίσαι δέομαι.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου.

Ἦχος α’  Ἐκ νυκτὸς ὀρθρίζοντες.

ν τῷ τόπῳ τοῦ Κρανίου, Ἰουδαῖοί σε σταυρώσαντες Χριστέ, ἐκίνουν κεφαλὰς αὐτῶν, γελῶντες μυκτηρίζοντες· Σὺ δὲ ἠνέσχου, εἰς τὸ σῶσαι ἡμᾶς.

ν τῷ τίτλῳ τοῦ Σταυροῦ σου, ἐπιγράψας ὁ Πιλᾶτος, τρισσῶς τὸν ἕνα τῆς Τριάδος σε, ἑκὼν παθόντα ἐδήλου, ὑπὲρ τῆς πάντων σωτηρίας Χριστέ.

Δόξα...

Τῆς ὑπερφώτου Τριάδος, τὸ τρισήλιον ὑμνήσωμεν πιστοί, φῶς τὸν Πατέρα σέβοντες, φῶς τὸν Υἱὸν δοξάζοντες, φῶς καὶ τὸ Πνεῦμα καταγγέλλοντες.

Καὶ νῦν ... Θεοτοκίον.

Τῶν Ἀγγέλων ἀνωτέραν, ὁ ἐκ σοῦ τεχθείς σε ἔδειξε Σεμνή· ὃν γὰρ ἐκεῖνοι τρέμουσιν, ὡς Θεῷ ἀτενίσαι, σὺ ἀγκαλίζῃ ὡς Υἱόν σου Ἁγνή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι

Σταυρὸς ὁ Πάνσεπτος, ὁ σωτήριος τοῦ Κόσμου φυλακτήρ, φρούρησόν με νηστεύοντα, καὶ ἄξιον ἀνάδειξον, τῆς σῆς ἀχράντου προσκυνήσεως.

Ὁ Εἱρμὸς.

κ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Χριστὲ ὁ Θεός, τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα.

Ὠδὴ η’

Σοὶ τῷ παντουργῷ.

πλωσας σταυρῷ, τὰς σὰς Χριστὲ παλάμας, χειρὸς τοῦ Προπάτορος, τὸ ἀκρατὲς ἀναιρῶν, ξύλῳ δὲ ξύλου ἰάσω τὴν κατάραν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σοὶ τῷ θελητῇ, τῆς σωτηρίας Λόγε, προσπίπτω, θελήματα τὰ πονηρότατα, παῦσον ἐν τάχει, ἐκ τῆς ἐμῆς καρδίας, ὁ σταυρὸν καὶ πάθη, θελήσει ὑπομείνας.

σωτον ζωήν, ῥερυπωμένον βίον, ποθήσας ἠμαύρωμαι, ἐγὼ ὁ ἄσωτος, λάμψον ἀκτῖνα, ἐπιστροφῆς μοι Λόγε, ὁ ἡλίου φέγγος, τῷ πάσχειν ἀμαυρώσας.

Θεοτοκίον.

Παῦσον τῆς ἐμῆς, πολυωδύνου πᾶσαν, καρδίας τὴν κάκωσιν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, θραῦσον δαιμόνων, τὰ βέλη καὶ τὰ τόξα, τῶν ἐκπολεμούντων, τὴν ταπεινὴν ψυχήν μου.

Εἱρμὸς ἄλλος.

Τὸν τοὺς ὑμνολόγους.

Τί σοι παθόντι προσενέγκωμεν, τῷ τῶν ἁπάντων Δεσπότῃ, ἡμεῖς οἱ τάλανες; δι' ἡμᾶς γὰρ σταυρὸν κατεδέξω Χριστέ, ὑμνοῦμεν τοῦ ὑπερμετρήτου, ἐλέους σου τήν χάριν.

πὶ ξύλου ἐπαράτου Χριστέ, Ἰουδαῖοί σε κτείναντες φθόνῳ, οὐκ ἐλυμήναντο, τὸ τῆς δόξης σου κράτος παράνομοι· ὑπάρχεις γὰρ πάντων Δεσπότης, παθῶν ἐθελουσίως.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Τῆς ὑπερουσίου Θεότητος, τρία πρόσωπα σέβω, Πατέρα τὸν προάναρχον, τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῇ φύσει, ἄτμητον οὐσίαν, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον.

Τὴν τῶν οὐρανῶν ὑψηλοτέραν, καὶ Χερουβὶμ ὑπερτέραν, τὴν ἁγιόπρωτον, καὶ ἀμίαντον Κόρην, τοῦ πάντων Θεοῦ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τρισμακάριστε Σταυρε τοῦ Χριστοῦ, τὸ οὐρανόγραφον νῖκος, ὁ ἐκ τῆς γῆς ἡμῖν ἐκβλαστήσας, τῆς σῆς προσκυνήσεως, ἀξίους δεῖξον ἡμᾶς πάντας, νηστείᾳ καθαρθέντας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς.

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Ἡσαΐα χόρευε.

Τὴν λιθώδη πώρωσιν, τῆς ψυχῆς μου, εὔσπλαγχνε Σωτήρ, ἀπόπλυνον καὶ πηγήν, δός μοι ἀγαθέ, θείας κατανύξεως, ὁ ἐκ πλευρᾶς, βλύσας μοι ζωήν, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε.

μαυτὸν ἀπέρριψα, εἰς τὰ βάθη, τῶν ἁμαρτιῶν, τὰ ὕψη καταλιπών, τὰ τῶν ἀρετῶν, ἀλλ' ἕλκυσον, σῶσόν με, ὁ ἀνελθών, ἐπὶ τοῦ Σταυροῦ, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε.

Γλυκασμὸς ὢν Κύριε, καὶ ἡδύτης, ὡς Δημιουργός, χολῆς ἐγεύσω Χριστέ, τὴν ἐξ ἡδονῆς, ὑπάρξασαν ἔκπτωσιν, τοῖς ἐξ Ἀδάμ, σὺ ἐπανορθῶν· ὅθεν ὑμνοῦμέν σε, οἱ σωθέντες σου τοῖς πάθεσι.

Θεοτοκίον.

Παναγία Δέσποινα, ἡ ἐλπίς μου καὶ καταφυγή, τὰ τραύματα τῆς ἐμῆς, ἴασαι ψυχῆς, τὸν νοῦν μου εἰρήνευσον, ἵνα κᾀγώ, χαίρων ἀνυμνῶ, τὰ μεγαλεῖά σου, Θεοτόκε ἀειπάρθενε.

Εἱρμὸς ἄλλος.

Σὲ ἥν περ εἶδε Μωϋσῆς.

Σὲ ὃν οἱ ἄνομοι Χριστέ, περιέβαλον παικτῶς, πορφύραν καὶ στέφανον, ὡς Βασιλέα παίοντες, καλάμῳ τὴν κάραν σου σταυροῦντες φθόνῳ, καὶ χολὴν ποτίζοντες, ὕμνοις πάντες πιστοὶ μεγαλύνομεν.  

Σὲ ὅν περ ἥλιος ἰδών, πεπονθότα ἐν σταυρῷ, τὸ φῶς ἐναπέκρυψε, πάσης ὁμοῦ τῆς κτίσεως, Δεσπότου ταῖς ὕβρεσι συγκλονουμένης, καὶ σχιζομένων τῶν πετρῶν, ὕμνοις Χριστὲ Σωτὴρ μεγαλύνομεν.

Δόξα...

Φῶς, καὶ ζωὴ καὶ παντουργός, ἡ τρισήλιος Μονάς, Θεός τε καὶ Κύριος, φωτὶ ἑνὶ λαμπόμενος, τρισὶ συναστράπτων τοῖς χαρακτῆρσιν, ἐν μιᾷ Θεότητι, ταύτην πάντες πιστοὶ μεγαλύνομεν.

Καὶ νῦν ... Θεοτοκίον.

Σὲ ἣν Δαυῒδ ὁ μελῳδός, προεκήρυξε Σιών, ἐν ᾗπερ κατῴκησεν, ὁ Οὐρανοῖς ἀχώρητος, καὶ ἀνεδομήσατο, ἐκ τῆς σαρκός σου. Κόσμου ἱλαστήριον, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σοῦ τὸν σωτήριον Σταυρόν, τὸν φωστῆρα τῶν πιστῶν, ἀξίωσον Κύριε, δι' ἐγκρατείας τρέχοντας, προφθάσαι θεάσασθαι, καὶ προσκυνῆσαι, εἰς ἁγιασμὸν ἡμῶν, ἵνα σε δι' αὐτοῦ μεγαλύνωμεν.

Ὁ Εἱρμὸς.

Σὲ ἥν περ εἶδε Μωϋσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἣν Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, δι' ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος πλ. β’

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλ' ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, δι' ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλ' ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν.

Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει. Οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.

Τριήμερος ἀνέστης.

Πάναγνος ὡς εἶδέ σε, ἐπὶ σταυροῦ κρεμάμενον, θρηνῴδοῦσα ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. δ.

Λόγῳ τὰ πάντα σῇ κατηρτίσω δυνάμει ὁ Θεός, καὶ εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος παρήγαγες ἡμᾶς. Μὴ παραδῴης ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀναμάρτητε Κύριε δεόμεθα.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς νζ’

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.

Στίχ. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΓ’: 2-13)

Τάδε λέγει Κύριος· Ἐπ' ὅρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί, ἀνοίξατε οἱ ἄρχοντες. Ἐγὼ συντάσσομαι, καὶ ἐγὼ ἄγω αὐτούς, γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Φωνὴ ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν Οἰκουμένην. Ὀλολύζετε· ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης, καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν, ὡς φλὸξ μεταβαλοῦσιν. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν Οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ Οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ σαπφείρου. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαώθ, ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

Προκείμενον  Ἦχος βαρὺς  Ψαλμὸς νη

ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Στίχ. Θεός, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν πρῶτον τὸ παρὸν Ἰδιόμελον δις.

Ἦχος βαρὺς.

σώτου δίκην ἀπέστην, τῆς χάριτός σου Κύριε, καὶ τὸν πλοῦτον δαπανήσας τῆς χρηστότητος, ἐπὶ σὲ ἔδραμον, εὔσπλαγχνε κραυγάζων σοι· ὁ Θεὸς ἥμαρτον ἐλέησόν με.

Εἶτα τὰ δ' Μαρτυρικά, τὰ κατὰ τὸν τυχόντα Ἦχον, καὶ τοῦ Μηναίου Προσόμοια δ'.

Δόξα... Τὸ Νεκρώσιμον

Καὶ νῦν... Θεοτοκίον, τὰ τοῦ αὐτοῦ Ἤχου.

 Μετὰ τὴν εἴσοδον, τὸ Φῶς ἱλαρόν καὶ εὐθύς.  

Ἑσπέρας  Προκείμενον  Ἦχος δ’  Ψαλμὸς νθ’

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.

Στίχ. Θεός, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. Η’: 4-21)

κάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός. Ἐν δὲ τῷ δεκάτῳ μηνί, τῇ  πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας, ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε. Καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ, καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπέστειλε τὴν περιστεράν ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν. Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας, κάρφος ἐν τῷ στόματι αὐτῆς, καὶ ἔγνω Νῶε, ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς μιᾷ τοῦ μηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς Κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν, ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Ἐν δὲ τῷ δευτέρῳ μηνί, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐξηράνθη ἡ γῆ. Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε, λέγων· Ἔξελθε ἐκ τῆς κιβωτοῦ σύ, καὶ ἡ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ, καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σάρξ, ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Καὶ ἐξῆλθε Νῶε, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, ἐν μιᾷ τοῦ μηνὸς τοῦ τρίτου. Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας.

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ξ’

Εἰσάκουσον, ὁ Θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ  προσευχῇ μου.

Στίχ. Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Ι’: 31, ΙΑ’: 1-12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ  δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόμασι δὲ ἀσεβῶν κατεσκάφη. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.