The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β’ Στιχολογίαν 

Κάθισμα  Ἦχος β’

Ὁ εὐσχήμων Ἰωσὴφ.

τοῖς Πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, τὰ πάθη τῆς σαρκός μου, νεκρώσας τῷ Σταυρῷ, τῷ θείῳ, καταξίωσον, ἰδεῖν καὶ τὴν σεπτήν, Ἀνάστασίν σου Κύριε, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος.

Δόξα... τὸ αὐτὸ.

Καὶ νῦν... Σταυροθεοτοκίον.

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα, ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διὸ κατὰ χρέος σὲ ἀεὶ μακαρίζομεν, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γ’ Στιχολογίαν. 

Κάθισμα  Ἦχος β’

Εὐσπλαγχνίας ὑπάρχουσα.

Τῆς ἁγνείας ὑπάρχων ἡ πηγή, τῇ νηστείᾳ συντήρησον ἡμᾶς Ἐλεῆμον, βλέψον εἰς ἡμᾶς τοὺς σοὶ προσπίπτοντας, πρόσχες τῇ ἐπάρσει τῶν χειρῶν ἡμῶν, ὁ τείνας τάς παλάμας σου, ἐν ξύλῳ σταυρούμενος, ὑπὲρ πάντων γηγενῶν ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.  

Δόξα... τὸ αὐτὸ.

Καὶ νῦν... Σταυροθεοτοκίον.

Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον, ἐπονείδιστον;  

Ὠδὴ ε’  Ἦχος β’

Ὁ φωτισμὸς τῶν ἐν σκότει.

Τὴν ἐν ἐμοί, καθορῶν ἁμαρτίαν, ὁ δολιόφρων, σπεύδει καὶ συμπράττει τῇ ἁμαρτίᾳ· χαίρει γὰρ ὄντως τῇ ἐμῇ ἀπωλείᾳ. Ἀλλὰ σύ μοι δίδου διόρθωσιν, Σῶτερ εἰς ἐκείνου ἀναίρεσιν δέομαι.

τὰς ἀρχάς, θριαμβεύσας τοῦ σκότους ἐν τῷ Σταυρῷ σου, τούτων ἐξελοῦ με τῆς κακουργίας, τὸν ἐμπεσόντα εἰς βυθὸν ἁμαρτίας, καὶ εἰς βόθρον ἀτόπων πράξεων, σοῦ δὲ τῷ ἐλέει, σωθῆναι ἐλπίζοντα.

νεκρωθείς, ἐν Σταυρῷ ἡπλωμένος, τὴν νεκρωθεῖσαν, ζώωσον ψυχήν μου τῇ ἁμαρτίᾳ· καὶ τὴν σεπτήν σου Ἐξανάστασιν φθάσαι, ἐν εἰρήνῃ Χριστὲ ἀξίωσον, πράττοντα τὰ σά, ἐμμελῶς δικαιώματα.

Θεοτοκίον.

φωτισμός, τῆς ἐμῆς ἀσθενείας, ἡ σωτηρία, τῆς ἀμαυρωθείσης, Ἁγνὴ ψυχῆς μου, σῶσόν με σῶσον, ἀπολλύμενον Κόρη, καὶ χιτῶνα τῆς ἀφθαρσίας με, ἔνδυσον φθαρέντα, δεινοῖς πλημμελήμασι.

Εἱρμὸς ἄλλος.

Τῆς νυκτὸς διελθούσης.

Σὺ ἐν τόπῳ Κρανίου, σαρκὶ σταυρωθῆναι, κατεδέξω μόνε Ἀθάνατε, τὸ ἀνθρώπινον γένος, ἀπαθανατίζων, καὶ ἀναμορφούμενος Κύριε.

Τὴν τοῦ Πάθους σου ὕβριν, ἡ Κτίσις ὁρῶσα, ὅλη μετεβάλλετο, Κύριε, Ἰουδαίων θρηνοῦσα, τὴν μιαιφονίαν, ἀλλ' ἠνέσχου σῶσαι τὰ σύμπαντα.

Δόξα...

Τριὰς παναγία, σὺ ἡμῶν λατρεία, σὺ καὶ προσφυγὴ καὶ κραταίωμα, τοῖς ἐν φύσει μιᾷ σε, ἀνυμνολογοῦσιν, ἱλασμὸν πταισμάτων κατάπεμψον.

Καὶ νῦν... Θεοτοκίον.

Πολυώνυμε Κόρη, χαίροις Θεοτόκε, κιβωτὲ καὶ στάμνε καὶ τράπεζα, φωτοφόρε λυχνία, πυρίμορφε βάτε, ὄρος τοῦ Θεοῦ τὸ κατάσκιον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, χαίρειν προσειπόντες, νῦν ὡς τῷ Χριστῷ, συσταυρούμενοι, ὑπομείνωμεν ὕβριν, χλεύην καὶ τὰ ἄλλα, ἵνα σὺν αὐτῷ δοξασθῶμεν.

Ὁ Εἱρμὸς.

Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε, τάγματα Ἀγγέλων, καὶ δοξολογοῦσί σε, Κύριε.  

Ὠδὴ η’

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς.

ταπεινώσας σεαυτόν, ἀνυψώθης ἐν Σταυρῷ δι' εὐσπλαγχνίαν, ἀνυψῶν τὸν πεσόντα, βρώσει τοῦ ξύλου ποτέ· διό σε μόνε ὑπεράγαθε, τὸν δεδοξασμένον, ὑμνοῦμεν εἰς αἰῶνας.

προσεξίας νυσταγμῷ, ἁμαρτίας τὸν βαρὺν ὑπέστην ὕπνον, ἀλλὰ σὺ ὁ ὑπνώσας, ἐπὶ Σταυροῦ δι' ἐμέ, Χριστέ μου, ἔγειρον πτωθέντα με, μή με καταλάβῃ, ἡ νὺξ ἡ τοῦ θανάτου.

κτυφλωθεὶς ταῖς ἡδοναῖς, περιφέρω τὴν ψυχὴν ἐσκοτισμένην, καὶ γελᾷ καθορῶν με, ὁ δολιόφρων ἐχθρός· διό με φώτισον καὶ λύτρωσαι, τούτου τῆς κακίας, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

ν ἀμελείᾳ τὴν ζωήν, δαπανήσας νυσταγμῷ τῆς ἁμαρτίας, τὴν ψυχὴν ἐβαρύνθην, τῇ ἀκοιμήτῳ δέ σου πρεσβείᾳ, προστρέχω. Μὴ δώσῃς με, εἰς θάνατον Κόρη, πανάχραντε ὑπνῶσαι.

Ἄλλος.

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ.

κάνθαις στεφανωθείς, καὶ στολὴν ἐκ πορφύρας, ἐνδυσάμενος ὤφθης, ὡραιότατατος Χριστέ, τῷ κάλλει ὑπὲρ πάντας, τοὺς υἱοὺς τῶν ἀνθρώπων, τῇ δόξῃ ἀπαστράπτων.

Χολὴν καὶ ὄξος πιών, δύο ῥεῖθρα προχέεις, ζωῆς καὶ ἀφθαρσίας, ἐκ τῆς θείας Πλευρᾶς σου, τοῖς πίστει σε ὑμνοῦσι, καὶ δοξολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις, μεριστὴ δὲ προσώποις, τὸ ἀνώλεθρον κράτος, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

Θεογεννῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ τὸ σκῆπτρον Χριστοῦ, Ἐκκλησίας τὸ κέρας, Βασιλέων τὸ νῖκος, φύλαξ τῶν Χριστιανῶν, αὐτὸς εἶ φωτισμός μου, αὐτὸς καὶ καύχημά μου, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ Προσκυνοῦμεν...

Ὁ Εἱρμὸς.

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ’

Ἡ τὸν πρὸ ἡλίου.

Τὴν λελεπρωμένην, ψυχήν μου ταῖς ἀτόποις ἐνθυμήσεσι, τῷ ῥαντισμῷ τοῦ Αἵματός σου κάθαρον, θεῖε Λόγε, καὶ κοινωνόν, τῆς δόξης σου μὲ ποίησον, ὁ δι' ἐμὲ τήν ἄδοξον, καθυπομείνας Χριστὲ Σταύρωσιν.

λος κατεκάμφθην, τῷ βάρει τῶν ἀτόπων Χριστὲ πράξεων, καὶ σκυθρωπάζων κράζω σοι Φιλάνθρωπε. Τῆς ψυχῆς μου τοὺς ἀνιάτους, μώλωπας θεράπευσον, τῷ σῷ τιμίῳ Αἵματι, ἵνα ὑμνῶ σου τὴν Θεότητα.  

Βρῶμα τὴν κακίαν, καὶ πόμα τὴν ἀμέλειαν ποιούμενος, ὁ κατὰ πάντα μένων ἀδιόρθωτος, τῶν βρωμάτων τῇ ἀποχῇ, ἀκαίρως ἐπαγάλλομαι· οὐ γὰρ τοιαύτην ἔφησε, νηστείαν ἔσεσθαι ὁ Κύριος.

Θεοτοκίον.

Τὴν τῆς ἀποτόμου, ἀρχαίας ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεόν, αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Εἱρμὸς ἄλλος.

Τὴν ἁγνὴν καὶ ἄχραντον.

Ξυλῳ σταυρωθέντος σου, ἡ Κτίσις ἐδονεῖτο, Θεὸς ὑπάρχων, πέπονθας σαρκικῶς, διὰ σπλάγχνα οἰκτιρμῶν, ἵνα σώσῃς ἡμᾶς.

Τοῦ Σταυροῦ σου Κύριε, ἡ δύναμις μεγάλη· καὶ γὰρ τυποῦντες τοῦτον ἐν αὐτοῖς εὐθὺς δαιμόνων τὴν ἰσχύν, ἀποκρουόμεθα.

Δόξα...

Μονὰς τρισυπόστατε, τριὰς ἑνικωτάτη, κυριαρχία, φύσις ἰσοκλεής, Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον.

Χαίροις ἱλαστήριον, τοῦ κόσμου Θεοτόκε, ἐν ᾧ προστρέχοντες, πάντες ἁμαρτωλοί, πρὸς Θεὸν καταλλαγάς, ἀεὶ εὑρίσκομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῦ Σταυροῦ σου Κύριε, τῇ θείᾳ δυναστείᾳ ἐνίσχυσόν με, ἄμωμον καὶ ἁγνόν, τὸν καιρόν σοι τῆς νηστείας, προσενέγκασθαι.

Ὁ Εἱρμὸς.

Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων, ἅπαντες οἱ πιστοί, ὡς Θεοτόκον μεγαλύνομεν.  

Ἀπόστιχα τῶν Αἴνων.

Ἦχος πλ. δ’

Τὸ τῆς Νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα· εἰ γὰρ ταύτην ὁ Προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν, ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ, τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις, φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς μετὰ κόρον πάθεσιν, μὴ ὑποβληθῶμεν· ἐνσημανθῶμεν τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν Πάσχα, Χριστοῦ τὸ ἱερώτατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. (Δίς)

Μαρτυρικὸν.

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.

Ὢ τοῦ παραδόξου θαύματος!

ς ἔβλεψέ σε σταυρούμενον, ἐν τῷ Κρανίῳ Σωτήρ, ἠλλοιοῦτο ἡ σύμπασα, Κτίσις καὶ συνείχετο, δονουμένη μὴ φέρουσα· ἡ δὲ Παρθένος, ἁγνὴ καὶ Μήτηρ σου, ὀδυρομένη, σοὶ ἀνεβόησεν· Οἴμοι ὦ τέκνον μου, Σῶτέρ μου γλυκύτατε! τί τὸ καινόν, τοῦτο καὶ παράδοξον, καὶ ξένον θέαμα;

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ 

Τὸ τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. δ’

Τὸν πολυαμάρτητον ἡμῶν βίον, καὶ τὸν ἀμετανόητον τρόπον, οἰκτιρμοῖς προκατάλαβε Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, ζωῆς καὶ θανάτου δεσπόζοντα, σῶσον ὡς φιλάνθρωπος.  

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ιζ’

γαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.

Στίχ. Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ΄ αυτόν.  

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 1-14)

δού, ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστήν, καὶ δικαστήν, καὶ προφήτην, καὶ στοχαστήν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ, προσκόψει τὸ παιδάριον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδε ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν, μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦσι, διότι ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων ἀνήγγειλαν, καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, τοίνυν, τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται, οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς γὰρ Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.  

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ιη’

Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Στιχηρὰ.

Ἦχος πλ. α’

Δεῦτε πιστοὶ ἐπεργασωμεθα, ἐν φωτὶ τὰ ἔργα τοῦ Θεοῦ, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, πᾶσαν ἄδικον συγγραφὴν ἀφ΄ ἑαυτῶν, τοῦ πλησίον ἀφελώμεθα, μὴ τιθέντες πρόσκομμα τούτῳ εἰς σκάνδαλον, ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν τῆς ψυχῆς τὰ χαρίσματα, δώσωμεν ἐνδεέσιν ἄρτον, καὶ προσέλθωμεν Χριστῷ, ἐν μετανοίᾳ βοῶντες· ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (Δίς)

δ' Μαρτυρικά, τὰ τοῦ Ἠχου τῆς Ἑβδομάδος.

δ' Ἰδιόμελα, τοῦ ἁγίου Θεοδώρου.

Ἦχος β’

Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐφρανθῶμεν, καὶ πανηγυρίσωμεν· σήμερον γὰρ προτίθεται τράπεζαν μυστικήν, ὁ μάρτυς Θεόδωρος, εὐφραίνουσαν τοὺς φιλεόρτους ἡμᾶς, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις Ἀθλοφόρε ἀήττητε, ὁ τὰς ἀπειλὰς τῶν τυράννων, ἐπὶ γῆς καταστρεψάμενος, χαίροις, ὁ τὸ πήλινόν σου σῶμα, διὰ Χριστόν τὸν Θεόν, ἐκδεδωκὼς ταῖς βασάνοις, χαίροις, ὁ ἐν ποικίλοις κινδύνοις, δόκιμος στρατιώτης ἀναδειχθείς, τῆς οὐρανίου στρατιᾶς. Διὸ δυσωποῦμέν σε, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τὴν Θεοδώρητον χάριν, τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς, τοῖς πίστει σοι προστρέχουσι· δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις τῆς ἁρπαγῆς ἀπέχεσθαι, νηπίοις χαρίζεις, συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης, τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡμῖν Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Δῶρον Θεοῦ ὑπέρτατον, ἀνεδείχθης Μάρτυς Θεόδωρε, ὅτι καὶ μετὰ τέλος, ὡς ζῶν, τοῖς προστρέχουσι παρέχεις τὰς αἰτήσεις. Ὅθεν υἱὸν ἁρπαγέντα γυναίου ποτέ, δορυάλωτον ἐν ἀλλοπίστῳ στρατῷ, ἐπιστᾶσα ἡ χήρα, τοῖς δάκρυσι τὸν Ναόν σου κατέβρεχεν· αὐτὸς δὲ ὡς συμπαθής, ἐφ' ἵππῳ λευκῷ ἐπιβάς, ταύτης τὸν παῖδα, ἀοράτως παρέστησας, καὶ μετὰ τοῦτο σὺν τούτῳ ἐνεργῶν, τοῖς θαύμασιν οὐκ ἔλιπες. Ἀλλ' αἴτησαι Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θείων δωρεῶν, ἐπώνυμόν σε γεραίρω, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν Κτίσιν, καὶ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθεὶς ἐστεφάνωσε τήν θείαν κάραν σου. Μεγαλομάρτυς Ἀθλητά, ὡς ἔχων παρρησίαν πρὸς Θεὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. β’

ργάνῳ χρησάμενος ὁ δυσμενής, τῷ συναποστάτῃ Τυράννῳ, δι' ἐπινοίας χαλεπῆς, τὸν νηστείᾳ καθαγνιζόμενον λαὸν εὐσεβῆ, τοῖς ἐκ μιαρῶν θυσιῶν κεχραμένοις βρώμασιν, ἐπειρᾶτο καταμιαίνειν, ἀλλ' αὐτὸς τὸ ἐκείνου μηχάνημα, σοφωτέρᾳ διέλυσας ἐπινοίᾳ, ὄναρ ἐπιστάς, τῷ τότε Ἀρχιερεῖ, καὶ τὸ βαθὺ τῆς γνώμης ἀνακαλύπτων, καὶ τὸ ἄτοπον τοῦ ἐγχειρήματος ὑποδηλῶν, καὶ δή σοι χαριστήρια θύοντες, σωτῆρα ἐπιγραφόμεθα, ἐτήσιον ἀνάμνησιν τοῦ γενομένου ποιούμενοι, καὶ τὸ λοιπὸν ἐξαιτούμενοι, τῶν ἐπινοιῶν τοῦ πονηροῦ, ἀβλαβεῖς περισῴζεσθαι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, μάρτυς Θεόδωρε.  

Καὶ νῦν... Θεοτοκίον τὸ τοῦ Ἤχου. 

Προκείμενον  Ἦχος πλ. α’ Ψαλμὸς ιθ’

πακοῦσαι σου Κύριος ἐν ἡμέρα θλίψεως.

Στίχ. περασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.  

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κέφ. Β', 20 - Γ', 20)

κάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθός, ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τήν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σάρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται Γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἦσαν οἱ δύο γυμνοἰ, ὅτε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο, ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός· οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ φαγώμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ Παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ, ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾖ δ' ἂν ἡμέρα φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοὶς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἡ γυνὴ ἀπὸ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔφαγον. Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτόῖς περιζώματα. Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ Παραδείσῳ το δειλινόν, καὶ ἐκρύβησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ Παραδείσου. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδάμ, καὶ εἶπεν αὐτῷ· Ἀδάμ, ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ· Τῆς φωνῆς σου ἤκουσα, περιπατοῦντος ἐν τῷ Παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνον μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Καὶ εἶπεν ὁ Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή, ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος εἶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς, ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς, αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτὸς σου κυριεύσει· τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ, ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.  

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς κ’

ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου.

Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 19-24)

Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσον. Υἱέ, μὴ παραρρυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾖ ἐπὶ σῷ τραχήλῳ, ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθώς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὐποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς ταὰς ὁδοὺς αὐτῶν. Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Τὸ κατευθυνθήτω καὶ ἡ λοιπή Ἀκολουθία τῶν Προηγιασμένων.

 

Μετά τὸ τέλος τῆς Θείας Λειτουργίας τῶν Προηγιασμένων σήμερον, ἤτοι μετά τὴν Οπισθάμβωνον Εὐχήν, ψάλλομεν τὸν ἐφεξης ἱκετήριον Κανόνα τοῦ ἁγίου Θεοδώρου, προτιθέντες καὶ Κόλλυβα, καὶ λέγομεν τὸν Ψαλμόν.

Κύριε εισάκουσον τῆς προσευχης μου· Θεός Κύριος,  και τὸ παρόν.

Ἀπολυτίκιον  Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Δόξα... τὸ αὐτὸ.  

Καὶ νῦν... Θεοτοκίον.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Κανὼν τοῦ Ἁγίου Θεοδώρου

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

Ὠδὴ α’ Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας.

Θεοῦ σε Θεόδωρε ἐραστήν, εἰδὼς καὶ τῷ πόθῳ, τῷ ἀφίκτῳ σου πεδηθείς, ψυχήν τε καὶ σῶμα καὶ τοὺς λόγους, τῶν ἐγκωμίων ἀνατίθημι.

γράφετο δόγμα θεοστυγές, θυσίαν εἰδώλοις, καὶ οὐ ζῶντι φέρειν Θεῷ, ἀλλ' ἤχθης οὐ θήσων Ἀθλοφόρε, τῷ δὲ Θεῷ προσαχθησόμενος.

ἔρωτι θείῳ καθηλωθείς, Θεοῦ τοῦ Ὑψίστου, τῷ Υἱῷ τῷ Μονογενεῖ, Θεόδωρε Μάρτυς ἐστρατεύθης, καὶ τῶν βραβείων οὐ διήμαρτες.

Θεοτοκίον.

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.  

Ὠδὴ γ’

Σὺ εἶ τὸ στερέωμα.

μνον ἐκ χειλέων μου, καὶ ἐξ ὀδυνηρᾶς δέησιν, φέρω ψυχῆς, ἣν κατοικτειρήσαις, ἀθλοφόρε Θεόδωρε.

Σάρκα καθυπέταξας, τῷ αὐτοκράτορι ἔνδοξε, Μάρτυς νοΐ, καὶ δι' ἀμφοτέρων, θεραπεύεις τὸν Κτίσαντα.

στης ἐπὶ βήματος, τυραννικοῦ Χριστὸν ἄνακτα, θεολογῶν· θύειν γὰρ κιβδήλοις, ἀπηρνήσω Θεόδωρε.

Θεοτοκίον.

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἀεί, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Ἀνύμφευτε.  

Ὠδὴ δ’

Εἰσακήκοα Κύριε.

Μυστηρίων γευσάμενος, θείων ἐν συνέσει Μάρτυς Θεόδωρε, ἀνεπαίσχυντον ἀνάρρυσιν, τῆς Θεοῦ γεννήσεως ὡμολόγησας.

μπαθῆ τὴν Θεότητα, ᾤοντο τοῖς πάθεσιν οἱ λατρεύοντες, οὓς ἐν Πνεύματι διήλεγξας, ἀθλητὰ Θεόδωρε φωτιζόμενος.

Λυτρωτὴν δι' ἐντεύξεως, τῶν σὲ ἀνυμνούντων μάκαρ Θεόδωρε, ἐκ ποικίλων περιστάσεων, καὶ παθῶν γενέσθαι ἱκετεύομεν.

Θεοτοκίον.

τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήρωτος ἄρουρα, τὸν παρέχοντα τῷ Κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.  

Ὠδὴ ε’

Ὀρθρίζοντες βοῶμέν σοι.

Ποθεῖτε τὸν ποθήσαντα Κύριον, ἐπεφώνεις, ἀθλητὰ Θεόδωρε, τοῖς συναθλοῦσί σοι Μάρτυσιν.

ς ζήλῳ Ἀθλοφόρε πυρούμενος, τὴν καρδίαν, θεὰν τὴν ψευδώνυμον, σὺν τῷ τεμένει κατέφλεξας.

Δυνάμει ἀηττήτῳ Θεόδωρε, ἀθλοφόρε, βαρβάρων θρασύτητα, κᾀμοῦ τὰ πάθη ἀνάλωσον.

Θεοτοκίον.

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ Κόσμῳ ἐκύησας.  

Ὠδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ.

ς χαῦνον ὡς ἀσθενές, Θεῶν ματαίων τὸ φρύαγμα, πρὸς ἄμυναν ἑαυτῶν, ἀνθρώπων ἐδέετο, ἐνστάσει νικώμενον, ἀψευδῶν Μαρτύρων, κηρυττόντων τὴν ἀλήθειαν. (Δίς)

ωσθεὶς δυνάμει Θεοῦ, Μαρτύρων κλέος Θεόδωρε, τὰς στρέβλας τῶν ἀσεβῶν, νηπίων τοξεύματα, ἑώρας μακάριε, τὸ διαιωνίζον, τῶν μελλόντων προορώμενος.

Θεοτοκίον.

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἑλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.  

Κοντάκιον  Ἦχος πλ. δ’

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.  

Ὠδὴ ζ’

Οἱ ἐκ τῆς Ἰουδαίας.

μαστίχθης τὸ σῶμα, ὑπὲρ τοῦ μαστιχθέντος, Λόγου σαρκὶ δι' ἡμᾶς, καὶ τούτῳ εὐχαρίστως, γηθόμενος ἐβόας, ἀθλοφόρε, Θεόδωρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ς ἐν τάφῳ ἐτέθη, καὶ ἑκὼν ἐσφραγίσθη ὁ Λυτρωτὴς τοῦ παντός, εἱρκτῇ ἐσφραγισμένη, παρῴκησας κραυγάζων, ἀθλοφόρε Θεόδωρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Νεκρωθεὶς καὶ τὰ πάθη, τῆς σαρκὸς προαιρέσει, ἐκτιναξάμενος, οὐ βρώσει Ἀθλοφόρε, τῷ πόθῳ δὲ τῷ θείω, ἐμελῴδεις τρεφόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ν φρουρᾷ Ἀθλοφόρε, ὥσπερ ἐν τῇ καμίνῳ, τοὺς νεανίας ποτέ, ὁ εἷς τῆς ἀκηράτου, Τριάδος σὲ θαρρύνει, ὁραθεὶς ἀναμέλποντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ Κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.  

Ὠδὴ η’

Ἑπταπλασίως κάμινον.

Πεπηρωμένος ἔννοιαν, τῶν ἀνόμων ὁ ἔξαρχος τῷ θεοσεβεῖ σοι ἀσεβῶς ἐπέπληττε. τί μάτην εἰς ἄνθρωπον, βιοθανῆ ἀνόητε, ἔθου τὰς ἐλπίδας; ἀλλὰ σὺ ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τὸν αἰῶνας.

ς νουνεχὴς καὶ φρόνιμος, οἰκονόμος τῆς χάριτος, τῇ δεδωρημένῃ ἐκ Θεοῦ σοι χάριτι, ἐβόας Θεόδωρε, τῷ ἀσεβῶς προστάσσοντι· Αὕτη μοι αἰσχύνη, καὶ τοῖς μέλπουσιν ἤτω· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νεανικῶς ἠγώνισαι, ἀποτόμως διήλεγξας. τί ἀνοηταίνεις, τῷ Τυράννῳ ἔκραζες· προστάττων τοῖς κτίσμασι, ψευδολατρεῖν τὸν Κτίσαντα, ἐγκαταλιπόντες; ἀλλ' ἐγὼ ἀναμέλπω· Οἱ Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, καὶ συμβολικαῖς, καὶ τυπικαῖς ἐμφάσεσι, τὴν σὴν προεμήνυον, οἱ θεηγόροι Γέννησιν, τὴν ὑπερφυᾶ καὶ θαυμαστήν σου Παρθένε· διό σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ’

Σὲ τὴν ἀπειρόγαμον.

λη μαρτυρίου σου, Θεοῦ Θεόδωρε ὁ πόθος· ὅθεν σοι καὶ γέγονε, τῷ ἐνύλῳ τὸ σῶμα πυρί, δι' οὗ πρὸς τὸ θεῖον χαίρων, πῦρ ἐξεδήμησας, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε.

Μάρτυς παναοίδιμε, κατέφλεξας, οὐ κατεφλέχθης· σὺ γὰρ τὴν ἀπάτην ἔφλεξας, τῷ Θεῷ δὲ παρίστασαι, ζῶν καὶ ἐν αὐτῷ μαρτυρικῶς εὐφραινόμενος, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε.

Δόξα...

να σε γινώσκομεν, Χριστὸν τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ τελείαις φύσεσι, τὸν λαόν σου διάσωσον, τοῦτον ὃν ἐκτήσω τῷ τιμίῳ σου Αἵματι, Θεοδώρου τοῦ ἀθλοφόρου ταῖς ἐντεύξεσι.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ τὴν τὸν ἀόρατον, Θεὸν βαστάσασαν ἀγκάλαις, τὸν ἐν οὐρανοῖς ὑμνούμενον, ὑπὸ πάσης, Δυνάμεως, καὶ διὰ σοῦ ἡμῖν δωρούμενον, πάντοτε σωτηρίαν, οἱ ἐν περιστάσει μεγαλύνομεν.

Ὁ Εἱρμὸς.

Σὲ τὴν ἀπειρόγαμον Θεοῦ Μητέρα καὶ Παρθένον, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν, τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.

Καὶ μετά τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον

Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Τὸ Κοντάκιον

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Καὶ νῦν... Θεοτοκίον.

Ἦχος πλ. δ’

ς προστασίαν ἅπαντες, καὶ κραταιὰν ἀντίληψιν, οἱ ἑπταικότες κεκτήμεθα Πάναγνε, σοῦ τὴν θερμὴν βοήθειαν, Παρθενομῆτορ Μαρία, Χριστιανῶν σωτηρία· διὸ μὴ παύσῃ ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Σωτῆρα, δωρήσασθαι τὴν συγχώρησιν.

Καὶ γίνεται ἡεὐλόγησις τῶν Κολλύβων.