The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ, τὸ Κάθισμα ὅλον.

Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Ἀναστάσιμα τῆς Ὀκτωήχου ς’ καὶ τοῦ Τριῳδίου δ’.  

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου.

Ἦχος πλ. β’   Ὅλην ἀποθέμενοι.

πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι.

Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον.

Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, τοῦ ξύλου τῆς ζωῆς μεταλαβεῖν, καὶ τῆς χαρᾶς, ἧς τὸ πρότερον, ἐν σοὶ κατετρύφησα.

δὰμ ἐξωστράκισται, παρακοῇ Παραδείσου, καὶ τρυφῆς ἐκβέβληται, γυναικὸς τοῖς ῥήμασιν ἀπατώμενος, καὶ γυμνὸς κάθηται, τοῦ χωρίου οἴμοι! ἐναντίον ὀδυρόμενος. Διὸ σπουδάσωμεν, πάντες τὸν καιρὸν ὑποδέξασθαι, νηστείας ὑπακούοντες, εὐαγγελικῶν παραδόσεων, ἵνα διὰ τούτων, εὐάρεστοι γενόμενοι Χριστῷ, τοῦ Παραδείσου τὴν οἴκησιν, πάλιν ἀπολάβωμεν.

Δόξα... Ἦχος πλ. β'

κάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ' ὦ Παράδεισε, τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι οὐκέτι σου τῆς τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.  

Καὶ νῦν... Θεοτοκίον,

τὸ τῆς Ὀκτωήχου. 

Εἰς τὴν Λιτὴν.

Τὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς. 

Δόξα... Ἦχος πλ. β’

λιος ἀκτῖνας ἔκρυψεν, ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς αἷμα μετετράπη· ὄρη ἔφριξαν, βουνοὶ ἐτρόμαξαν, ὅτε Παράδεισος ἐκλείσθη. Ἐκβαίνων ὁ Ἀδάμ, χερσὶ τύπτων τὰς ὄψεις, ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.

Μυστικῶς ἀνυμνοῦμέν σε, Θεοτόκε Μαρία· ἀνεδείχθης γὰρ θρόνος τοῦ μεγάλου Βασιλέως, σκηνὴ παναγία, τῶν οὐρανῶν πλατυτέρα, Χερουβὶμ ἅρμα, ἀνωτέρα δὲ τῶν Σεραφίμ, νυμφὼν δόξης· ἐκ σοῦ γὰρ προῆλθε, σαρκωθεὶς ὁ πάντων Θεός. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

Ἀπόστιχα τῆς Ὀκτωήχου τὰ κατ' Ἀλφάβητον.

Δόξα... Ἦχος πλ. β’

ξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί  πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

Καὶ νῦν... Θεοτοκίον  Ἦχος ὁ αὐτὸς.

ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Τό, Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

Ἀπολυτίκιον.  Ἦχος πλ. α’

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. ἐκ γ' 

καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς Ἀγρυπνίας.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον, εἰς τό, Θεὸς Κύριος, τὸ Ἀπολυτίκιον Ἀναστάσιμον, δίς, καὶ τὸ Θεοτοκίον. Εἶτα ἡ συνήθης Στιχολογία. Ἀρχόμεθα δὲ ἀναγινώσκειν τὸ βιβλίον τῆς Ἑξαημέρου τοῦ Χρυσοστόμου.

Μετὰ δὲ τὴν Στιχολογίαν, τὰ Εὐλογητάρια, οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου, τό, Πᾶσα πνοή, τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον, καὶ τὸ Ἀνάστασιν Χριστοῦ, καὶ μετὰ τόν Ν’.

Δόξα... Ἦχος πλ. δ’

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς Οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς  σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν  τῆς κρίσεως· ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Οἱ Κανόνες. Τῆς Ὀκτωήχου, ὁ Ἀναστάσιμος, ὁ Σταυροαναστάσιμος, καὶ τῆς Θεοτόκου, εἰς η’ καὶ τοῦ Τριῳδίου, εἰς ς’. 

Κανὼν τοῦ Τριῳδίου.

Ποίημα Χριστοφόρου τοῦ Πρωτασηκρίτου. 

Ὠδὴ α’  Ἦχος πλ. β’

Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι΄ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.

πὸ πολλῆς εὐσπλαγχνίας, καὶ οἰκτιρμῶν, Πλαστουργὲ τῆς κτίσεως, καὶ τῶν ὅλων Ποιητά, ἐκ χοὸς ζωώσας με τὸ πρίν, ἐνετείλω σε ὑμνεῖν, σὺν τοῖς Ἀγγέλοις σου.

Διὰ χρηστότητος πλοῦτον, σὺ φυτουργεῖς, Πλαστουργὲ καὶ Κύριε, Παραδείσου τὴν τρυφήν, ἐν Ἐδὲμ κελεύων με τρυφᾷν, τῶν ὡραίων καὶ τερπνῶν, καὶ μὴ ῥεόντων καρπῶν.

Οἴμοι ψυχή μου ἀθλία! τῶν ἐν Ἐδέμ, ἀπολαύειν εἴληφας, ἐξουσίαν ἐκ Θεοῦ, μὴ φαγεῖν δὲ γνώσεως καρπόν, προσετάγης, ἵνα τί, παρέβης νόμον Θεοῦ;

Θεοτοκίον.

Θεοκυῆτορ Παρθένε, ὡς τοῦ Ἀδάμ, κατὰ γένος θύγατερ, κατὰ χάριν δὲ Χριστοῦ, τοῦ Θεοῦ γεννήτρια ἐμέ, τὸν ἐξόριστον Ἐδέμ, νῦν ἀνακάλεσαι.

Καταβασία.

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

 

Ὠδὴ γ’  Οὐκ ἔστιν ἅγιος ὡς σὺ.

φις ὁ δόλιος ποτέ, τὴν τιμήν μου φθονήσας, ἐψιθύρισε δόλον, τῆς Εὔας ἐν τοῖς ὠσίν, ἐξ ἧς ἐγώ, πλανηθεὶς ἐξωρίσθην, οἴμοι! τοῦ χοροῦ τῆς ζωῆς.

Τὴν χεῖρα τείνας προπετῶς, ἐγευσάμην τοῦ ξύλου, τοῦ τῆς γνώσεως, οὗπερ, προσέταξέ μοι Θεός, μηδόλως μεταλαβεῖν, καὶ τῆς θείας, δόξης ἀπερρίφθην πικρῶς.

Οἴμοι ἀθλία μου ψυχή! πῶς οὐκ ἔγνως τὸν δόλον; πῶς οὐκ ᾔσθου τῆς πλάνης, καὶ τοῦ φθόνου τοῦ ἐχθροῦ; ἀλλ' ἐσκοτίσθης, τὸν νοῦν, καὶ παρέβης, ἐντολὴν τοῦ Κτίστου σου;

Θεοτοκίον.

λπὶς καὶ σκέπη μου σεμνή, ἡ τὴν γύμνωσιν πάλαι, περιστείλασα μόνη, τὴν τοῦ πεσόντος Ἀδάμ, τῷ τοκετῷ σου Ἁγνή, ἀφθαρσίαν αὖθίς με ἀμφίασον.

Καταβασία. 

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.  

Κάθισμα.  Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ. 

ξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.

Ἕτερον.  Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ' ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.

Θεοτοκίον, Ὅμοιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ἀνάγνωσις τοῦ Λόγου, εἰς τὴν πληγὴν τῆς χαλάζης, οὗ ἡ ἀρχή. τί  λύετε τάξιν ἐπαινουμένην; Ποιοῦμεν δὲ αὐτὸν εἰς δόσεις δύο.  

Ὠδὴ δ’  Χριστός μου δύναμις.

Τιμῆς ἠξίωμαι, ἐγὼ ὁ ἄθλιος, παρὰ σοῦ τοῦ Δεσπότου ἐν τῇ Ἐδέμ, οἴμοι πῶς πεπλάνημαι, καὶ διαβόλῳ, φθονηθείς, ἀπερρίφην τοῦ προσώπου σου!

μὲ θρηνήσατε, Ἀγγέλων τάγματα, Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν, τῶν ἐκεῖ εὐπρέπεια, τὸν πλανηθέντα δυστυχῶς καὶ Θεοῦ ἀποσκιρτήσαντα.

Λειμὼν μακάριε, φυτὰ θεόφυτα, Παραδείσου τερπνότης νῦν ἐπ' ἐμέ, δάκρυα σταλάξατε, ἐκ φύλλων ὥσπερ ὀφθαλμῶν, τὸν γυμνόν, καὶ ξένον δόξης Θεοῦ.

Οὐκέτι βλέπω σε, οὐκ ἀπολαύω σου, τῆς ἡδίστης καὶ θείας μαρμαρυγῆς, πάντιμε Παράδεισε· γυμνὸς γὰρ ἔρριμαι εἰς γῆν, παροργίσας τὸν Ποιήσαντα.

Θεοτοκίον.

γία Δέσποινα, ἡ διανοίξασα, Παραδείσου τὰς πύλας πᾶσι πιστοῖς, ἃς Ἀδὰμ ἀπέκλεισε διὰ παράβασιν ποτέ, πύλας ἐλέους μοι διάνοιξον.

Καταβασία.

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.  

Ὠδὴ ε’  τῷ θείῳ φέγγει σου ἀγαθὲ. 

Φθονήσας πάλαι μοι ὁ ἐχθρός, τῆς ἐν Παραδείσῳ εὐτυχοῦς, ἀναστροφῆς ὁ μισάνθρωπος, ὄφεως ἐν εἴδει με ὑπεσκέλισε, καὶ δόξης ἀϊδίου ξένον με ἔδειξε.

Θρηνῶ καὶ κόπτομαι τὴν ψυχήν, καὶ τοῖς ὀφθαλμοῖς ἐπιζητῶ, πλήθη δακρύων προστίθεσθαι, ὅταν ἀποβλέψω, καὶ καταμάθω μου, τὴν γύμνωσιν ἣν ἔσχον, ἐκ παραβάσεως.

κ γῆς ἐπλάσθην χειρὶ Θεοῦ, αὖθις δ' ἐπιστρέφειν πρὸς τὴν γῆν, ἐγὼ ὁ ἄθλιος ἤκουσα. τίς ἐμὲ μὴ κλαύσῃ, τὸν ἀπωσθέντα Θεοῦ, καὶ τῆς Ἐδὲμ τὸν ᾍδην ἀνταλλαξάμενον;

Θεοτοκίον.

Νυμφῶνα δόξης σε μυστικόν, πάντες καταγγέλλομεν πιστοί, Θεοκυῆτορ, πανάμωμε· ὅθεν δυσωπῶ σε Ἁγνὴ πεσόντα με, νυμφῶνος Παραδείσου, οἰκεῖον ποίησον.

Καταβασία.

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.  

Ὠδὴ ς’  Τοῦ βίου τὴν θάλασσαν.

Στολήν με ἐνέδυσας, θεοΰφαντον Σωτήρ, ἐν τῇ Ἐδὲμ ὡς εὔσπλαγχνος, ἐγὼ δέ σου παρεῖδον τὴν ἐντολήν, πεισθεὶς τῷ ἀλάστορι, καὶ γυμνὸς καθωράθην ὁ ταλαίπωρος.

Ψυχὴ παναθλία μου, ἐμακρύνθης ἐκ Θεοῦ, διὰ ἀπροσεξίας σου, Παραδείσου ἐστέρησαι τῆς τρυφῆς, Ἀγγέλων κεχώρισαι, εἰς φθορὰν κατηνέχθης, ὢ τοῦ πτώματος! 

λέησον οἴκτειρον, Παντοκράτορ ὁ Θεός, τῶν σῶν χειρῶν τὸ ποίημα, μὴ παρίδῃς με δέομαι Ἀγαθέ, τὸν ἀποχωρίσαντα, ἐμαυτὸν τῆς χορείας τῶν Ἀγγέλων σου.

Θεοτοκίον.

Μαρία Θεόκλητε, ἡ Κυρία τοῦ παντός, ὡς τετοκυῖα Κύριον, Βασιλέα τῶν ὅλων καὶ Λυτρωτήν, αἰχμάλωτον ὄντα με, Παραδείσου τῆς δόξης ἀνακάλεσαι.

Καταβασία.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.  

Κοντάκιον.

Αὐτόμελον.  Ἦχος πλ. β’

Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Ὁ Οἶκος.

κάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

δὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.  

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.

Στίχοι

Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω.

Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.

Ὠδὴ ζ’  Δροσοβόλον μὲν τὴν κάμινον.

δεσπόζων τῶν αἰώνων πάντων Κύριος, ὁ πλάσας με βουλήματι σῷ, φθονηθέντα με, τῷ δολίῳ δράκοντι ποτέ, καὶ σὲ παροργίσαντα Σωτήρ, μὴ ὑπερίδῃς ὁ Θεός, ἀλλ' ἀνακάλεσαί με.

Τὰ τοῦ αἴσχους περικείμενος ἐνδύματα, οἴμοι! ἀντὶ στολῆς φωταυγοῦς, ἀποκλαίομαι τὴν ἐμὴν ἀπώλειαν Σωτήρ, καὶ πίστει βοῶ σοι Ἀγαθέ· Μὴ ὑπερίδῃς, ὁ Θεός, ἀλλ' ἀνακάλεσαί με.

τραυμάτισεν ὁ ὄφις ὁ παμπόνηρος, ὅλην μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου δὲ τῆς τρυφῆς, ἐξόριστον ποιεῖ, ἀλλ' ὦ εὐσυμπάθητε Σωτήρ, μὴ ὑπερίδῃς ὡς Θεός, ἀλλ' ἀνακάλεσαί με.

Θεοτοκίον.

Τὴν ἰκέσιόν μου δέησιν Πανάμωμε πρόσδεξαι συμπαθείᾳ τῇ σῇ, καὶ συγχώρησιν τῶν πταισμάτων, δίδου μοι Ἁγνή, ἐν θρήνοις βοῶντι ἐκτενῶς· Μὴ ὑπερίδῃς Ἀγαθή, ἀλλ' ἀνακάλεσαί με.

Καταβασία.

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.  

Ὠδὴ η’   Ἐκ φλογὸς τοῖς Ὁσίοις. 

Δωρεαῖς πολυτρόποις πάλαι τετίμηκας, τῶν χειρῶν σου τὸ ἔργον, μόνε φιλάνθρωπε· δράκων δὲ δεινὸς συριγμῷ ἐδελέασεν, οἴμοι! τῶν προσόντων, καλῶν ἀπογυμνώσας.

να τί  συμβουλίας πικρᾶς ἀκήκοας, καὶ τῆς θείας ἐγένου ψήφου παρήκοος; οἴμοι ταπεινὴ ψυχή, Θεὸν λυπήσασα, ὃν ἀεὶ δοξάζειν, ἐτάχθης σὺν Ἀγγέλοις.

ρπετῶν καὶ θηρίων δεσπότης γέγονας, ἑρπετῷ ψυχοφθόρῳ, πῶς προσωμίλησας, σύμβουλον λαβών, ὡς εὐθῆ τὸν ἀλάστορα; ὢ τῆς σῆς ἀπάτης, ψυχή μου παναθλία!

Θεοτοκίον.

Φωτοφόρον σκηνήν σε Θεοῦ σαρκώσεως, ἀνυμνοῦμεν Μαρία Θεοχαρίτωτε· ὅθεν με δεινῶς σκοτισθέντα τοῖς πάθεσι, λάμψον φῶς ἐλέους, ἐλπὶς ἀπηλπισμένων.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία.

κ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ’  Θεὸν ἀνθρώποις ἰδεῖν.

Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε;

Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα.

Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι.

Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι,  δι' οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.

Θεοτοκίον.

Ζωῆς ἡ πύλη ἡ ἀδιόδευτος, ἡ νοητὴ Παρθένε Θεοτόκε ἀνύμφευτε, Παραδείσου πύλας μοι κλεισθείσας τὸ πρίν, ἄνοιξον σαῖς πρεσβείαις, ὅπως δοξάζω σε, τὴν μετὰ Θεόν μου βοηθόν, καὶ κραταιὰν προσφυγήν.

Καταβασία. 

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.  

Ἐξαποστειλάριον Ἀναστάσιμον.

Εἶτα τὸ παρὸν.

Γυναῖκες ἀκουτίσθητε. 

Τῆς ἐντολῆς σου Κύριε, παρήκουσα ὁ ἄθλιος, καὶ γυμνωθεὶς τῆς σῆς δόξης, αἰσχύνης πέπλησμαι, οἴμοι! καὶ τῆς τρυφῆς ἐκβέβλημαι, τοῦ Παραδείσου εὔσπλαγχνε. Ἐλεῆμον ἐλέησον, τὸν στερηθέντα δικαίως, τῆς ἀγαθότητος τῆς σῆς.

Ἕτερον.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

ποικισθέντες Κύριε, Παραδείσου τὸ πρῶτον, διὰ τῆς ξύλου βρώσεως, ἀντεισήγαγες πάλιν, διὰ Σταυροῦ καὶ τοῦ Πάθους, σοῦ Σωτὴρ καὶ Θεέ μου, δι' οὗ ἡμᾶς ὀχύρωσον, τὴν Νηστείαν πληρῶσαι, ἁγνοπρεπῶς, καὶ τὴν θείαν Ἔγερσιν προσκυνῆσαι, τὸ Πάσχα τὸ σωτήριον, σὲ Τεκούσης πρεσβείαις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους η', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ’, καὶ Ἀνατολικὸν ἕν, καὶ τοῦ Τριῳδίου γ’.  

Στιχηρὰ Ἰδιόμελα τοῦ Τριῳδίου.

Ἦχος πλ. α’

Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με.

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ὁ αὐτὸς.

Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Στίχ. νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἦχος πλ. β’

δὰμ τοῦ Παραδείσου διώκεται, τροφῆς μεταλαβὼν ὡς παρήκοος, Μωσῆς θεόπτης ἐχρημάτισε, νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς καθηράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἀλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέμενοι, Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν, προσευχῇ καὶ τῇ δεήσει, εἰλικρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν τῆς σαρκὸς τὰ οἰδήματα, κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν Ἀγγέλων χορεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυμνοῦσι Τριάδα, καθορᾷν τὸ ἀμήχανον κάλλος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τούς ἐπὶ σοὶ πεποιθότας, συγχορεῦσαι ταῖς  τῶν Ἀγγέλων στρατιαῖς, ταῖς  τῆς τεκούσης σε Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων.

Δόξα... Ἦχος ὁ αὐτὸς.

φθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως,  ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι' αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη, καὶ ἡ συνήθης Λιτὴ ἐν τῷ Νάρθηκι, ἐν ᾗ ψάλλομεν καὶ τὸ Ἑωθινὸν Ἰδιόμελον. Συνάπτομεν δὲ καὶ τὴν πρώτην Ὥραν, καὶ ἀναγινώσκονται αἱ Κατηχήσεις τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Στουδίτου.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ ς’ Ὠδή.

Ὁ Ἀπόστολος.

 Προκείμενον. Ἦχος γ' [Ψαλμός μστ΄ 46]

Στίχ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

Στίχ. Πάντα ἔθνη κροτήσατε χεῖρας.

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου.

Κεφ.  13: 11-14, 14:1-4

δελφοί, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὅς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

λληλούϊα [γ΄].  χος γ'  [Ψαλμός λ' 30]

Στίχ. πί σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ.  Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν. 

Εὐαγγέλιον.

κ τοῦ κατά Ματθαῖον.

Κεφ. 6: 14-21

Εἶπεν ὁ Κύριος· ῞Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ῞Οταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ, σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπί τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

 

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ
ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ


Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, ἄνευ ἄλλης Στιχολογίας, ψάλλομεν τό, Κύριε ἐκέκραξα. Και ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ κατανυκτικά, τὰ κατὰ τὸν τυχόντα Ἦχον, δ’ καί του Τριῳδίου, τὰ παρόντα προσόμοια, γ’.

Ποίημα τοῦ κυρίου Ἰωσὴφ.
Ἦχος β’ Ἀγγελος μὲν τὸ Χαῖρε.

γκρατείᾳ τὴν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τὸ θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας, καὶ εὐχαῖς καὶ δάκρυσι, Κύριον τὸν σῴζοντα ἡμᾶς ἐκζητήσωμεν, καὶ λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες. Ἡμάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστὲ Βασιλεῦ, καὶ κοινωνοὺς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε.
μαυτὸν ἀπελπίζω, ἐννοῶν τὰ ἔργα μου Κύριε, τὰ πάσης τιμωρίας ἐπάξια· ἰδοὺ γὰρ παραβλέψας, τὰ σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τὸν βίον ἠνάλωσα· διὸ καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καὶ δεήσει, ὡς μόνος Ἐλεήμων ἐκλάμπρυνον, καὶ μὴ βδελύξῃ με Εὐεργέτα τῶν ἁπάντων, καὶ Ὑπεράγαθε.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου.
Ἦχος β’ Τῶν ὑπὲρ νοῦν δωρεῶν.

Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν, νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους, τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος, ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.

Καὶ τοῦ Μηναίου, προσόμοια γ’.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Εἴσοδος μετὰ τοῦ θυμιατοῦ, ἥτις γίνεται ἐν πάσαις ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς εἰς τὸ Λυχνικόν, διὰ τὰ μεγάλα Προκείμενα. Μετὰ τό, Φῶς ἱλαρόν.

Προκείμενον Ἦχος πλ. δ’

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Στίχ. σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου.
Στίχ. δέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Ἡ ἐκτενής, τό, Καταξίωσον Κύριε, Μετάνοιαι γ’, καὶ αἱ Αἰτήσεις παρὰ τοῦ Ἱερέως.

Εἰς δὲ τὰ Ἀπόστιχα, τὸ παρὸν Ἰδιόμελον.
Ἦχος δ’

λαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν· ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Καὶ πάλιν τὸ αὐτὸ Ἰδιόμελον.

Στίχ. λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν.

ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἦχος ὁ αὐτὸς.
Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῶν Ἀγγέλων αἱ τάξεις σε, Θεομῆτορ δοξάζουσι· τὸν Θεὸν γὰρ Πάναγνε ἀπεκύησας, τὸν σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχοντα, καὶ Ἀγγέλων στρατιάς, ἐκ μὴ ὄντος βουλήματι, ὑποστήσαντα, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, σὲ ἀνυμνούντων Πανάχραντε.
Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Τό, Κύριε ἐλέησον, μ’ πραείᾳ φωνῇ.

Ὁ Ἱερεύς. ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν...

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.
Οὔτος ὁ τύπος ὀφείλει γίνεσθαι κατὰ πᾶσαν Κυριακὴν Ἑσπέρας, ἕως τῆς πέμπτης Κυριακῆς τῶν Νηστειῶν.