The Orthodox Pages

 

ΘΕΟΤΟΚΙΑ ΕΙΣ ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ

ΤΕΤΑΡΤΗ    

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΕΤΑΡΤΗ     

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'

Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Θεοτοκίον Ἦχος β'

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Θεοτοκίον Ἦχος γ'

ομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.

Θεοτοκίον Ἦχος δ'

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Θεοτοκίον Ἦχος πλ. α'

ρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Θεοτοκίον Ἦχος πλ. β'

Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

Θεοτοκίον Ἦχος Βαρὺς

ν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνῳδοῦσα, ὕμνει τὸ κράτος σου.

Θεοτοκίον Ἦχος πλ. δ'

τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'

Πανεύφημοι Μάρτυρες

ομφαία διῆλθεν Υἱέ, ( Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον), τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον, Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Θεοτοκίον Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρωσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀλαλάζουσα· Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

Θεοτοκίον Ἦχος γ'

Μεγάλη τοῦ Σταυροῦ σου

Σταυρῷ σε ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα· Μή με δείξῃς ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήν καὶ μετὰ τόκον.

Θεοτοκίον Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

Θεοτοκίον Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Στᾶσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνῳδοῦσα ὠδύρετο, βοῶσα· οὐ φέρω Τέκνον, προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου ὃν περ ἀπεκύησα· ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὂ εἴρηκεν, ὁ Συμεὼν τῇ καρδίᾳ, ἐμῇ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλ' ὧ νῦν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.

Θεοτοκίον Ἦχος πλ. β'

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὂ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;

Θεοτοκίον Ἦχος Βαρὺς

Νέκρωσιν καθυπέμεινας Λόγε, ἐπὶ Σταυροῦ προσηλούμενος, ἡ Παρθενομήτωρ ἐβόα θρηνοῦσα, σὺν ἠγαπημένῳ σεπτῷ θεολόγῳ, ὧν ταῖς ἱκεσίαις, ὁ παθὼν ὑπὲρ ἡμῶν Χριστέ, καὶ νεκρώσας θάνατον, τὰ πάθη μου νέκρωσον, καὶ ζωῆς με μέτοχον, τῆς θείας ἀπέργασαι, καὶ σῶσόν με.

Θεοτοκίον Ἦχος πλ. δ'

Σταυρῷ σε καθηλούμενον, ὡς ἐθεάσατο ἡ σὲ Τεκοῦσα, μόνε μακρόθυμε, ὀδυρομένη δάκρυα ἔρρει κρουνηδόν, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος, καὶ τὸ συμπαθὲς τὸ ὑπὲρ ἄνθρωπον, λίαν ἐκπληττομένη, ὕμνει τὸ κράτος σου.

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'

Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος β'

περδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Θεοτοκίον Ἦχος γ'

άβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Θεοτοκίον Ἦχος δ'

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Θεοτοκίον Ἦχος πλ. α'

Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. β'

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς

Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'

χραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, Χαῖρε Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος β'

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Θεοτοκίον Ἦχος γ'

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη Εὐλογημένη.

Θεοτοκίον Ἦχος δ'

Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος, καὶ πύλας τοῦ ᾅδου συνέτριψε.

Θεοτοκίον Ἦχος πλ. α'

ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'

Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Θεοτοκίον Ἦχος Βαρὺς

Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.

Θεοτοκίον Ἦχος πλ. δ'

καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.