The Orthodox Pages

 

ΘΕΟΤΟΚΙΑ ΕΙΣ ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ

ΔΕΥΤΕΡΑ   

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΕΥΤΕΡΑ   

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Θεοτοκίον Ἦχος β'

ραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων, τί ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σῶσόν με.

Θεοτοκίον Ἦχος γ'

Μεγάλης διὰ σοῦ, εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα, τῶν ἀνθρώπων τὸ γένος.

Θεοτοκίον Ἦχος δ'

ς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Θεοτοκίον Ἦχος πλ. α'

Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.

Θεοτοκίον Ἦχος πλ. β'

Γνώμῃ ὀλισθήσας τε, καὶ ὑποκύψας τῷ πλάνῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.

Θεοτοκίον Ἦχος Βαρὺς

Σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ, Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἀναβοᾷ, γηγενῶν πᾶσα φύσις, ὡς σωτηρίας τῆς αὐτῶν γενομένη, Θεοτόκε προξένῳ τῷ τόκῳ σου.

Θεοτοκίον Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε Θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμῳ διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν δοξαζόντων σε.

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'

Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Θεοτοκίον Ἦχος β'

διόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος γ'

γιόπρωτε Σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα, πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Θεοτοκίον Ἦχος δ'

Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρών, χαῖρε Βάτε ἄφλεκτε, χαῖρε Λαμπάς, χαῖρε θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.

Θεοτοκίον Ἦχος πλ. α'

Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον Παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες. Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας δόξα σοι.

Θεοτοκίον Ἦχος πλ. β'

ρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα, τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

Θεοτοκίον Ἦχος Βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Τάγματα ὑπερέβης Ἀγγέλων, ὡς Θεὸν σωματώσασα, ἐγὼ δὲ τοὺς πάντας νικήσας ἁμαρτίαις, οἴμοι! δέδοικα, καὶ τρέμω· ὅθεν οὐδαμῶς ἀποτολμῶ παρακαλέσαι σε, Θεοτόκε Δέσποινα· σὺ οὖν μὴ παρίδῃς με, ἀλλὰ σπεῦσον σῶσόν με, ὁδὸν εἰς εὐθεῖαν ὁδηγοῦσά με.

Θεοτοκίον Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Χαῖρε παλάτιον ἔμψυχον, περιστερὰ λογική, χαῖρε πόλις τοῦ Κτίστου σου, χαῖρε καταφύγιον, τῶν πιστῶν καὶ προπύργιον, ἡ προστασία, τῶν πεποιθότων ἐν σοί, καὶ σωτηρία, καὶ ἀπολύτρωσις, χαῖρε ἡ γέφυρα, πάντας ἡ μετάγουσα, πρὸς οὐρανόν. Χαῖρε παντευλόγητε, ἁγία Δέσποινα.

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'

Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος β'

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὥς ποτε ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Θεοτοκίον Ἦχος γ'

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ, καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι, Χαῖρε ἡ Κεχαριτωμένη.

Θεοτοκίον Ἦχος δ'

Τῇ ἀνατραφείσῃ ἐν τῷ ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν, καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

Θεοτοκίον Ἦχος πλ. α'

Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοῶμέν σοι· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη, τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.

Θεοτοκίον Ἦχος πλ. β'

ρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Θεοτοκίον Ἦχος Βαρὺς

Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταῖς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοῖς πιστῶς σε δοξάζουσι.

Θεοτοκίον Ἦχος πλ. δ'

Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ.

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'

χραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος β'

Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος γ'

καστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος δ'

τι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε, Ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. α'

ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'

ρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς

περέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'

Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.