The Orthodox Pages

 

ΘΕΟΤΟΚΙΑ ΕΙΣ ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ

ΠΑΡΑΣΚΕΥΗ      

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΣΚΕΥΗ       

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'

ναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

Θεοτοκίον Ἦχος β'

τῆς ἀγαθότητος τῆς σῆς! ὢ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὢ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὀλοφυρομένη, πῶς ὁ ὢν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.

Θεοτοκίον Ἦχος γ'

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

ρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος, τῶν ἀνθρώπων τὸ γένος;

Θεοτοκίον Ἦχος δ'

δών σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι· Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Θεοτοκίον Ἦχος πλ. α'

λην ἀναλαβὼν τὴν ἐμήν, μορφὴν ὁ πλάστης καὶ Θεὸς ἐνεδύσατο, μορφῶσαι τὴν πρὶν πεσοῦσαν μορφὴν Ἀδὰμ βουληθείς, ἐν Σταυρῷ ὑψώθη, ὡς ὑπεύθυνος, ἑκὼν καὶ τὰς χεῖρας, προσηλωθεὶς νῦν ἰάσατο, τὰς πρὶν τῷ ξύλῳ, παρειμένας τῆς βρώσεως, ὃν ἡ Πάναγνος, θεωροῦσα ἠλάλαζε. Τίς ἐστιν ἡ τοσαύτη σου, Υἱέ μου ἀνείκαστος, μακροθυμία; οὐ φέρω, ἐπὶ Σταυροῦ ἀναρτώμενον, ὁρᾶν σε τὸν πάντα, τῇ δρακὶ διακρατοῦντα, Χριστὲ τὰ σύμπαντα.

Θεοτοκίον Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ

ρῶσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὂ ὑπομένεις διὰ οἶκτον πολύν;

Θεοτοκίον Ἦχος Βαρὺς

ήματα ἐν τῷ τόκῳ σου Τέκνον, δι’ ὧν χαροποιὰ πρῴην ἤκουον, προσεδόκων, χαρᾶς ἐμπλησθῆναι, καὶ χαροποιῆσαι, ψυχὰς τεθλιμμένας, ταῦτα δὲ πρὸς λύπην μετετράπη, τῇ σταυρώσει σου ἐναργῶς τὰ πράγματα· ἡ λύπη γὰρ τήκει με, καὶ θανεῖν προῄρημαι, πληρούσης τῆς λύπης τὴν καρδίαν μου.

Θεοτοκίον Ἦχος πλ. δ'

Πάναγνος ὡς εἶδέ σε, Σταυρῶ κρεμάμενον ἐθελουσίως, κατανοοῦσά σου τὴν δυναστείαν, λύπῃ συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοι· Τέκνον μή με λίπῃς τήν τεκοῦσάν σε· δός μοι λόγον Υἱέ μου, μή με σιγῶν παρέλθῃς, Λόγε Θεοῦ τὴν δούλην σου.

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν καὶ ὄξος γευσάμενος, τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ δίκαιος· διό με φαρμαχθεῖσαν τῷ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς παντοδύναμος, ἡ Παρθένος ἔλεγε δακρύουσα.

Θεοτοκίον Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, ὅπως ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Θεοτοκίον Ἦχος γ'

κόσμος ἠλεήθη Λόγε τῇ Σταυρώσει σου, ἡ κτίσις ἐφωτίσθη, τὰ ἔθνη σωτηρίαν εὗρον Δέσποτα, ἡ Πάναγνος ἐβόα· ἐγὼ δὲ νῦν τέτρωμαι, καθορῶσά σου τὸ ἑκούσιον πάθος.

Θεοτοκίον Ἦχος δ'

Ὁ ἐξ Ὑψίστου κληθεὶς

Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

Θεοτοκίον Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Λόγχῃ σου τὴν πλευρὰν ὧ Υἱέ, ὀρυττομένην καθορῶσα τιτρώσκομαι, τῆς λύπης δεινῇ ῥομφαίᾳ, καὶ στεναγμὸν ἐκ ψυχῆς, προϊέναι ὅλως οὐ δεδύνημαι, ἡ Πάναγνος ἔλεγε, παρεστῶσα τῷ πάθει σου, καὶ τὴν σφαγήν σου, καθορῶσα τὴν ἄδικον, ἀνεξίκακε, ὑπεράγαθε Κύριε, ποῦ μοι τὰ εὐαγγέλια, βοῶσα σὺν δάκρυσι, ποῦ ὁ τὸ Χαῖρέ μοι λέξας; ποῦ ἡ λοχεία ἡ ἄφραστος; ποῦ Πέτρος ὁ φίλος; ἀλλὰ δόξα τῇ ἀφάτῳ μακροθυμίᾳ σου.

Θεοτοκίον Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ

Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

Θεοτοκίον Ἦχος Βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Τέτρωμαι τῇ ῥομφαίᾳ τῆς λύπης, ἐν Σταυρῷ καθορῶσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γῆν στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα πόλον· βλέπω γὰρ γυμνὸν κατεσφαγμένον σε κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νῦν, αἱροῦμαι παμφίλτατε, φρῖξον γῆ καὶ σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα.

Θεοτοκίον Ἦχος πλ. δ'

Οἱ Μάρτυρές σου Κύριε

ρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος, Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας φέρεις, γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'

Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος β'

περδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Θεοτοκίον Ἦχος γ'

άβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Θεοτοκίον Ἦχος δ'

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Θεοτοκίον Ἦχος πλ. α'

Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη, πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχύς, καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. β'

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς

Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'

Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῶ θεωροῦσα, ἡ Τεκοῦσα, ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'

χραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος β'

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἡ ῥάβδος, ἐξ ἧς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Θεοτοκίον Ἦχος γ'

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη Εὐλογημένη.

Θεοτοκίον Ἦχος δ'

Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος, καὶ πύλας τοῦ ᾅδου συνέτριψε.

Θεοτοκίον Ἦχος πλ. α'

ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'

Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Θεοτοκίον Ἦχος Βαρὺς

Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.

Θεοτοκίον Ἦχος πλ. δ'

καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.