The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ  

ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

   

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἰσέρχεται ὁ Ἱερεύς, καὶ ἀλλάσσει λευκὴν Ἱερατικὴν στολήν, ἤτοι ἐπιτραχήλιον καὶ φελώνιον καὶ ἁπτομένων πάντων τῶν κηρῶν, λαβὼν θυμιατόν, ἀπέρχεται ἐν τῇ Κολυμβήθρᾳ, καὶ θυμιᾷ κύκλῳ καὶ ἀποδοὺς τὸ θυμιατόν, προσκυνεῖ.

Εἶτα λέγει ὁ Διάκονος.

Εὐλόγησον Δέσποτα.

Ὁ Ἱερεύς, ἐκφώνως·

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

ΔΙΑΚΟΝΟΣ: ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. Μεθ' ἑκάστην δέησιν.

ΔΙΑΚΟΝΟΣ: πὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ ἐπιφοιτήσει καὶ δυνάμει καὶ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἀναδειχθῆναι τὸ ὕδωρ τοῦτο ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἄξιον (ἀξίαν) γενέσθαι τῆς ἀφθάρτου βασιλείας τὸν (τήν) ἐν αὐτῷ βαπτιζόμενον (βαπτιζομένην), τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ νῦν προσερχόμενου ῆς νῦν προσερχομένης) τῷ ἁγίῳ Φωτίσματι καὶ τῆς σωτηρίας αὐτοῦ ὐτῆς), τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἀναδειχθῆναι αὐτὸν ὐτὴν) υἱὸν (θυγατέρα) φωτὸς καὶ κληρονόμον τῶν αἰωνίων ἀγαθῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ γενέσθαι αὐτὸν ὐτὴν) σύμφυτον καὶ κοινωνὸν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ διαφυλαχθῆναι αὐτῷ ὐτῇ) τὴν στολὴν τοῦ Βαπτίσματος, καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ἄσπιλον καὶ ἀμώμητον ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ γενέσθαι αὐτῷ ὐτῇ) τὸ ὕδωρ τοῦτο λουτρὸν παλιγγενεσίας, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ ἔνδυμα ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ῥυσθῆναι αὐτὸν ὐτὴν) τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Καὶ τοῦ Διακόνου λέγοντος ταῦτα, ὁ Ἱερεὺς λέγει καθ’ ἑαυτὸν τήν Ε ὑ χ ὴ ν ταύτην μυστικώς.

Τοῦ Κυρίου δεηθῶμεν.

εὔσπλαγχνος καὶ ἐλεήμων Θεός, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, καὶ τὰ κρύφια τῶν ἀνθρώπων ἐπιστάμενος μόνος· οὐ γάρ ἐστι πρᾶγμα ἀφανὲς ἐνώπιόν σου, ἄλλα πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου· ὁ γινώσκων τὰ κατ’ ἐμέ, μὴ βδελύξῃ με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπ’ ἐμοῦ, ἀλλὰ πάριδέ μου τὰ παραπτώματα ἐν τῇ ὥρᾳ ταύτῃ, ὁ παρορῶν ἀνθρώπων ἁμαρτήματα εἰς μετάνοιαν, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον ὁλοτελῆ τῇ δυνάμει σου τῇ ἀοράτῳ καὶ πνευματικῇ δεξιᾷ· ἵνα μή, ἐλευθερίαν ἄλλοις ἐπαγγελλόμενος καὶ ταύτην παρέχων πίστει τῇ ἠρτημένῃ τῆς σῆς ἀφάτου φιλανθρωπίας, αὐτὸς ὡς δοῦλος ἁμαρτίας ἀδόκιμος γένωμαι. Μή, Δέσποτα, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, μὴ ἀποστραφείην τεταπεινωμένος καὶ κατῃσχυμένος· ἀλλ’ ἐξαπόστειλόν μοι δύναμιν ἐξ ὕψους, καὶ ἐνίσχυσόν με πρὸς τὴν διακονίαν τοῦ προκειμένου σου Μυστηρίου, τοῦ μεγάλου καὶ ἐπουρανίου. Καὶ μόρφωσόν σου τὸν Χριστὸν ἐν τῷ μέλλοντι (ἐν τῇ μελλούσῃ) ἀναγεννᾶσθαι διὰ τῆς ἐμῆς ἐλεεινότητος· καὶ οἰκοδόμησον αὐτὸν (αὐτὴν) ἐν τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν σου· καὶ μὴ καθέλῃς, ἀλλὰ φύτευσον αὐτὸν (αὐτὴν) φύτευμα ἀληθείας ἐν τῇ ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ μὴ ἐκτίλῃς. Ὅπως προκόπτοντος αὐτοῦ (προκοπτούσης αὐτῆς) ἐν εὐσέβειᾳ, δοξάζηται καὶ δι’ αὐτοῦ (αὐτῆς) τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῖ δὲ εἰδέναι, ὅτι καθ’ ἑαυτὸν λέγει καὶ τὴν Ἐκφώνησιν καὶ τό, Ἀμήν.

Μετὰ δὲ τὸ συμπληρωθῆναι τὰ Εἰρηνικά, ἄνευ Ἐκφωνήσεως, λέγει ὃ Ἱερεὺς τὴν Εὐχὴν ταύτην μεγαλοφώνως καὶ μετὰ φόβου Θεοῦ καὶ ἐξ ὅλης ψυχῆς καὶ συντετριμμένης καρδίας.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (τρίς). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοὺ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς· σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. Ἀγγελικοὶ Δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, κύκλῳ ἑστῶτα, καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξῃς κατακαλύπτεται. σὺ γάρ, Θεὸς ὢν ἀπερίγραπτος ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεᾶσθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ’ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν. Τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα· σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης· σὺ καὶ τὰ Ἰορδάνεια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας αὐτοῖς τὸ Πανάγιόν σου Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (τρίς). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Φυγέτωσαν ἀπ’ αὐτοῦ οἱ ἐπιβουλεύοντες τῷ πλάσματί σοι· ὅτι τὸ ὄνομά σου, Κύριε, ἐπεκαλεσάμην, τὸ θαυμαστὸν καὶ ἔνδοξον καὶ φοβερὸν τοῖς ὑπεναντίοις.

Καὶ ἐμφυσᾷ τὸ ὕδωρ τρίς· καὶ σφραγίζει τῇ δεξιᾷ τρίτον καὶ ἐπεύχεται, λέγων:

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐνάντιαι δυνάμεις (τρίς). Ὑποχωρησάτωσαν ἡμῖν πάντα τὰ ἐναέρια καὶ ἀφανῆ εἴδωλα, καὶ μὴ ὑποκρυβήτω τῷ ὕδατι τούτῳ δαιμόνιον σκοτεινόν, μηδὲ συγκαταβήτω τῷ βαπτιζομένω ῇ βαπτιζομένῃ), δεόμεθά σου, Κύριε, πνεῦμα πονηρόν, σκότωσιν λογισμῶν καὶ ταραχὴν διανοίας ἐπάγον. Ἀλλὰ σύ, Δέσποτα τῶν ἁπάντων, ἀνάδειξον τὸ ὕδωρ τοῦτο, ὕδωρ ἀπολυτρώσεως, ὕδωρ ἁγιασμοῦ, καθαρισμὸν σαρκὸς καὶ πνεύματος, ἄνεσιν δεσμῶν, ἄφεσιν παραπτωμάτων, φωτισμὸν ψυχῆς, λουτρὸν παλλιγγενεσίας, ἀνακαινισμὸν πνεύματος, υἱοθεσίας χάρισμα, ἔνδυμα ἀφθαρσίας, πηγὴν ζωῆς· σὺ γὰρ εἶπας, Κύριε· Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τάς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· σὺ ἐχαρίσω ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν, δι’ ὕδατος καὶ Πνεύματος. Ἐπιφάνηθι, Κύριε, τούτῳ· καὶ δὸς μεταποιηθῆναι τὸν ἐν αὐτῷ βαπτιζόμενον (βαπτιζομένην), εἰς τὸ ἀποθέσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τάς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἵνα, γενόμενος (γενομένη) σύμφυτος τῷ ὁμοιώματι τοῦ θανάτου σου διὰ τοῦ Βαπτίσματος, κοινωνὸς καὶ τῆς ἀναστάσεώς σου γὲνηται καὶ φυλάξας (φυλάξασα) τὴν δωρεὰν τοῦ Ἁγίου σου Πνεύματος καὶ αὐξήσας ὐξήσασα) τὴν παρακαταθήκην τῆς χάριτος, δέξηται τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ συγκαταριθμηθῇ τοῖς πρωτοτόκοις, τοῖς ἀπογεγραμμένοις ἐν οὐρανῷ, ἐν σοὶ τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ὅτι σοὶ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

Καὶ ἐμφυσᾷ ὁ Ἱερεὺς εἰς τὸ ἀγγεῖον τοῦ ἐλαίου, βασταζόμενον ὑπὸ τοῦ Διακόνου καὶ σφραγίζει διὰ τῆς χειρὸς τρὶς τοῦτο, ἤτοι τὸ ἔλαιον.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον

ΙΕΡΕΥΣ

Δέσποτα, Κύριε, Θεὸς τῶν Πατέρων ἡμῶν, τοῖς ἐν τῇ κιβωτῷ τοῦ Νῶε περιστερὰν ἀποστείλας, κάρφος ἐλαίας ἔχουσαν ἐπὶ τοῦ στόματος, καταλλαγῆς σύμβολον, σωτηρίας τε τῆς ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ τὸ τῆς χάριτος μυστήριον διἐκείνων προτυπώσας· καὶ τῆς ἐλαίας τὸν καρπὸν εἰς πλήρωσιν τῶν ἁγίων σου Μυστηρίων χορηγήσας, διαὐτοῦ καὶ τοὺς ἐν νόμῳ Πνεύματος Ἁγίου πληρώσας καὶ τοὺς ἐν χάριτι τελειῶν· Αὐτὸς εὐλόγησον καὶ τοῦτο τὸ ἔλαιον, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου σου Πνεύματος, ὥστε γενέσθαι αὐτὸ χρίσμα ἀφθαρσίας, ὅπλον δικαιοσύνης, ἀνακαινισμὸς ψυχῆς καὶ σώματος, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, εἰς ἀπαλλαγὴν κακῶν, πᾶσι τοῖς χριομένοις αὐτὸ ἐν πίστει, καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ. Εἰς δόξαν σήν, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

Ὁ δὲ Ἱερεύς, λαβὼν τὸ ἀγγεῖον τοῦ ἐλαίου καταχέει ἐξ αὐτοῦ ἐν τῇ κολυμβήθρᾳ, ποιῶν σταυροὺς γ' καὶ ψάλλων ἐν ἑκάστῳ σταυρῷ τὸ Ἀλληλούια (γ').

Εἶτα ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεός, ὁ φωτίζων καὶ ἁγιάζων πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ προσφέρεται ὁ βαπτιζόμενος. Ὁ δὲ Ἱερεὺς λαμβάνει ἐκ τοῦ ἁγίου ἐλαίου διὰ τῶν τριῶν δακτύλων τῆς δεξιᾶς καὶ ποιεῖ Σταυροῦ τύπον ἐπὶ τοῦ μετώπου, καὶ τοῦ στήθους, καὶ τῶν μεταφρένων τοῦ βαπτιζομένου, λέγων·

Χρίεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοὺ (ὁ ἢ ἡ δεῖνα), ἔλαιον ἀγαλλιάσεως, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ σφραγίζων αὐτοῦ (αὐτῆς) τὸ στῆθος καὶ τὰ μετάφρενα, λέγει·

Εἰς μὲν τὸ στῆθος·

Εἰς ἴασιν ψυχῆς καὶ σώματος.

Εἰς δὲ τάς ἀκοάς·

Εἰς ἀκοὴν πίστεως.

Εἰς τοὺς πόδας·

Τοῦ πορεύεσθαι τὰ διαβήματά σου.

Εἰς τάς χεῖρας·

Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.

Καὶ ὅταν χρισθῇ ἐκ τοῦ ἐλαίου ὅλον τὸ σῶμα ὑπὸ τοῦ Ἀναδόχου, βαπτίζει αὐτὸν ὁ Ἱερεύς, ὄρθιον αὐτὸν κατέχων καὶ βλέποντα κατὰ ἀνατολὰς καὶ λέγων·

Βαπτίζεται ὁ δοῦλος (δούλη) τοῦ Θεού (ὁ ἢ ἡ δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός, Ἀμήν· καὶ τοῦ Υἱοῦ, Ἀμήν· καὶ τοῦ Ἁγίου Πνεύματος, Ἀμήν. (ἑκάστῃ προσρήσει κατάγων αὐτὸν καὶ ἀνάγων).

Καὶ λούει αὐτοῦ ὁ Ἱερεύς, ὅλον τὸ σῶμα καλῶς.

Εἶτα λαμβάνει αὐτὸν ὁ Ἀνάδοχος ἐκ τῆς ἁγίας Κολυμβήθρας διὰ τῶν χειρῶν τοῦ Ἱερέως ὑπτίαις χερσί, σαβάνου (σινδονίου] λευκοῦ πρότερον ἐφαπλωθέντος ἐν ταῖς χερσίν.)

ΧΟΡΟΣ:

Ψαλμὸς λα' (31)

Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι (ἐκ γ'). Μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ’ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος, ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν, πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. σὺ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὔκ ἐστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ τάς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Καὶ μετὰ τοῦτο λέγει ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΕΥΧΗ ΤΟΥ ΜΥΡΟΥ

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ λάμψας τοῖς ἐν σκότει φῶς σωτηρίας, διὰ τῆς ἐπιφανείας τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ χαρισάμενος ἡμῖν τοῖς ἀναξίοις τὴν μακαρίαν κάθαρσιν ἐν τῷ ἁγίῳ Βαπτίσματι, καὶ τὸν θεῖον ἁγιασμὸν ἐν τῷ ζωοποιῷ χρίσματι· ὁ καὶ νῦν εὐδοκήσας ἀναγεννῆσαι τὸν δοῦλόν σου τὸνὴν δούλην σου τὴν) νεοφώτιστον δι’ ὕδατος καὶ Πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ ὐτῇ) δωρησάμενος· Αὐτὸς οὖν, Δέσποτα παμβασιλεῦ εὔσπλαγχνε, χάρισαι αὐτῷ ὐτῇ) καὶ τὴν σφραγῖδα τῆς δωρεᾶς τοῦ ἁγίου καὶ παντοδυνάμου, καὶ προσκυνητοῦ σου Πνεύματος, καὶ τὴν μετάληψιν τοῦ ἁγίου Σώματος, καὶ τοῦ τιμίου Αἵματος τοῦ Χριστοῦ σου. Φύλαξον αὐτὸν ὐτὴν) ἐν τῷ σῷ ἁγιασμῷ· βεβαίωσον ἐν τῇ Ὀρθοδόξῳ πίστει ῥῦσαι ἀπὸ τοῦ πονηροῦ, καὶ πάντων τῶν ἐπιτηδευμάτων αὐτοῦ, καὶ τῷ σωτηρίῳ σου φόβῳ, ἐν ἁγνείᾳ καὶ δικαιοσύνῃ τὴν ψυχὴν αὐτοῦ ὐτῆς) διατήρησον ἵνα, ἐν παντὶ ἔργῳ καὶ λόγῳ εὐαρεστῶν ὐαρεστοῦσά) σοι, υἱὸς (θυγατέρα) καὶ κληρονόμος τῆς ἐπουρανίου σου γὲνηται βασιλείας. Ὅτι σὺ εῖ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ μετὰ τὴν Εὐχήν, χρίει τὸν βαπτισθέντα ὁ Ἱερεὺς τῷ ἁγίῳ Μύρῳ, ποιῶν τοῦ Σταυροῦ τύπον ἐπὶ τοῦ μετώπου, τῶν ὀφθαλμῶν, τῶν μυκτήρων, τοῦ στόματος, τῶν δύο ὤτων, τοῦ στήθους, τῶν χειρῶν καὶ τῶν ποδῶν, λέγων·

Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου. Ἀμήν.

Εἶτα ἐνδύων αὐτὸν τὸν χιτῶνα λέγει.

νδύεται ὁ δοῦλος (δούλη) τοῦ Θεοῦ (ὁ ἢ ἡ δεῖνα) χιτῶνα δικαιοσύνης, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΧΟΡΟΣ:

Καὶ ψάλλεται Τροπάριον εἰς ἦχον πλ. δ'.

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Ὁ Ἱερεὺς νιψάμενος, θυμιᾷ τὴν Κολυμβήθραν, περιερχόμενος αὐτὴν γύρωθεν μετὰ τοῦ Ἀναδόχου, κατ’ ἐνώπιον ἱσταμένου καὶ βαστάζοντος τὸ νεοφώτιστον βρέφος καὶ ψάλλων εἰς ἦχον α'.

ΙΕΡΕΥΣ: σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούΐια (ἐκ τρίτου).

ΧΟΡΟΣ: Δόξα. Καὶ νῦν. Χριστόν ἐνεδύσασθε. Ἀλληλούΐα.

ΔΙΑΚΟΝΟΣ: Δύναμις.

ΧΟΡΟΣ: σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούΐα.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ

Προκείμενον. Ήχος γ'.

Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

ΔΙΑΚΟΝΟΣ: Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ:

(Κεφ. στ΄ 3-11)

δελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς, τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστός, ἐγερθεὶς ἐκ νεκρών, οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἲναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΙΕΡΕΥΣ: Εἰρήνη σοι.

ΧΟΡΟΣ: λληλούΐα, ἀλληλούΐα, ἀλληλούΐα.

ΔΙΑΚΟΝΟΣ: Σοφία ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΙΕΡΕΥΣ: κ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ:

(Κεφ. κη΄ 16-20)

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα Μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ἡμῖν καὶ ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τάς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΕΥΧΑΙ ΤΗΣ ΑΠΟΛΥΣΕΩΣ

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

λύτρωσιν ἁμαρτιῶν, διὰ τοῦ ἁγίου Βαπτίσματος, τῷ δούλῳ (τῇ δούλῃ) σου δωρησάμενος, καὶ ζωὴν ἀναγεννήσεως αὐτῷ (αὐτῇ) χαρισάμενος· Αὐτός, Δέσποτα Κύριε, τὸν φωτισμὸν τοῦ προσώπου σου ἐν τῇ καρδίᾳ αὐτοῦ (αὐτῆς) ἐναυγάζειν διὰ παντὸς εὐδόκησον· τὸν θυρεὸν τῆς πίστεως αὐτοῦ (αὐτῆς) ἀνεπιβούλευτον ἐχθροῖς διατήρησον· τὸ τῆς ἀφθαρσίας ἔνδυμα, περιεβάλετο, ἀρρύπωτον ἐν αὐτῷ (αὐτῇ) καὶ ἀμόλυντον διαφύλαξον· ἄθραυστον ἐν αὐτῷ (αὐτῇ) τὴν πνευματικὴν σφραγῖδα τῇ χάριτί σου διατηρῶν, καὶ ἵλεως αὐτῷ (αὐτῇ) τε καὶ ἡμῖν γενόμενος, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς κολυμβήθρας τὴν οὐράνιον ἔλλαμψιν τοῖς βαπτιζομένοις παρέχων· ὁ ἀναγεννήσας τὸν δοῦλον ὴν δούλην) σου τὸν (τήν) νεοφώτιστον δ’ ὕδατος καὶ πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ ὐτῇ) δωρησάμενος, ἐπίθες αὐτῷ ὐτῇ) τὴν χεῖρά σου τὴν κραταιάν, καὶ φύλαξον αὐτὸν ὐτὴν) ἐν τῇ δυνάμει τῆς σῆς ἀγαθότητος· ἄσυλον τὸν ἀρραβῶνα διαφύλαξον καὶ ἀξίωσον αὐτὸν ὐτὴν) εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς τὴν σὴν εὐαρεστίαν. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ Πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

ἐνδυσάμενος (ἡ ἐνδυσαμένη) σε, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, σοὶ ὑπέκλινε σὺν ἡμῖν τὴν ἑαυτοῦ (ἑαυτῆς) κεφαλὴν ὃν διαφύλαξον ἀήττητον ἀγωνιστὴν διαμεῖναι κατὰ τῶν μάτην ἔχθραν φερομένων κατ’ αὐτοῦ ὐτῆς) τε καὶ ἡμῶν, τῷ δὲ σῷ ἀφθάρτῳ στεφάνῳ μέχρι τέλους νικητὰς πάντας ἀνάδειξον. Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμάς, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

Ὁ Ἱερεὺς λύει τὸ ζωνάριον τοῦ παιδίου καὶ τὸ σάβανον (μυρόπανον) καί, ἐνώσας τάς ἄκρας αὐτῶν, βρέχει μετὰ ὕδατος καθαροῦ αὐτὰς καὶ ῥαίνει τὸ παιδίον, λέγων·

ΙΕΡΕΥΣ: δικαιώθης, ἐφωτίσθης.

Καὶ λαβὼν σπόγγον καινὸν ἢ βάμβακα μεθ’ ὕδατος, ἀποσπογγίζει τὸ πρόσωπον αὐτοῦ, σὺν τῇ κεφαλῇ, καὶ τὸ στῆθος καὶ τὰ λοιπά, λέγων·

ΙΕΡΕΥΣ

βαπτίσθης, ἐφωτίσθης, ἐμυρώθης, ἡγιάσθης, ἀπελούσθης εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΗ ΕΙΣ ΤΡΙΧΟΚΟΥΡΙΑΝ

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

Δέσποτα Κύριε, Θεὸς ἡμῶν, τῇ εἰκόνι σου τιμήσας τὸν ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος εὐπρεποῦς κατασκευάσας αὐτόν, ὡς ἂν τὸ σῶμα ἐξυπηρετῆσαι τῇ λογικῇ ψυχῇ· κεφαλὴν μὲν ἐπὶ τῶν ὑψηλοτάτων θείς, καὶ ἐν αὐτῇ τάς πλείστας τῶν αἰσθήσεων καθιδρύσας, μὴ παρεμποδιζούσας ἀλλήλαις· ταῖς δὲ θριξὶ τὴν κεφαλὴν ὀροφώσας, πρὸς τὸ μὴ βλάπτεσθαι ταῖς μεταβολαῖς τῶν ἀέρων, καὶ πάντα τὰ μέλη αὐτῷ χρησίμως ἐμφυτεύσας, ἵνα διὰ πάντων εὐχαριστῇ σοι τῷ ἀριστοτέχνῃ. Αὐτός, Δεσπότα, ὁ διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου Παύλου τοῦ Ἀποστόλου ἐντειλάμενος ἡμῖν πάντα εἰς δόξαν σὴν ποιεῖν, τὸν προσελθόντα ὴν προσελθοῦσαν) δοῦλον (δούλην) σου ἀπαρχὴν ποιήσασθαι κείρασθαι τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ ὐτῆς), εὐλόγησον, ἅμα τῷ αὐτοῦ ὐτῆς) ἀναδόχῳ· καὶ δὸς αὐτοῖς πάντα μελετᾶν ἐν τῷ νόμῳ σου καὶ τὰ εὐάρεστά σοι πράττειν. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

Ὁ Ἱερεὺς κρατῶν τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ βαπτισθέντος ἐπεύχεται·

ΙΕΡΕΥΣ

Κύριε Θεὸς ἡμῶν, ἐκ τοῦ πληρώματος τῆς κολυμβήθρας διὰ τῆς σῆς ἀγαθότητος ἁγιάσας τοὺς εἰς σὲ πιστεύοντας, εὐλόγησον τὸ παρὸν νήπιον, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ εὐλογία σου καταβήτω. Καὶ ὡς εὐλόγησας διὰ τοῦ προφήτου Σαμουήλ, Δαυῒδ τὸν βασιλέα, εὐλόγησον καὶ τὴν κεφαλὴν τοῦ δούλου ῆς δούλης) σου (τοῦδε ἢ τῆσδε), διὰ χειρὸς ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐπιφοιτῶν αὐτῷ ὐτῇ) τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὅπως προκόπτων (προκόπτουσα) ἐν ἡλικίᾳ καὶ πολιᾷ γήρως, δόξαν σοι ἀναπέμψῃ, καὶ ἴδῃ τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ (αὐτῆς). Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὁ Ἱερεὺς κείρει τὴν κόμην τῆς κεφαλῆς τοῦ παιδίου σταυροειδῶς, λέγων·

ΙΕΡΕΥΣ

Κείρεται ὁ δοῦλος (ἡ δούλη) τοῦ Θεοῦ (δεῖνα) τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ ὐτῆς), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ: λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον, καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ: τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγιείας καὶ σωτηρίας τῶν δούλων σου, τοῦ ῆς) νεοφώτιστου (τοῦ ἢ τῆς δεῖνος), τοῦ ἀναδόχου (τοῦ ἢ τῆς δεῖνος), καὶ παντὸς τοῦ περιεστῶτος λαοῦ.

ΙΕΡΕΥΣ

τι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Εἶθ’ οὕτως ἡ Ἀπόλυσις, τοῦ Βαπτίσματος ὡς ἀκολούθως·

ΙΕΡΕΥΣ: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ

ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τοῦ τιμίου, ἐνδόξου προφήτου, προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τοῦ ἁγίου οὗ τὸ ὄνομα ἔλαβεν ὁ ἢ ἡ νεοφώτιστος), καὶ πάντων τῶν Ἁγίων, ἐλέησαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:  μήν.  

 

Δεῖ γιγνώσκειν ὅτι ἐν τῷ νίπτεσθαι τὸν Ἱερέα, μετά τὸ Βάπτισμα και το χρῖσμα τοῦ Παιδίου, ἔθος ἐστὶ παρά τισι ψάλλειν, ἐν μὲν τῇ Διακαινησίμῳ Ἑβδομάδι, καὶ μέχρι τῆς Ἀποδόσεως τοῦ Πάσχα, τὰς Καταβασίας τῆς Ἀναστάσεως, ἐν δὲ τῷ λοιπῷ τοῦ ἐνιαυτοῦ τὰς καταβασίας ταῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ.

Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

Ὠδὴ α’. Ἦχος πλ. δ'.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ’.

άβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Ὠδὴ δ’.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.

Ὠδὴ ε’.

τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ ς’.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

Ὠδὴ ζ’.

κνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.

Ἄλλη.

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

 

Τοῦ Ἁγίου Πάσχα

Ὠδὴ α’.

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας

Ὠδὴ γ’.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν στερεούμεθα.

Ὠδὴ δ’.

πὶ τῆς θείας φυλακῆς θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὠδὴ ε’.

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς’.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὠδὴ ζ’.

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η’.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ’.

Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ἁγνὴ Παρθένε χαῖρε καὶ πάλιν ἐρῶ χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.