The Orthodox Pages

THE HIERATIKON

  ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ

THE GREAT BLESSING

OF THE WATERS

GREEK / ENGLISH

Homepage

                                                         

 

 

 

 

Μετὰ δὲ τὴν ὀπισθάμβωνον Εὐχήν, ἐξερχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Ἱερέως μετὰ λαμπάδων καὶ τοῦ θυμιατοῦ, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.

Ἦχος πλ. δ΄.

Σωφρονίου Πατριάρχου Ἱεροσολύμων.

ΧΟΡΟΣ

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. (2)

Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.

ς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

 

Δόξα... Καὶ νῦν... αὐτὸς.

Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

 

ΑΝΑΓΝΩΣΤΗΣ: Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.

(Κεφ. 35, 1-10)

ΑΝΑΓΝΩΣΤΗΣ

Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.

ΑΝΑΓΝΩΣΤΗΣ: Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.

(Κεφ. 55, 1-13)

ΑΝΑΓΝΩΣΤΗΣ

Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σε καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τάς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τάς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τάς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρὸς με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τάς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.

ΑΝΑΓΝΩΣΤΗΣ: Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.

(Κεφ. 12, 3-6)

ΑΝΑΓΝΩΣΤΗΣ

Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Προκείμενον Ἦχος γ΄

ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος φωτισμός μου καὶ Σωτήρ μου.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

ΔΙΑΚΟΝΟΣ: Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

(Κεφ. 10, 1-4)

ΑΝΑΓΝΩΣΤΗΣ

δελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

 

Πληρωθέντος δέ τοῦ Αποστόλου, ὁ Ιερεύς, λέγει:

Εἰρήνη σοι.

ΧΟΡΟΣ:  λληλούϊα. (γ΄) Ἦχος δ΄ Μετά τῶν στίχων.

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.

ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΙΕΡΕΥΣ: κ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

(1: 9-11)

ΙΕΡΕΥΣ

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

Καὶ εὐθὺς ὁ Διάκονος Τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει μυστικῶς τὴν ἑξῆς Εὐχήν· Κύριε Ἰησοῦ Χριστέ, κλπ.

 

 

ν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ Ἁγίου Οἴκου τούτου, Καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς πόλεως (ἁγίας Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς καὶ σώματος, καὶ πᾶσαν ὠφέλειαν ἐπιτήδειον, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πᾶσι τοῖς ἀρυομένοις πίστει, καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ, διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως, τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

Ἱερεὺς τὴν Εὐχὴν μυστικῶς.

Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ. Ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι᾽ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόματος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς Εὐχῆς ταύτης. Κατά τήν παραμονή τῆς ἑορτῆς ἡ εὐχή δέν λέγεται ἀπό τήν ἀρχῆ ἀλλά ἄρχεται ἀπό τὸ «Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου».

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων.

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·

Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ').

Καὶ ὁ Χορός λέγει κάθε φορά

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Ἱερεὺς συνεχίζει τήν εὐχήν

Σ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δεσπότα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιον σοῦ Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο ( γ΄).

Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ.

Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ')

Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν.

Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Ἄρχοντας ἡμῶν. Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον.

Μνήσθητι, Κύριε, τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος.

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ μήν.

Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρὸν:

Τροπάριον Ἦχος α΄

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ὁ Ἱερεύς ξανά κατάγει καὶ ἀνάγει τὸ σταυρὸ δεύτερη καὶ τρίτη φορά καὶ ὁ χορὸς ἐπαναλαμβάνει τὸ τροπάριο. Εἶτα με κλαδιά βασιλικός ῥαντίζει το Ναόν και το Ιερό βήμα ψάλλοντας τὸ κοντάκιον τῆς ἑορτῆς. Την παραμονῆ ψάλλετε τὸ προεόρτιον κοντάκιον.

Προεόρτιον Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

ν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.

Κοντάκιον Ἦχος δ'

πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Εἶτα ἔρχεται ὁ λαός καὶ προσκυνώντας τὸν τίμιον Σταυρό, καὶ ὁ Ἱερεύς ῥαντίζει τὸν καθ’ ἓνα μέ τὸ ἁγιασμένο ὕδατος. Ἐπίσης μεταλαμβάνουν ὅλη ἀπὸ τὸ ἁγιασμὸ. Ὁ χορός ψάλλει τὸ παρόν Ἰδιόμελον εἰς Ἦχον πλ. β΄.

νυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα καὶ τάς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ, μετ᾽ εὐφροσύνης ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἠιμών.

Εἶτα

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

Ὁ  δέ Ἱερεύς, ἐπί τῆς ὡραίας πύλης ἱστάμενος εὐλογεῖ τόν λαόν λέγων: 

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ:  

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ

ἐν Ἰορδάνη ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ΧΟΡΟΣ:  

Στερεώσαι Κύριος ὁ Θεός την ἁγίαν και ἀμώμητον πίστιν τῶν εὐσεβῶν και ὀρθοδόξων Χριστιανῶν, συν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, πόλει καί ἐνορίᾳ (κώμῃ) ταύτῃ εἰς αἰώνας αἰώνων. Ἀμήν.

Αἰωνία ἡ μνήμη τῶν μακαρίων καί ἀοιδίμων κτητόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καί πάντων τῶν ὀρθοδόξων.

Εἶτα ὁ Ἱερεύς, εὐλογῶν τὸν λαὸν, λέγει:

Ἁγία Τριὰς διαφυλάξοι τόν λαόν Αὐτῆς ἐν εἰρήνη, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:  μήν.  


 

 

 

 

After the "Behind the Pulpit Prayer", the Priest [and Deacon] goes in procession preceded by lighted candles and censer, to the font where the Blessing of the Waters is to be held.

Tone 8

Sophronius Patriarch of Jerusalem

CHOIR

The voice of the Lord upon the waters cries aloud saying: Come ye all, and receive the Spirit of wisdom, the Spirit of understanding, the Spirit of the fear of God, from Christ who is made manifest. [2]

Today the nature of the waters is sanctified, and the Jordan is parted in two; it holds back the stream of its own waters, seeing the Master wash Himself.

O Christ the King, Thou hast come unto the river as a man, and in Thy goodness Thou dost make haste to receive the baptism of a servant at the hands of the Forerunner, for the sake of our sins, O Thou who lovest mankind.

Glory… Now and for ever...

At the voice of one crying in the wilderness, "Prepare ye the way of the Lord", Thou hast come, O Lord, taking the form of a servant, and Thou who knowest not sin dost ask for baptism. The waters saw Thee and were afraid; the Forerunner was seized with trembling and cried aloud, saying: "How shall the lamp illuminate the Light? How shall the servant set his hand upon the Master? O Saviour who takest away the sin of the world, sanctify both me and the water".

 

READER: The reading is from the Book of Isaiah.

DEACON: Wisdom. Let us give heed.

ISAIAH 35:1-10

READER

Thus saith the Lord: The wilderness and the solitary place shall be glad for them; and the desert shall rejoice, and blossom as the rose. It shall blossom abundantly, and rejoice even with joy and singing: the glory of Lebanon shall be given unto it, the excellency of Carmel and Sharon, they shall see the glory of the Lord, and the excellency of our God. Strengthen ye the weak hands, and confirm the feeble knees. Say to them that are of a fearful heart, Be strong, fear not: behold, your God will come with vengeance, even God with a recompence; he will come and save you. Then the eyes of the blind shall be opened, and the ears of the deaf shall be unstopped. Then shall the lame man leap as an hart, and the tongue of the dumb sing: for in the wilderness shall waters break out, and streams in the desert. And the parched ground shall become a pool, and the thirsty land springs of water: in the habitation of dragons, where each lay, shall be grass with reeds and rushes. And an highway shall be there, and a way, and it shall be called The way of holiness; the unclean shall not pass over it; but it shall be for those: the wayfaring men, though fools, shall not err therein. No lion shall be there, nor any ravenous beast shall go up thereon, it shall not be found there; but the redeemed shall walk there: And the ransomed of the Lord shall return, and come to Zion with songs and everlasting joy upon their heads: they shall obtain joy and gladness, and sorrow and sighing shall flee away.

READER: The reading is from the Book of Isaiah.

DEACON: Wisdom. Let us give heed.

ISAIAH 55: 1-13

READER

Thus saith the Lord: Ho, every one that thirsteth, come ye to the waters, and he that hath no money; come ye, buy, and eat; yea, come, buy wine and milk without money and without price. Wherefore do ye spend money for that which is not bread? and your labour for that which satisfieth not? hearken diligently unto me, and eat ye that which is good, and let your soul delight itself in fatness. Incline your ear, and come unto me: hear, and your soul shall live; and I will make an everlasting covenant with you, even the sure mercies of David. Behold, I have given him for a witness to the people, a leader and commander to the people. Behold, thou shalt call a nation that thou knowest not, and nations that knew not thee shall run unto thee because of the Lord thy God, and for the Holy One of Israel; for he hath glorified thee. Seek ye the Lord while he may be found, call ye upon him while he is near: Let the wicked forsake his way, and the unrighteous man his thoughts: and let him return unto the Lord, and he will have mercy upon him; and to our God, for he will abundantly pardon. For my thoughts are not your thoughts, neither are your ways my ways, saith the Lord. For as the heavens are higher than the earth, so are my ways higher than your ways, and my thoughts than your thoughts. For as the rain cometh down, and the snow from heaven, and returneth not thither, but watereth the earth, and maketh it bring forth and bud, that it may give seed to the sower, and bread to the eater: So shall my word be that goeth forth out of my mouth: it shall not return unto me void, but it shall accomplish that which I please, and it shall prosper in the thing whereto I sent it. For ye shall go out with joy, and be led forth with peace: the mountains and the hills shall break forth before you into singing, and all the trees of the field shall clap their hands. Instead of the thorn shall come up the fir tree, and instead of the brier shall come up the myrtle tree: and it shall be to the Lord for a name, for an everlasting sign that shall not be cut off.

READER: The reading is from the Book of Isaiah.

DEACON: Wisdom. Let us give heed.

ISAIAH 12: 3-6

READER

Thus saith the Lord: Therefore with joy shall ye draw water out of the wells of salvation. And in that day shall ye say, Praise the Lord, call upon his name, declare his doings among the people, make mention that his name is exalted. Sing unto the Lord; for he hath done excellent things: this is known in all the earth. Cry out and shout, thou inhabitant of Zion: for great is the Holy One of Israel in the midst of thee.

 

Prokhimenon Tone 3

READER: The Lord is my light and my salvation.

DEACON: Let us give heed.

READER: The Lord is the defender of my life.

DEACON: Wisdom.

READER: The reading is from the Epistle of St. Paul to the Corinthians.

DEACON: Let us give heed.

1 CORINTHIANS 10:1-4

READER

Moreover, brethren, I would not that ye should be ignorant, how that all our fathers were under the cloud, and all passed through the sea; And were all baptized unto Moses in the cloud and in the sea; And did all eat the same spiritual meat; And did all drink the same spiritual drink: for they drank of that spiritual Rock that followed them: and that Rock was Christ.

And on the completion of the Apostolic reading the Priest shall bless the reader saying:

Peace unto thee. [that readest].

CHOIR: Alleluia. Alleluia. Alleluia.

And the choir shall sing the Alleluia with the appointed verses.

The voice of the Lord is upon the waters.

The God of glory thundered, the Lord is upon many waters.

DEACON: Wisdom. Stand steadfast. Let us hear the Holy Gospel.

PRIEST: Peace unto all.

CHOIR: And unto thy spirit.

PRIEST: The reading is from the Holy Gospel according to St. Mark.

DEACON: Let us give heed.

CHOIR: Glory be to Thee, O Lord, glory be to Thee.

(1: 9-11)

PRIEST

And it came to pass in those days, that Jesus came from Nazareth of Galilee, and was baptized of John in Jordan. And straightway coming up out of the water, he saw the heavens opened, and the Spirit like a dove descending upon him: And there came a voice from heaven, saying, Thou art my beloved Son, in whom I am well pleased.

CHOIR: Glory be to Thee, O Lord, glory be to Thee.

If straightway the Deacon shall say the following petitions. Meanwhile the Priest shall silently say the Prayer "O Lord Jesus Christ, the only-begotten Son". If the Priest is serving without a Deacon then hew shall say this prayer silently during the readings from the Old Testament.

DEACON

In peace let us pray unto the Lord.

CHOIR: Kyrie eleison or Lord have mercy. And after each petition,

For the peace from on high, and for the salvation of our souls, let us pray unto the Lord.

For the peace and union of the whole world, and for the good estate of the holy churches of God, let us pray unto the Lord.

For this holy temple and for them that enter therein with faith, reverence and fear of God, let us pray unto the Lord.

 

For our father and Archbishop (…..), for the honourable order of priesthood, and for the diaconate which is in Christ, for all the clergy and the people, let us pray unto the Lord.

For this city, [village, monastery] for every city and land, and for them that dwell therein with faith, let us pray unto the Lord.

For fair seasons and the abundance of the fruits of the earth, let us pray unto the Lord.

For them that travel by land, by water, by air; for the sick and the suffering, for those in captivity, and for their salvation, let us pray unto the Lord.

For this water, that it may be sanctified by the might and operation and descent of the Holy Spirit, let us pray unto the Lord.

For these waters, that the cleansing operation of the Trinity Supreme in Being may come down upon them, let us pray unto the Lord.

That there may be sent down upon it the grace of redemption, and the blessing of the Jordan, let us pray unto the Lord.

That we may be enlightened by the light of knowledge and godliness through the descent of the Holy Spirit, let us pray unto the Lord.

For this water, that it may become, a gift of sanctification, a remission of sins, for the healing of soul and body and for every purpose that is expedient, let us pray unto the Lord

For this water, that it may become a fountain springing up unto eternal life, let us pray unto the Lord.

For this water, that it may serve to the averting of every evil purpose of enemies visible and invisible; let us pray unto the Lord.

For those who draw from this water and take it for the sanctification of their dwellings, let us pray unto the Lord.

For this water, that it may bestow cleansing of soul and body upon all who draw it with faith and partake of it, let us pray unto the Lord.

That we may be accounted worthy to be filled with holiness through the partaking of these waters, by the invisible manifestation of the Holy Spirit, let us pray unto the Lord.

That the Lord our God may hearken unto the voice of the supplication of us sinners and have mercy upon us, let us pray unto the Lord.

That He may deliver us from all tribulation, wrath, danger and necessity; let us pray unto the Lord.

 

Succour, save, have mercy, and preserve us, O God, by Thy grace.

Mindful of our most holy and undefiled, most blessed and glorious Lady, Mother of God and ever-Virgin Mary, and of all the saints; Let us commend ourselves and one another, and our whole life to Christ our God.

CHOIR: To Thee, O Lord.

PRIEST (Silently)

O Lord Jesus Christ, the only-begotten Son, who art in the bosom of the Father, true God, source of life and immortality, Light of Light, who camest into the world to enlighten it, shine upon our understanding with Thy Holy Spirit and accept us who offer unto Thee glory and thanksgiving for all Thy great and wondrous works from all ages, and for Thy saving dispensation in these last times. For Thou hast clothed Thyself in our poor and infirm nature, and hast submitted Thyself to servitude, Thou who art King of all; and moreover Thou hast accepted to be baptized in the Jordan by the hand of a servant, that having sanctified the nature of the waters, O sinless Lord, Thou mightest lead us to a new birth through water and Spirit, and restore us again to our original freedom. Keeping feast in remembrance of this divine mystery, we entreat Thee, O Master who lovest mankind: sprinkle upon us, Thine unworthy servants, according to Thy divine promise, cleansing water, the gift of Thy compassion; grant that the petition of us sinners over this water may be acceptable unto Thy goodness, and that thereby Thy blessing may be granted, to us and to all Thy faithful people unto the glory of Thy holy and venerated Name. For unto Thee, belong all glory, honour, and worship together with Thine eternal Father, and Thine all-holy, good, and life-giving Spirit, , now, and ever: world without end. Amen.

 

Then the priest says aloud the following prayer. On the Eve of the Feast the prayer is not said from the beginning, but begins from "Great art Thou O Lord..."

 

Sophronius, Patriarch of Jerusalem.

O Trinity supreme in being, in goodness, and in Godhead, almighty, who watchest over all, invisible, incomprehensible, Maker of spiritual beings and rational natures, innate Goodness, Light that none can approach and that lightens every man that comes into the world : Shine also upon me Thine unworthy servant. Enlighten the eyes of my understanding that I may make bold to sing the praises of Thy measureless beneficence and Thy might. May the prayer be acceptable that I offer for the people here present. Let not my faults hinder Thy Holy Spirit from coming to this place, but suffer me now uncondemned to cry to Thee, O most good Lord, and to say: We glorify Thee, O Master who lovest mankind, almighty, pre-eternal King. We glorify Thee, the Creator and Maker of all. We glorify Thee, O only-begotten Son of God, born without father from Thy Mother, and without mother from Thy Father. In the preceding feast we saw Thee as a child, while in the present we behold Thee full-grown, our God made manifest, perfect God from perfect God. For today, the time of the feast is at hand for us: the choir of saints assembles with us and angels join with men in keeping festival. Today the grace of the Holy Spirit in the form of a dove descended upon the waters. Today the Sun that never sets has risen and the world is filled with splendour by the light of the Lord. Today the moon shines upon the world with the brightness of its rays. Today the glittering stars make the inhabited earth fair with the radiance of their shining. Today the clouds drop down upon mankind the dew of righteousness from on high. Today the Uncreated of His own will accepts the laying on of hands from His own creature. Today the Prophet and Forerunner approaches the Master, but stands before Him with trembling, seeing the condescension of God towards us. Today the waters of the Jordan are transformed into healing by the coming of the Lord. Today the whole creation is watered by mystical streams. Today the transgressions of men are washed away by the waters of the Jordan. Today Paradise has been opened to men and the Sun of Righteousness shines down upon us. Today the bitter water, as once with Moses and the people of Israel, is changed to sweetness by the coming of the Lord. Today we have been released from our ancient lamentation, and as the new Israel, we have found salvation. Today we have been delivered from darkness and illuminated with the light of the knowledge of God. Today the blinding mist of the world is dispersed by the Epiphany of our God. Today the whole creation shines with light from on high. Today error is laid low and the coming of the Master has made for us a way of salvation. Today things above keep feast with things below, and things below commune with things above. Today the triumphant assembly of the Orthodox keeps this holy festival with great joy. Today the Master hastens towards baptism that He may lift man up to the heights. Today He that bows not, bows down to His own servant that He may set us free from bondage. Today we have purchased the Kingdom of Heaven: for the Lord’s Kingdom shall have no end. Today earth and sea share the joy of the world, and the world is filled with gladness. The waters saw Thee, O God, the waters saw Thee and were afraid. The Jordan turned back, seeing the fire of the Godhead descending bodily and entering its stream. The Jordan turned back, beholding the Holy Spirit coming down in the form of a dove and flying about Thee. The Jordan turned back, seeing the Invisible made visible, the Creator made flesh, the Master in the form of a servant. The Jordan turned back and the mountains skipped, looking upon God in the flesh; and the clouds gave voice, marvelling at Him who was come, the Light of Light, true God of true God. For today in the Jordan they saw the triumph of the Master; they saw Him drown in the Jordan the death of disobedience, the sting of error, and the chains of hell, and bestow upon the world the baptism of salvation. Therefore, sinner and unworthy servant though I am, I recount the majesty of Thy wonders and, seized with fear, in compunction I cry aloud to Thee:

 

The priest shall then say in a louder voice:

 

Great art Thou, O Lord, and marvellous are Thy works; no words suffice to sing the praise of Thy wonders. (3)

Each time the Priest says these words, the choir shall sing:

Glory to Thee, our God, glory to Thee.

The Priest continues the prayer

For Thou by Thine own will hast brought all things out of nothingness into being, by Thy power Thou dost hold together the creation, and by Thy providence Thou dost govern the world. Of four elements hast Thou compounded the creation: with four seasons hast Thou crowned the cycle of the year. All the spiritual powers tremble before Thee. The sun sings Thy praises; the moon glorifies Thee; the stars supplicate before Thee; the light obeys Thee; the deeps are afraid at Thy presence; the fountains are Thy servants. Thou hast stretched out the heavens like a curtain; Thou hast established the earth upon the waters; Thou hast poured forth the air that living things may breathe. The angelic powers minister to thee; the Choir of Archangels worship Thee; the many-eyed Cherubim and the six-winged Seraphim, standing round Thee and flying about Thee, hide their faces in fear of Thine unapproachable glory. For Thou, the indescribable God, without beginning and inexpressible, hast come upon earth, taking the form of a servant and being made in the likeness of man. For Thou, O Master, in Thy merciful compassion couldst not bear to see mankind beneath the tyranny of the devil, but Thou hast come and saved us. We confess Thy grace, we proclaim Thy mercy, we hide not Thy beneficence. Thou hast set free the offspring of our kind. Thou hast hallowed a Virgin womb by Thy Nativity. At Thine Epiphany the whole creation sang Thy praises. For Thou, our God, hast appeared on earth and dwelt among men, Thou hast sanctified the streams of Jordan, sending down from on high the Most Holy Spirit, and Thou hast broken the heads of the dragons hidden therein. Therefore, O King who lovest mankind, do Thou Thyself be present now as then through the descent of Thy Holy Spirit, and sanctify this water. (3)

And confer upon it the grace of redemption, the blessing of the Jordan. Make it a source of incorruption, a gift of sanctification, a remission of sins, a protection against disease, a destruction to demons, inaccessible to the adverse powers and filled with angelic strength. That all who draw from it and partake of it may have it for the cleansing of their soul and body, for the healing of their passions, for the sanctification of their dwellings, and for every purpose that is expedient. For Thou art our God, who didst renew through water and Spirit our nature grown old through sin. Thou art our God, who didst drown sin through water in the days of Noah. Thou art our God who, through the waters of the sea, at Moses’ hand didst set free the Hebrew nation from the bondage of Pharaoh. Thou art our God who didst smite the rock in the wilderness: and the waters gushed out, and the streams overflowed, and Thou didst satisfy Thy thirsty people. Thou art our God who by water and fire through Elijah didst bring back Israel from the error of Baal.

Do Thou Thyself, O Master, now as then sanctify this water by Thy Holy Spirit [3]

Grant to all those who touch it, who anoint themselves with it or drink from it, sanctification, blessing, cleansing, and health.

And save, O Lord, Thy servants our faithful rulers. Keep them in peace under Thy protection; put under their feet every enemy and adversary; bestow upon them whatsoever they ask unto salvation and eternal life.

 

Remember, O Lord, our father and Archbishop [....], and all the priests, the diaconate which is in Christ, the whole order of clergy, the people here present, and all our brethren who for a just cause are absent. And have mercy upon them and upon us according to Thy great mercy. So, by the elements, by the angels and by men, by things visible and invisible, may Thy most holy Name be glorified, together with the Father and the Holy Spirit, now, and for ever: world without end.

 

CHOIR: Amen.

PRIEST: Peace unto all.

CHOIR: And unto thy spirit.

PRIEST: Let us bow our heads before the Lord.

CHOIR: To Thee, O Lord.

PRIEST

Bow down Thine ear and hear us O Lord, Thou who didst deign to be baptized in the Jordan, and thereby sanctified the waters. Bless us all who by the bowing of our heads do show forth our apprehension that we are Thy servants. Grant that we may be filled with Thy sanctification through the partaking and sprinkling of this water, and let it be for us, O Lord, for the health of soul and body.

For Thou art the sanctification of our souls and bodies, and to Thee we ascribe glory, thanksgiving, and worship, together with Thine eternal Father, and Thy most holy, good and life-giving Spirit, now and for ever: world without end.

CHOIR: Amen.

 

The Priest shall now make the sign of the Cross over the water with the Precious Cross: then, holding the Cross upright in both hands, he shall plunge it into the water, and lift it from the water once again. As he does this, he shall sing the troparion of the Feast:

Tone 1

When Thou, O Lord, wast baptized in the Jordan, the worship of the Trinity was made manifest. For the voice of the Father bore witness unto Thee, calling Thee the beloved Son, and the Spirit in the form of a dove confirmed His word as sure and steadfast. O Christ our God who hast appeared and enlightened the world, glory to Thee.

The priest shall then plunge the Cross a second and a third time in the water, doing as before. At each plunge the Choir shall repeat the troparion. After this, the Priest shall fill a small vessel with the sanctified water and dipping a branch of basil therein, he shall sprinkle the sanctuary and all the church singing the kontakion of the Feast. On the eve of the Feast the Kontakion of the Pre-feast is sung.

Kontakion Pre-feast Tone 4

When the Lord descended today into the waters of the Jordan, He cried aloud to John: Be not afraid to baptise me: for I am come to save Adam the first-formed man.

Kontakion Tone 4

Thou hast appeared today to the inhabited earth, and Thy light, O Lord, has been marked upon us, who with knowledge sing Thy praise: Thou hast come, Thou art made manifest, the Light that no man can approach.

Then the people shall approach and kiss the Cross, and the priest shall sprinkle water on the head of each one with the branch of basil. Clergy and people shall also drink from the water, which has been blessed. All the while, the choir shall sing:

Tone 6

Ye faithful, let us praise the greatness of God’s dispensation towards us. For, becoming man on account of our transgression, He who alone is clean and undefiled was cleansed in the Jordan that we might be made clean, sanctifying us and the waters, and crushing the heads of the dragons in the water. Let us then draw water in gladness, O brethren: for upon those who draw with faith, the grace of the Spirit is invisibly bestowed by Christ the God and Saviour of our souls.

Then.

Blessed be the Name of the Lord from this time forth and for ever more.

DEACON

Let us pray unto the Lord.

CHOIR: Kyrie eleison.

The Priest standing by the Holy Doors shall bless the people saying:

May the blessing and mercy of the Lord come upon you, by His divine grace and loving-kindness, always, now and for ever: world without end.

CHOIR: Amen.

PRIEST

Glory be to Thee, O our God, glory be to Thee.

CHOIR:

Glory…Now and forever… Kyrie eleison. (3) Holy father give the blessing.

PRIEST

May He who deigned to be baptized in the Jordan by John, for our salvation, Christ our true God, by the prayers of His most holy Mother; by the power of the precious and life-giving Cross; by the protection of the heavenly bodiless hosts; through the supplications of the glorious Prophet and Forerunner, John the Baptist; of the holy and all-glorious Apostles; of the holy, glorious and triumphant Martyrs; of our holy God-bearing Fathers; of [name of the saint to whom the Church is dedicated]; of the holy and righteous progenitors of God, Joachim and Anna, and of all the saints, have mercy upon us, and save our souls: For He is good and loving-kind.

 

CHOIR

May the Lord God make firm the holy and undefiled faith of pious Orthodox Christians in this holy Church [monastery], this city [village] and in all Thy world, for ever and ever. Amen.

 

Eternal be the memory of the blessed and ever-memorable founders of this holy Church [monastery] and all Orthodox Christians.

Then the Priest blessing the people shall say:

May the Holy Trinity preserve the people in peace always, now and for ever: world without end.

CHOIR: Amen.

Unto him who blesses and sanctifies us; do Thou, O Lord, preserve unto many years.

By the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy upon us and save us.

CHOIR: Amen.