The Orthodox Pages

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ
 ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
 

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Πρό  τῆς Θείας Κοινωνίας  ἀναγινώσκεται ὁ Κατηχητικός Λόγος  τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου

ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ

 ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Εἶ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρὰς πανηγύρεως, Εἶτις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ, Εἶτις ἔκαμε νηστεύων, ἀπολαυέτω νὺν τὸ δηνάριον, Εἶτις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα, Εἶτις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω, Εἶτις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω, καὶ γὰρ οὐδὲν ζημιοῦται, Εἶτις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων, Εἶτις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῆ τὴν βραδύτητα, φιλότιμος γὰρ ὧν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον, Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης, Καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει, κακείνω δίδωσι, καὶ τούτω χαρίζεται, Καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται, Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ, οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε, Πλούσιοι καὶ πένητες μέτ' ἀλλήλων χορεύσατε, Ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον, Ἡ τράπεζα γέμει τρυφήσατε πάντες, ὁ μόσχος πολὺς μηδεῖς ἐξέλθη πεινῶν, Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, Μηδείς θρηνείτω πενίαν ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία, Μηδεὶς ὀδυρέσθω πταίσματα, συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε, Μηδεὶς φοβείσθω θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος, Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος, Ἐσκύλευσε τὸν Ἅδην, ὁ κατελθὼν εἰς τὸν Ἅδην, Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ, καὶ τοῦτο προλαβῶν Ἡσαϊας, ἐβόησεν, ὁ Ἅδης, φησίν, ἐπικράνθη συναντήσας σοὶ κάτω, Ἐπικράνθη, καὶ γὰρ κατηργήθη Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη, Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη, Ἐπικράνθη, καὶ γὰρ καθηρέθη, Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη, Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν, Ἔλαβε γήν, καὶ συνήντησεν οὐρανῶ, Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε, Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου Ἅδη τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι, Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες, Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι, Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος, Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Εἰς τό τέλος τοῦ Λόγου, τό Ἀπολυτίκιον τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἦχος πλ. δ'

τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῶ κόσμω θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν, Ἀλλὰ σοὶς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῶ Λόγῳ Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.