The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΕΓΧΕΙΡΙΔΙΟΝ ΤΟΥ ΛΑΟΥ

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

  ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Λειτουργοῦντος ἑνὸς Ἱερέως μετὰ Διακόνου, ὁ Διάκονος, λαβὼν εὐλογίαν παρὰ τοῦ Ἱερέως, ἐξέρχεται ἐκ τοῦ Ἱεροῦ Βήματος, καὶ προσκυνήσας τρίς, λέγει:

Εὐλόγησον, δέσποτα.

Ὁ Ἱερεύς ποιῶν μετά τοῦ Εὐαγγέλιου τύπον σταυροῦ ἐκφωνεῖ :

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης, ῆς νήσου ταύτης) πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

 πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

Κατά τά εἰρηνικά ὁ Ἱερεύς ἀναγινώσκει ἐνώπιον τῆς ἁγίας Τραπέζης τήν

ΕΥΧΗΝ ΤΟΥ Α΄ ΑΝΤΙΦΩΝΟΥ

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος, Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ' ἡμῶν, καί τῶν  συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Α΄ ΑΝΤΙΦΩΝΟΝ

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Α΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν  Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

Κατά τήν μικράν συναπτήν ὁ Ἱερεύς ἀναγινώσκει ἐνώπιον τῆς ἁγίας Τραπέζης τήν

ΕΥΧΗΝ ΤΟΥ Β΄ ΑΝΤΙΦΩΝΟΥ

Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς  ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ  οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

ΙΕΡΕΥΣ  

τι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ  Υἱοῦ καί τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν  αἰώνων. Ἀμήν.

ΧΟΡΟΣ:  μήν.  

Β΄ ΑΝΤΙΦΩΝΟΝ

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Β΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· 2 αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

ΕΝ ΚΥΡΙΑΚΥ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΕΝ ΚΑΘΗΜΕΡΙΝΗ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.

Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,

Δόξα... Καὶ νῦν...

Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ  Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς  ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς  Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν  Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

Κατά τήν μικράν συναπτήν ὁ Ἱερεύς ἀναγινώσκει ἐνώπιον τῆς ἁγίας Τραπέζης τήν

ΕΥΧΗΝ ΤΟΥ Γ΄ ΑΝΤΙΦΩΝΟΥ

τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν  δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς  σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

ΙΕΡΕΥΣ

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν  αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Γ΄ ΑΝΤΙΦΩΝΟΝ

Τό Ἀπολυτίκιον τῆς ἡμέρας.

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Γ΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ Εὐαγγελίου. Λαβὼν ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ Διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ κλίνουσιν ἀμφότεροι τὰς κεφαλάς·

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΙΕΡΕΥΣ μυστικῶς

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον Δέσποτα τὴν ἁγίαν εἴσοδον.

Ὁ ἱερεὺς εὐλογῶν, ποιῶν διά τῆς δεξιᾶς κατά ἀνατολάς σταυρόν λέγει:

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, Κύριε, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΔΙΑΚΟΝΟΣ: μήν.

Καί ὁ Διάκονος προσφέρει τῷ Ἱερεῖ τὸ Εὐαγγέλιον ἵνα ἀσπασθῇ τοῦτο καί ἀσπάζεται οὗτος τήν δεξιάν αὐτοῦ. Πληρωθέντος δὲ τοῦ τελευταίου τροπαρίου, ὁ Διάκονος στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἔμπροσθεν τοῦ Ἱερέως, καί ὑψεῖ μικρόν τάς χεῖρας μετά τοῦ ἁγίου Εὐαγγελίου, ἴσον τοῦ μετώπου αὐτοῦ, καί ποιῶν σταυροῦ   ἐκφωνεῖ:  

Σοφία· Ὀρθοί.

Ὁ χορὸς ψάλλει τὸ εἰσοδικόν.

Ὁ Ἱερεὺς καὶ ὁ Διάκονος εἰσέρχονται διὰ τῆς ὡραίας πύλης εἰς τὸ Ἱερόν. Ὁ Διάκονος ἀποτίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ ἱερὸν Εὐαγγέλιον.

Ἐάν δέ γίνεται συλλείτουργον, τό Εἰσοδικόν ψάλλεται ἀπό τούς Ἱερείς καί εἰσερχόμενοι εἰς τό Ἱερόν Βῆμα ψάλλουν ἐπίσης τό πρῶτον Ἀπολιτίκιον καί τό Κοντάκιον.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

 ΧΟΡΟΣ

Τα Ἀπολυτίκια και τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου.

Ψαλλομένων ὑπό τῶν χορῶν τά Ἀπολυτίκια καί τὸ Κοντάκιον, ὁ Ἱερεύς λέγει τήν εὐχὴν ταῦτην: 

Εὐχὴν τοῦ Τρισαγίου

Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.

Μετά τό Κοντάκιον

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

τι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.

ΔΙΑΚΟΝΟΣ: Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

γιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ὁ διάκονος:

ΔΙΑΚΟΝΟΣ: Δύναμις.

ΧΟΡΟΣ: γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Εἶτα ὁ Ἱερεὺς καὶ ὁ Διάκονος λέγουσιν ἐναλλὰξ τὸν Τρισάγιον ὕμνον, ποιοῦντες ὁμοῦ τρία προσκυνήματα μετὰ σταυρῶν ἔμπροσθεν τῆς ἁγίας Τραπέζης.

Εἰ ἐστι συλλείτουργον, τό Τρισάγιον Ὕμνον ψάλλεται ὡς ἐξής:

Τό πρῶτον ἀπό τήν δεξιάν, τό δεύτερον ἀπό τήν ἀριστεράν, τό τρίτον ἀπό τοῦ Ἱεροῦ Βήματος, τό τέταρτον ἀπό τήν δεξιάν, τό πέμπτον ἀπό τοῦ Ἱεροῦ Βήματος, Δόξα... ἀπό τήν ἀριστεράν, Καί νῦν... ἀπό τήν δεξιάν, Ἅγιος ἀθάνατος... ἀπό τήν ἀριστεράν  καί τό Δύναμις ἀπό τήν δεξιάν.

Ἐν Δεσποτική ἐορτή ψάλλεται τὸ:

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε! Ἀλληλούϊα!

Ἐν δὲ τῇ Γ΄Κυριακῇ τῶν Νηστειῶν, τὸ:

Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.

Ψαλλομένου τό Δύναμις τοῦ Τρισαγίου παρά τῶν ψαλτῶν, ὁ Διάκονος λέγει

Κέλευσον, Δέσποτα.

Ἀπέρχονται εἰς τὴν Πρόθεσιν, τοῦ Ἱερέως λέγοντος:

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Και Ἀπέρχονται εἰς τὴν καθέδραν, λέγει ὁ Διάκονος:

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Ὁ Ἱερεὺς εὐλογεῖ κατά ανατολάς λέγων:

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καί ὅταν συμπληρωθεῖ τό Τρισάγιον ὓμνον ὁ Διάκονος ἔρχεται ἔμπροθεν τῆς Ὡραίας Πύλης καί ὅταν ὁ Ἀναγνώστης ἐκφωνήσει τό Προκείμενον, λέγει ὁ Διάκονος:

Πρόσχωμεν.

Καί ὅταν ὁ Ἀναγνώστης ἐκφωνήσει τόν Στίχον, λέγει ὁ  Διάκονος:

Σοφία.

Καί ὅταν ἐκφωνήσει τήν ἐπιγραφήν τῆς  Ἀποστολικῆς περικοπῆς, λέγει ὁ Διάκονος:

Πρόσχωμεν.

Πληρωθέντος δέ τοῦ Αποστόλου, ὁ Ιερεύς, λέγει:

Εἰρήνη σοι.

ΧΟΡΟΣ:  λληλούϊα. (γ΄) Μετά τῶν στίχων.

Ψαλλομένων τῶν Ἀλληλουαρίων και τῶν στίχων, ὁ Διάκονος λέγει τῷ Ιερεί:

Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.

Καί ὁ Ἱερεὺς εὐλογεῖ  ὡς συνήθως λέγων:

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καί ὁ Διάκονος θυμιᾷ κατά τόν συνήθη τρόπον. Ὁ Ιερεύς λέγει χαμηλοφώνως τήν εὐχήν τοῦ Εὐαγγελίου:

λλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε, Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ δὲ Διάκονος μετὰ τὸ θυμίαμα, ὑποκλίνας τὴν κεφαλὴν  τῷ Ἱερεῖ καὶ λέγει:

Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ Μάρκου ἢ Λουκᾶ ἢ Ἰωάννου).

Ὁ δὲ Ἱερεὺς σφραγίζων αὐτόν, λέγει:

Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (δεῖνος) δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ Αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.

ΔΙΑΚΟΝΟΣ

μήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Εἶτα λαβὼν ἐκ τῶν χειρῶν τοῦ Ἱερέως τὸ ἅγιον Εὐαγγέλιον καὶ προσκυνήσας μετ᾿ εὐλαβείας, αἴρει αὐτὸ καί, προπορευομένων λαμπάδων, ἀπέρχεται εἰς τὸν Ἄμβωνα, ἐνῷ ὁ Ἱερεύς, μετὰ τὴν συμπλήρωσιν τῶν Ἀλληλουαρίων, ἀπὸ τῆς πύλης τοῦ Ἱεροῦ Βήματος ἐκφωνεῖ:

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: κ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΙΕΡΕΥΣ Πρόσχωμεν.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

Καὶ ἀναγινώσκει ὁ Διάκονος τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου. 

Μετὰ τὴν ἀνάγνωσιν, ὁ Ἱερεὺς λέγει:

Εἰρήνη σοι ῷ εὐαγγελιζομένῳ).

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

Τούτου ψαλλομένου κατέρχεται ὁ Διάκονος τοῦ Ἄμβωνος κρατῶν ὑψηλά τό Εὐαγγέλιον.  Ἔμπροθεν τῆς Ὡραίας πύλης ἀποδίδει αὐτό τῷ Ἱερεί καί ἀσπάζεται τήν χείρα αὐτοῦ. Ὁ δέ Ἱερεύς ἀσπαζόμενος τό ἅγιον Εὐαγγέλιον χαράζει μετ᾿ αὐτοῦ  τύπον σταυροῦ πρός τόν λαόν καί εἰσέρχεται ἐν τῷ Ἱερῷ καί ἀποθέτει αὐτό ἐπί τῆς ἁγίας Τραπέζης.

Ὁ Διάκονος, σταθεῖς ἐν τῷ συνήθει τόπῳ λέγει τήν Ἐκτενήν.

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

τι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης.

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων.

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Τούτων δέ λεγομένων λέγει ὁ Ἱερεύς τήν εὐχήν τῆς ἐκτενοῦς ἱκεσίας.

Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὁ Ἱερεὺς λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ἀντιμηνσίου, ὁ δὲ Διάκονος ἄρχεται τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων.

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν.

να ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.

Κατηχήσῃ αὺτοὺς τὸν λόγον τῆς ἀληθείας.

ποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.

νώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Τούτων δέ λεγομένων λέγει ὁ Ἱερεύς τήν εὐχήν ὑπέρ τῶν κατηχουμένων. .

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν οὐρανοῖς κατοικῶν καὶ επιβλέπων ἐπὶ πάντα τὰ ἔργα σου, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας ἑαυτῶν αὐχένας ἐνώπιόν σου, καὶ δὸς αυτοῖς τὸν ἐλαφρὸν ζυγόν· ποίησον  αὐτοὺς μέλη τίμια τῆς ἁγίας σου Ἐκκλησίας, καὶ καταξίωσον αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, εἰς ἐπίγνωσιν σοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.

 

ΙΕΡΕΥΣ

να καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὁ Ἱερεὺς ἐξαπλοῖ ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ Εἱλητόν, ὁ δὲ Διάκονος λέγει:

σοι Κατηχούμενοι, προέλθετε· οἱ Κατηχούμενοι, προέλθετε· ὅσοι Κατηχούμενοι, προέλθετε. Μή τις τῶν Κατηχουμένων. Ὅσοι πιστοί,

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Σοφία.

ΙΕΡΕΥΣ

Α΄ ΕΥΧΗΝ ΤΩΝ ΠΙΣΤΩΝ

Σύ Κύριε, κατέδειξας ἡμίν τὸ μέγα τοῦτο τῆς σωτηρίας μυστήριον· σὺ κατηξίωσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, γενέσθαι λειτουργοὺς τοῦ ἁγίου σου θυσιαστηρίου· σὺ ἱκάνωσον ἡμάς, τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, εἰς τὴν διακονίαν ταύτην, ἵνα, ἀκατακρίτως στάντες ἐνώπιον τῆς ἁγίας δόξης σου, προσάγωμέν σοι θυσίαν αἰνέσεως· σὺ γὰρ εἶ ὁ ἐνεργών τὰ πάντα ἐν πάσι. Δός, Κύριε, καὶ ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, δεκτήν γενέσθαι τὴν θυσίαν ἡμῶν, καὶ εὐπρόσδεκτον ἐνώπιόν σου.

τι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ:

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Σοφία.

Εἶτα εἰσέρχεται εἰς τὸ ἱερόν.

ΙΕΡΕΥΣ

Β΄ ΕΥΧΗΝ ΤΩΝ ΠΙΣΤΩΝ

Θεός, ὁ ἐπισκεψάμενος ἐν ἐλέει καὶ οικτιρμοῖς τὴν ταπείνωσιν ἡμῶν· ὁ στήσας ἡμᾶς τοὺς ταπεινούς, καὶ ἁμαρτωλούς, καὶ ἀναξίους δούλους σου, κατενώπιον τῆς ἁγίας δόξης σου, λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, σὺ ἐνίσχυσον ἡμᾶς, τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, εἰς τὴν διακονίαν ταύτην· καὶ δὸς ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ `στόματος ἡμῶν, εἰς τὸ ἐπικαλείσθαι τὴν χάριν του ἁγίου σου Πνεύματος ἐπί τῶν μελλόντων προτίθεσθαι δώρων.

πως, ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι, Σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ ψάλλει τὸν Χερουβικὸν ὕμνον ἀργῶς καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας:

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.

ς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Τούτου δὲ ᾀδομένου, ὁ Ἱερεὺς κλινόμενος τήν κεφαλήν ποιεῖ εὐχήν ὑπέρ ἑαυτοῦ λέγων τὴν:

ΕΥΧΗΝ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν Σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν Σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίοις Δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν Σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος, καὶ Ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριος ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ, τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον. Ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν Σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου Σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς Ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ Σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν Σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἑμαυτοῦ αὐχένα, καὶ δέομαί Σου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων Σου· ἀλλ' ἀξίωσον προσενεχθῆναί Σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν εὐχὴν ὁ Ἱερεύς καὶ ὁ Διάκονος λέγουσι καί αὐτοί τὸν Χερουβικὸν ὕμνον (γ΄).  

ΙΕΡΕΥΣ

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.

ΔΙΑΚΟΝΟΣ

ς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Μετά λαμβάνει ὁ Ἱερεύς τὸ θυμιατήριον καί εὐλογεί κατά τό συνήθης τρόπο, θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τήν Πρόθεσιν, τό Εἰκονοστάσι καί τόν λαόν λέγοντας μυστικῶς τό Δεῦτε προσκυνήσωμεν... (γ΄), καὶ εἶτα τὸν Ν' ψαλμόν. Εἰ μέν ἐστι Κυριακή λέγει τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι... καὶ τὸν Ν΄ ψαλμόν ἕως τόν στίχον θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐπανερχόμενος εἰς τό Ἱερό, θυμιᾷ πάλιν τήν ἁγίαν Τράπεζαν, την Ἱεράν Πρόθεσιν καί τό Ἱερατείον καί ἀποδίδει τό θυμιατήριον. Οἱ Ἱερουργούντες προσκυνοῦντες τρίς πρό τῆς ἁγίας Τραπέζης καί ἀσπαζόμενοι τό Ἀντιμήνσιον καί τήν ἁγίαν Τράπεζα, λέγουσι  καθ᾿ ἑαυτοὺς τά τροπάρια ταῦτα:   

μαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός· δέξαι με, Πάτερ, μετανοοῦντα καὶ ἐλέησόν με ὁ Θεός.

Κράζω σοι Χριστὲ Σωτὴρ τοῦ τελώνου τὴν φωνήν· Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ καὶ ἐλέησόν με ὁ Θεός.

Εἶτα εἰς ἕκαστος ὑποκλινόμενος τοῖς συλλειτουργοῖς λέγει:

Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί.

Καὶ πρὸς τὸν λαὸν ὑποκλινόμενοι, ἀπὸ τῆς Ὡραίας Πύλης, λέγουν:

Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.

Καὶ ἀπέρχονται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ προσκυνοῦσι τρὶς τὰ τίμια Δῶρα, λέγουν ἐκ τρίτου:

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

 Εἶτα ὁ Διάκονος λέγει:

παρον, Δέσποτα.

Ὁ ἱερεὺς ἄρας τὸν Ἀέρα ἐπιτίθησι τοῖς ὤμοις τοῦ Διακόνου, λέγων:

ν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.

Καὶ δίδει τὸ ἅγιον Δισκάριον εἰς τὸν Διάκονον. Αὐτὸς δὲ λαμβάνει τὸ ἅγιον Ποτήριον, λέγων:

νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Ὅταν δὲ ὁ Χορός εἴπῃ τὸ Ὡς τὸν Βασιλέα... ὁ Διάκονος μετὰ τοῦ Ἱερέως ἐξέρχονται ἐκ τῆς βορείας πύλης προπορευομένων θυμιατηρίου, λαμπάδων καὶ εξαπτερύγων  καὶ διέρχονται τὸ ἀριστερὸν κλῖτος καὶ τὸ μέσον τοῦ Ναοῦ ποιοῦντες τὴν Μεγάλην Εἴσοδον, τοῦ Διακόνου ἐκφωνοῦντος μεγαλοφώνως:

Πάντων ὑμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καί τοῦ Ἱερέως εἰσερχομένου, λέγει πρός αὐτόν ὁ προεισελθών Διάκονος.

Τῆς Ἱερωσύνη σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καί ὁ Ἱερεύς πρός αὐτόν

Τῆς  Ἱεροδιακονίας (Διακονίας) σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο Χορός συμπληροῖ τὸν χερουβικὸν ὕμνον.

 Ὁ Ἱερεύς ἀποτίθησι τό ἅγιον ποτήριον ἐν τῇ ἁγίᾳ Τραπέζη εἶτα αἴρει τόν ἅγιον Δίσκον ἀπό τῆς τοῦ Διακόνου κεφαλῆς καί τίθησιν αὐτόν ἐξ ἀριστερῶν τοῦ ἁγιου Ποτηρίου λέγων:

εὐσχήμων Ἰωσὴφ ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Εἶτα αἴρει τά καλύμματα ἀπό τε τοῦ ἁγίου Δίσκου καί τοῦ Ποτηρίου καί τίθησιν αὐτά ἐν τῷ ἄνω μέρει τῆς ἁγίας Τραπέζης καί λαβών τόν ἀέρα ἀπό τῶν τοῦ Διακόνου ὤμων καί θυμιάσας αὐτόν, σκεπάζει τά ἅγια. Μετά τοῦτο λαβών τόν θυμιατόν καί τοῦ Διακόνου εἰπόντος το

γάθυνον, Δέσποτα.

Ὁ Ἱερεύς θυμιῶν τρίς τὰ Ἅγια, λέγει ἅπαξ:   

γάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ἀποδοὺς δὲ τὸ θυμιατὸν καὶ κλίνας τὴν κεφαλήν, λέγει τῷ Διακόνῳ:

Μνήσθητί μου, ἀδελφὲ καὶ συλλειτουργέ.

ΔΙΑΚΟΝΟΣ

Τῆς Ἱερωσύνη σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἶτα ὁ διάκονος, ὑποκλίνας τὴν κεφαλήν, κρατῶν ἅμα καὶ τὸ Ὀράριον, λέγει:

Εὖξαι ὑπὲρ ἐμοῦ, δέσποτα ἅγιε.

ΙΕΡΕΥΣ

Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.

ΔΙΑΚΟΝΟΣ

Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Μνήσθητί μου, Δέσποτα ἅγιε.

ΙΕΡΕΥΣ

Μνησθείη σου Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΔΙΑΚΟΝΟΣ

μήν.

Καὶ ἀσπασάμενος τὴν χεῖρα τοῦ Ἱερέως ἐξέρχεται ἐν τῷ συνήθει τόπῳ καὶ ἅμα τῇ λήξει τοῦ Χερουβικοῦ ὕμνου λέγει τὴν τά Πληρωτικά. 

Τούτων δὲ λεγομένων, ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Προθέσεως, μετὰ τὴν ἐν τῇ ἁγίᾳ Τραπέζῃ ἀπόθεσιν τῶν θείων Δώρων:

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτὴν , ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων, πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον, ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ' ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην , καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ Δῶρα ταῦτα, ἐν τῇ χρηστότητί σου, Κύριε, ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

γαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

ΧΟΡΟΣ

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Ὁ Ἱερεὺς προσκυνήσας τρὶς ἀσπάζεται τὰ κεκαλυμμένα Ἅγια, πρῶτον τόν Δίσκον, εἶτα τό ἅγιον Ποτήριον καί τό ἔμπροσθεν αὐτοῦ ἄκρον τῆς ἁγίας Τραπέζης λέγων καθ᾿ ἑαυτόν τό: 

γαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου.

Καί ἐν συλλειτούργῳ, διδόασιν οἱ Ἱερεις τόν ἀσπασμόν τῆς εἰρήνης, ἀσπαζόμενοι ἀλλήλοις, ἀρχόμενοι ἐξ ἀριστερῶν πρός τά δεξιά, καί τέλος τήν τοῦ ἑτέρου δεξιάν χεῖρα, λέγοντες διαλογικῶς ὁ εἶς Χριστὸς ἐν τῷ μέσῳ ἡμῶν καί ὁ ἕτερος Καὶ ἔστι καὶ ἔσται.

ΔΙΑΚΟΝΟΣ

Τὰς θύρας, τὰς θύρας.  Ἐν σοφίᾳ πρόσχωμεν.

Ὁ Ἱερεύς, ἄρας καί κατά μικρόν ὑψῶν τὸν Ἀέρα, ἀνασείει αὐτόν ἀνοικτόν ἠρέμως ἐπάνω τῶν τιμίων δώρων εἶτα, διπλώσας και ἀσπασάμενος, ἀποτίθησι μετά τῶν ἑτέρων καλυμμάτων.  

ΧΟΡΟΣ

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν Ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.

ΧΟΡΟΣ

λεον εἰρήνης, θυσίαν αἰνέσεως.

Ὁ Ἱερεύς, ῥιπίζων τὰ Ἅγια μετά ῥιπιδίου, ἤ μή ὄντος, μετά τοῦ Ἀέρος καί εἶτα ἐκφωνεῖ:

χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

Καὶ στραφεὶς πρὸς τὸν λαὸν εὐλογεῖ αὐτὸν διὰ χειρός αὐτοῦ.

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ Ἱερεύς, ὑψῶν ἀμφοτέρας τὰς χεῖρας, λέγει:

νω σχῶμεν τὰς καρδίας.

ΧΟΡΟΣ

χομεν πρὸς τὸν Κύριον.

Καὶ στραφεὶς πρὸς ἀνατολάς λέγει:

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

ΧΟΡΟΣ

ξιον καὶ δίκαιον.

Ὁ Ἱερεύς κλινόμενος  ἀπάρχεται τῆς ἁγίας Ἀναφορᾶς: 

Ὢν, Δέσποτα, Κύριε Θεέ, Πάτερ Παντοκράτορ προσκυνητέ, ἄξιον ὡς ἀληθῶς, καὶ δίκαιον καὶ πρέπον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σοὶ εὐχαριστεῖν, σὲ δοξάζειν τὸν μόνον ὄντως ὄντα Θεόν, καὶ σοὶ προσφέρειν ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως τὴν λογικὴν ταύτην λατρείαν ἡμῶν, ὅτι σὺ εἶ ὁ χαρισάμενος ἡμῖν τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας. Καὶ τὶς ἱκανὸς λαλῆσαι τὰς δυναστείας σου; ἀκουστὰς ποιῆσαι πάσας τὰς αἰνέσεις σου; ἢ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου ἐν παντὶ καιρῶ; Δέσποτα τῶν ἁπάντων, Κύριε οὐρανοῦ καὶ γῆς, καὶ πάσης κτίσεως, ὁρωμένης τε καὶ οὐχ ὁρωμένης, ὁ καθήμενος ἐπὶ θρόνου δόξης, καὶ ἐπιβλέπων ἀβύσσους, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀπερίγραπτε, ἀναλλοίωτε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος, τῆς ἐλπίδος ἡμῶν, ὃς ἐστιν εἰκὼν τῆς σῆς ἀγαθότητος, σφραγὶς ἰσότυπος, ἐν ἑαυτῷ δεικνὺς σε τὸν Πατέρα, Λόγος ζῶν, Θεὸς ἀληθινός, ἡ πρὸ αἰώνων σοφία, ζωή, ἁγιασμός, δύναμις, τὸ φῶς τὸ ἀληθινόν, παρ' οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐξεφάνη, τὸ τῆς ἀληθείας Πνεῦμα, τὸ τῆς υἱοθεσίας χάρισμα, ὁ ἀρραβὼν τῆς μελλούσης κληρονομίας, ἡ ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, ἡ ζωοποιὸς δύναμις, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, παρ' οὗ πᾶσα κτίσις λογική τε καὶ νοερά, δυναμουμένη, σοὶ λατρεύει, καὶ σοὶ τὴν ἀΐδιον ἀναπέμπει δοξολογίαν, ὅτι τὰ σύμπαντα δοῦλα σά· Σὲ γὰρ αἰνοῦσιν Ἄγγελοι, Ἀρχάγγελοι, θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, καὶ τὰ πολυόμματα Χερουβείμ, Σοὶ παρίστανται κύκλῳ τὰ Σεραφείμ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶ πετόμενα, κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον, ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.

Ἐκφώνως:

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα

Τούτου λεγομένου, λαβών ὁ Διάκονος τόν ἀστερίσκον ἐκ τοῦ ἁγίου Δίσκου, ποιεῖ σταυροῦ τύπον ἐπάνω αὐτοῦ και, ἀποσπογγίσας καί ἀσπασάμενος αὐτόν, ἀποτίθησι μετά τοῦ ἀέρος.

ΧΟΡΟΣ

γιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.

Ὁ δέ Ἱερεὺς κλινόμενος ἐπεύχεται

Μετὰ τούτων τῶν μακαρίων Δυνάμεων, Δέσποτα φιλάνθρωπε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ, ὡς ἀληθῶς, καὶ πανάγιος, καὶ οὐκ ἔστι μέτρον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις σου, ὅτι ἐν δικαιοσύνῃ καὶ κρίσει ἀληθινῇ πάντα ἐπήγασες ἡμῖν· πλάσας γὰρ τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ εἰκόνι τῇ σῇ, ὁ Θεός, τιμήσας, τέθεικας αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἀθανασίαν ζωῆς, καὶ ἀπόλαυσιν αἰωνίων ἀγαθῶν, ἐν τῇ τηρήσει τῶν ἐντολῶν σου, ἐπαγγειλάμενος αὐτῷ, ἀλλὰ παρακούσαντα σοῦ τοῦ ἀληθινοῦ Θεοῦ, τοῦ κτίσαντος αὐτόν, καὶ τῇ ἀπάτῃ τοῦ ὄφεως ὑπαχθέντα, νεκρωθέντα τε τοῖς οἰκείοις αὐτοῦ παραπτώμασιν, ἐξωρίσας αὐτὸν ἐν τῇ δικαιοκρισίᾳ σου, ὁ Θεός, ἐκ τοῦ Παραδείσου εἰς τὸν κόσμον τοῦτον, καὶ ἀπέστρεψας εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη, οἰκονομῶν αὐτῷ τὴν ἐκ παλιγγενεσίας σωτηρίαν, τὴν ἐν αὐτῷ τῷ Χριστῷ σου· οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου εἰς τέλος, ὃ ἐποίησας, ἀγαθέ, οὐδὲ ἐπελάθου ἔργου χειρῶν σου, ἀλλ' ἐπεσκέψω πολυτρόπως, διὰ σπλάγχνα ἐλέους σου. Προφήτας ἐξαπέστειλας, ἐποίησας δυνάμεις διὰ τῶν Ἁγίων σου, τῶν καθ' ἑκάστὴν γενεὰν εὐαρεστησάντων σοι, ἐλάλησας ἡμῖν διὰ στόματος τῶν δούλων σου τῶν Προφητῶν, προκαταγγέλλων ἡμῖν τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, νόμον ἔδωκας εἰς βοήθειαν, Ἀγγέλους ἐπέστησας φύλακας. Ὅτε δὲ ἦλθε τὰ πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ τῷ Υἱῷ σου, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, ὅς, ὢν ἀπάγαυσμα τῆς δόξης σου, καὶ χαρακτὴρ τῆς ὑποστάσεώς σου, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα σοὶ τῷ Θεῷ καὶ Πατρί, ἀλλά, Θεὸς ὢν προαιώνιος, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ ἐκ Παρθένου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος τῆς δόξης αὐτοῦ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις σοῦ τοῦ Θεοῦ καὶ Πατρός, γενόμενος ἐκ γυναικός, τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, γενόμενος ὑπὸ νόμον, κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ, ἵνα οἱ ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, ζωοποιηθῶσιν ἐν αὐτῷ τῷ Χριστῷ σου, καὶ ἐμπολιτευσάμενος τῷ κόσμω τούτῳ, δοὺς προστάγματα σωτηρίας, ἀποστήσας ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, προσήγαγε τῇ ἐπιγνώσει σοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρός, κτησάμενος ἡμᾶς ἑαυτῶ λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καὶ καθαρίσας ἐν ὕδατι, καὶ ἁγιάσας τῷ Πνεύματι τῷ ἁγίῳ, ἔδωκεν ἑαυτόν ἀντάλλαγμα τῷ θανάτῳ, ἐν ᾧ κατειχόμεθᾳ, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ κατελθὼν διὰ τοῦ Σταυροῦ εἰς τόν, Ἅδην, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ πάντα, ἔλυσε τάς ὀδύνας τοῦ θανάτου, καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ὁδοποιήσας πάσῃ σαρκὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγόν τῆς ζωῆς, ἐγένετο ἀπαρχὴ τῶν κεκοιμημένων, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα ἦ αὐτὸς τὰ πάντα ἐν πᾶσι πρωτεύων· καὶ ἀνελθὼν εἰς τοὺς οὐρανούς, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης σου ἐν ὑψηλοῖς, ὃς καὶ ἥξει, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κατέλιπε δὲ ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου αὐτοῦ πάθους ταῦτα, ἃ προτεθείκαμεν ἐνώπιόν σου, κατὰ τὰς αὐτοῦ ἐντολάς. Μέλλων γὰρ ἐξιέναι ἐπὶ τὸν ἑκούσιον, καὶ ἀοίδιμον καὶ ζωοποιὸν αὐτοῦ θάνατον, τῇ νυκτί, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν, καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας.

Ὁ Ἱερεύς δεικνύων τόν ἅγιον ἄρτον μετά τῆς δεξιᾶς χειρός λέγει ἐκφώνως:

δωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε. Tοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.

ΧΟΡΟΣ:  μήν.  

Εἶτα ἐπευχόμενος λέγει ὁ Ἱερεύς:  

μοίως καὶ τὸ ποτήριον ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου λαβών, κεράσας, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας.

Καί αὖθις δεικνύων τό ἅγιον Ποτήριον ὁ Ἱερεύς λέγει ἐκφώνως:

δωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό ἐστι τὸ Αἷμα μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.

ΧΟΡΟΣ:  μήν.  

Ὁ Ἱερεύς καί πάλιν κλινόμενος λέγει τήν εὐχήν:   

Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ Παθημάτων, τοῦ ζωοποιοῦ Σταυροῦ, τῆς τριημέρου Ταφῆς, τῆς ἐκ νεκρῶν Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς Καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ Παρουσίας.

Ἐκφώνως:

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

ΧΟΡΟΣ

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται

Διὰ τοῦτο, Δέσποτα, Πανάγιε καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου οἱ καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν (οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς), ἀλλὰ διὰ τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου, οὓς ἐξέχεας πλουσίως ἐφ' ἡμᾶς, θαρροῦντες προσεγγίζομεν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προθέντες τὰ ἀντίτυπα τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Ἅγιε, Ἁγίων, εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα, καὶ εὐλογῆσαι αὐτά, καὶ ἁγιάσαι, καὶ ἀναδεῖξαι.

ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

Καί ὁ Ἱερεύς ἐπάνω τοῦ ἁγίου Ἄρτον εὐλογῶν λέγει:

Τὸν μὲν ἄρτον τοῦτον, αὐτὸ τὸ τίμιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρος ἡμῶν Ιησοῦ Χριστοῦ.

ΔΙΑΚΟΝΟΣ

μήν.

Εὐλόγησον, δέσποτα, τὸ ἅγιον Ποτήριον.

 Ὁ Ἱερεύς εὐλογῶν ἐπάνω τοῦ ἁγίου Ποτηρίου λέγει:

Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, αὐτὸ τὸ τίμιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρος ἡμῶν Ιησοῦ Χριστοῦ.

ΔΙΑΚΟΝΟΣ

μήν.

Εὐλόγησον, δέσποτα, ἀμφότερα τὰ ἅγια.

Ὁ δέ Ἱερεύς εὐλογῶν ἅμα τόν τε ἅγιον Ἄρτον  καί τό ἅγιον Ποτήριου λέγει:

Τὸ ἐκχυθέν ὑπέρ τῆς τοῦ κόσμου ζωής καὶ σωτηρίας. 

ΔΙΑΚΟΝΟΣ

μήν· Ἀμήν· Ἀμήν.

Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται

μᾶς δὲ πάντας, τοὺς ἐκ τοῦ ἑνὸς Ἄρτου καὶ τοῦ Ποτηρίου μετέχοντας, ἑνώσαις ἀλλήλοις εἰς ἑνὸς Πνεύματος Ἁγίου κοινωνίαν, καὶ μηδένα ἡμῶν εἰς κρῖμα, ἢ εἰς κατάκριμα ποιήσαις μετασχεῖν τοῦ ἁγίου Σώματος, καὶ Αἵματος τοῦ Χριστοῦ σου, ἀλλ' ἵνα εὕρωμεν ἔλεον καὶ χάριν μετὰ πάντων τῶν, Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

Και θυμιῶν τρίς κατέμπροσθεν τῆς ἁγίας Τραπέζης λέγει ἐκφώνως:

ξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

ΧΟΡΟΣ

πi σoὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.

Εἶτα ἐπιδίδωσι τό θυμιατήριον τῷ Διακόνῳ καί κλινόμενος εὔχεται:

Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου (τοῦ δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν προκεκοιμημένων ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ἐνταῦθα ὀνομαστὶ καὶ ὧν βούλεται τεθνεώτων), καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι σοῦ δεόμεθα· Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον Οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος· Μνήσθητι, Κύριε, τῶν τὰ Δῶρά σοι ταῦτα προσκομισάντων, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν, καὶ ἐφ' οἷς αὐτὰ προσεκόμισαν· Μνήσθητι, Κύριε, τῶν καρποφορούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτούς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι, χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων, τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων, τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν, τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων. Μνήσθητι, Κύριε, πάσης ἀρχῆς καὶ ἐξουσίας, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον, τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμύθησαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, αἰχμαλώτους ῥῦσαι, νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι, καὶ μετάλλοις, καὶ ἐξορίαις, καὶ πικραῖς δουλείαις, καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων, μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας, καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων, καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντὸς τοῦ Λαοῦ σου μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν, δι' ἄγνοιαν ἢ λήθην, ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἑκάστου τὴν ἡλικίαν, καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ, Κύριε, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός. Αὐτὸς τοῖς πᾶσι τὰ πάντα γενοῦ, ὁ εἰδὼς ἕκαστον, καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον, καὶ τὴν χρείαν αὐτοῦ. Ῥῦσαι, Κύριε, τὴν πόλιν καὶ χώραν ταύτην , καὶ πᾶσαν πόλιν, καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου.

Εἶθ' οὕτως ὑψῶν εὐλογεῖ τὸ Ἀντίδωρον, λέγων:

Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐκφώνως:

ν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

ΔΙΑΚΟΝΟΣ

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

ΧΟΡΟΣ

Καὶ πάντων καὶ πασῶν.

ΙΕΡΕΥΣ

Ὁ δέ Ἱερεὺς κλινόμενος ἐπεύχεται

Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος, συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ Τάγματος, καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς, εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι, ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Ἐκφώνως:

Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Καί εὐλογῶν τὸν λαόν, ὁ Ἱερεὺς λέγει:

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν.

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

ΔΙΑΚΟΝΟΣ

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

πως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

ΧΟΡΟΣ: Παράσχου Κύριε.  [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

Ὁ  Ἱερεὺς κλινόμενος ἐπεύχεται

Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ' ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξόμενος τὰ Δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστόν, κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν, ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.

Ἐκφώνως:

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι Σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν:

ΧΟΡΟΣ

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ

Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος Ἁγίου κοινωνίαν.

Ἐκφώνως:

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται

Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου Αἵματος, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Εἶτα προσκυνεῖ τρίς λέγων τό:   

Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.  

ΔΙΑΚΟΝΟΣ

Πρόσχωμεν.

Ὁ Ἱερεύς, ἁψάμενος τοῦ ἁγίου Ἄρτου ἄκροις δακτύλοις τῶν δύο χειρῶν, ὑψοῖ αὐτόν, ποιῶν σταυροῦ τύπον ἄνωθεν τοῦ ἁγίου Δίσκου, ἐκφωνῶν: 

ΙΕΡΕΥΣ

Τὰ Ἅγια τοῖς ἁγίοις.

ΧΟΡΟΣ

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Εἶτα ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας (εἰς τὸν ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν). Τῇ μὲν Κυριακῇ τό: Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Εἰ δὲ τύχοι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται τὸ κοινωνικὸν τῆς ἑορτῆς.

ΔΙΑΚΟΝΟΣ

Μέλισον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

Ὁ Ἱερεύς, μελίζων αὐτὸν εἰς τέσσαρας λέγων:

Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος· ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.

Καὶ τίθησιν αὐτὰς σταυροειδῶς ἐν τῷ ἁγίῳ δίσκῳ οὕτως:

 

 

ΔΙΑΚΟΝΟΣ

Πλήρωσον, δέσποτα, τὸ ἅγιον Ποτήριον.   

Ὁ  δέ Ἱερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα τοῦ ἀμνοῦ (ΙΣ), ποιεῖ σταυρὸν μετ᾿  αὐτῆς ἐπάνω τοῦ ἁγίου Ποτηρίου, καὶ ἐμβάλλων ταύτην ἐν αὐτῷ λέγει:

Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου.

ΔΙΑΚΟΝΟΣ: μήν.

Καὶ λαβὼν τὸ Ζέον, λέγει πρὸς τὸν Ἱερέα ὁ Διάκονος:

Εὐλόγησον, δέσποτα, τὸ ζέον.

ΙΕΡΕΥΣ

Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος ἐγχέει ἐκ τοῦ Ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ, λέγων:

Ζέσις πίστεως, Πνεύματος ἁγίου. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

δοὺ βαδίζω πρὸς θείαν κοινωνίαν. Πλαστουργὲ μὴ φλέξῃς με τῇ μετουσίᾳ. Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλίδος.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων· Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει·Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

θελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.

ν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν Νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὔκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

Ἱερεὺς καὶ διάκονος ἀνιστάμενοι ὑψοῦσι τὰς χεῖράς των ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἐπευχόμενοι μυστικῶς:

Καὶ προσερχόμενος ὁ Ἱερεὺς ἵνα κοινωνήσῃ, λέγει τῷ Διακόνῳ, ἢ τῷ συλλειτουργῷ του ἢ τοῖς τυχὸν παρισταμένοις ἄλλοις Κληρικοῖς ὑποκλινόμενος:

δελφὲ καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ.

ΔΙΑΚΟΝΟΣ

Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεός, ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΙΕΡΕΥΣ

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με. (γ΄)

Καὶ πλησιάσας εἰς τὰ Ἅγια, μετὰ φόβου καὶ τρόμου, λαμβάνει ἓν μέρος ἐκ τοῦ ἁγίου Ἄρτου καὶ λέγει:

δοὺ προσέρχομαι τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,  εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ οὕτω μεταλαμβάνει τῆς ἐν χερσί μερίδος μετά πάσης ἀσγαλείας καί ἀποσπογγίσας τήν δεξιάν παλάμην διά τῆς μούσης λέγει ἡσύχως:  

Διάκονε (Ἱεροδιάκονε), πρόσελθε.

ΔΙΑΚΟΝΟΣ

δοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Μετάδος μοι. Δέσποτα (δεῖνι) τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καί προσελθόντος τοῦ Διακόνου ἐκ δεξιῶν αὐτοῦ, μεταδίδει αὐτῷ ἐν τῇ παλάμῃ τό ἕτερον μέρος τῆς μερίδος τοῦ ἁγίου Ἄρτου λέγων: 

Μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ Διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Ὁ δὲ Διάκονος λαμβάνει τὸν ἅγιον Ἄρτον καὶ ἀπέρχεται ὄπισθεν τῆς ἁγίας Τραπέζης καὶ μεταλαμβάνει.

Εἶτα ὁ Ἱερεὺς διά τῆς ἀριστερᾶς χειρός τό ἄκρον τοῦ ἁγίου μανδηλίου, θέτει τοῦτο κάτωθεν τῶν χειλέων αὐτοῦ καί διά τῆς δεξιᾶς χειρός κρατεῖ τὸ ἅγιον Ποτήριον λέγων:

τι μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαμβάνει τρίς ἐξ αὐτοῦ, ἀποσπογγίζον  διά τοῦ ἐν χερσί καλύμματος τά τε ἴδια χείλη καί τὸ ἅγιον Ποτήριον, ὅπερ καὶ ἀσπάζεται λέγων: 

Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Εἶτα προσκαλεῖ τὸν Διάκονον λέγων:

Διάκονε (Ἱεροδιάκονε), ἔτι πρόσελθε.

ΔΙΑΚΟΝΟΣ

δοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Μετάδος μοι Δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ Διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καί ὁ Ἱερεὺς, τοῦ Διακόνου προσελθόντος ἐξ ἀριστερῶν αὐτοῦ, μεταδίδει αὐτῷ τρίτον ἐκ τοῦ ἁγίου Ποτηρίου οὗτος δέ, κρατῶν τόν αὐχένα τούτου διά τῆς δεξιᾶς αὐτοῦ χειρός, τοῦ Διακόνου μόνου ὠθοῦντος τρίς τήν βάσιν τοῦ ἁγίου Ποτηρίου, λέγει:     

τι μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ Διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Μεταλαβόντος δέ τοῦ Διακόνου λέγει ὁ Ἱερεὺς:

Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Εἶτα τοῦ Ἱερέως διαμελίσαντος τάς μερίδας τοῦ ἀμνοῦ, λαβών ὁ Διάκονος εἰς χείρας τόν τε ἅγιον Δίσκον καί τήν μοῦσαν εἰσκομίζει πρῶτον τό ἅγιον σῶμα καί εἶτα ἅπαντα ἐν τῷ ἁγίῳ Ποτηρίῳ μετά προσοχῆς καί εὐλαβείας, λέγων:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σύ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών, σὺ δὲ Ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣ οἱ πιστοὶ ἄγκυραν ἐλπίδος κατέχοντες ἀγαλλόμεθα.

Πάσχα τὸ μέγα καὶ ἱερώτατον Χριστέ· ὢ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

Καὶ ἀποσπογγίζει καλῶς τὸ ἅγιον Δισκάριον ἔνδον τοῦ ἁγίου Ποτηρίου, λέγων:

πόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Εἰ δέ πολλοί εἰσιν οἱ βουλόμενοι κοινωνῆσαι, εἰσκομίζει μόνον τὸν ἅγιον Ἄρτον εἰς τό ἅγιον Ποτήριον. Καί οὕτω σκεπάζει τό ἅγιον Ποτήριον τῷ καλύμματι, ἐπί δέ τοῦ ἁγίου Δίσκου τίθησι τόν ἀστέρα καί τά καλύμματα. Εἶτα ὁ Ἱερεύς ἐπαίρει τό  ἅγιον Ποτήριον καί δίδει τοῦτο τῷ Διακόνῳ, ὅστις καί δείκνυσιν αὐτό τῷ λαῷ λέγων:

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

ΧΟΡΟΣ:  μήν. Ἀμήν., Ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.

Καί εἰ μέν εἰσι πιστοί μεταλαβεῖν βουλόμενοι, αἴρει ἀπό τῶν τοῦ Διακόνου χειρῶν ὁ Ἱερεύς τό ἅγιον Ποτήριον καί μεταδίδωσιν αὐτοῖς λέγων ἑνί ἑκάστω:

Σῶμα καὶ Αἷμα Χριστοῦ.

Μεταλαμβάνει ὁ (ἡ) δοῦλος (η) τοῦ Θεοῦ (δεῖνα) τοῦ τιμίου Σώματος καὶ Αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστοὺς ὁ χορὸς ψάλλει:

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

ἤ τό:

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Καί μετά τήν τῶν πιστῶν θείαν κοινωνίαν ὁ Ἱερεύς εὐλογεῖ τόν λαόν ἐπιλέγων ἐκφώνως: 

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

ΧΟΡΟΣ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Εἴ ἐστι Δεσποτικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς, ψάλλεται τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἀπὸ δὲ τοῦ ἁγίου Πάσχα μέχρι τῆς ἀποδόσεως αὐτοῦ ψάλλεται τὸ Χριστὸς Ἀνέστη

Εἶτα εἰσελθόντες τοῦ Ἱεροῦ Βήματος, μέν Ἱερεύς ἀποτίθησι τό ἅγιον Ποτήριον ἐν τῇ ἁγίᾳ Τραπέζῃ καί εὐθέως λαμβάνει τόν θυμιατόν, ὁ δέ Διάκονος λέγει:

ψωσον Δέσποτα.

  Ἱερεύς, θυμιᾷ τρὶς ἐπάνω τῶν ἁγίων δώρων λέγων ἠρέμα:

ψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Σου (γ΄)

Εἶτα τόν μέν θυμιατόν ἐπιδίδωσι τῇ δεξιᾷ τοῦ Διακόνου, ἐπιτίθησι δέ καί τόν ἅγιον Δίσκον μετά τῶν καλυμμάτων καί τοῦ ἀστερίσκου τῇ κεφαλῇ αὐτοῦ καὶ ὁ μὲν Διάκονος ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά.   δέ Ἱερεύς, λαμβάνει τό ἅγιον Ποτήριον ἐν ταῖς χερσίν αὐτοῦ καί λέγει ἡσύχως πρό τῆς ἁγίας Τραπέζης:  

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Καί ἐκφώνως πρὸς τὸν λαόν στρεφόμενος:

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καί ἀποτίθησι τά ἅγια ἐν τῇ ἁγίᾳ Προθέσει

ΧΟΡΟΣ:  μήν. Ἀμήν. Ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων μυστηρίων σου · στήρηξον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν  τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ

ρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί Κύριε.

Ὁ  δέ Ἱερεύς, διπλώσας τό ειλητόν επεύχεται τήν ευχήν μετά τό πάντας μεταλαβείν:

Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου Μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπ' εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.

Ἐκφώνως: 

τι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Ταύτης τῆς ἐκφωνήσεως λεγομένης, λαμβάνει ὁ Ἱερεύς συγχρόνως τό ἅγιον Εὐαγγέλιον, ποιεῖ τό σημεῖον τοῦ Σταυροῦ ἐπί τοῦ ἀντιμηνσίου καί ἀσπασάμενος ἐπιτίθησιν αὐτό ἐπ᾿ αὐτοῦ. Στραφείς δέ πρός τόν λαόν ἐκφωνεῖ: 

ν εἰρήνῃ προέλθωμεν.

ΧΟΡΟΣ:  

ν ὀνόματι Κυρίου.

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ:  

Κύριε ἐλέησον. (γ΄) Πάτερ ἅγιε Εὐλόγησον.

ΙΕΡΕΥΣ

Καί ἐξελθών τοῦ Βήματος ἐκ τῶν ἁγίων θυρῶν καί βλέπων πρός ἀνατολάς  ἀναγινώσκει μεγαλοφώνως τὴν

ὀπισθάμβωνον εὐχήν:

θυσίαν αἰνέσεως καὶ λατρείαν εὐάρεστον, τὴν λογικὴν ταύτὴν καὶ ἀναίμακτον θυσίαν προσδεχόμενος παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ, Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ μόσχος ὁ ἄμωμος, ὁ μὴ δεχόμενος ἁμαρτίας ζυγὸν καὶ τυθεὶς δι' ἡμᾶς ἑκών, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, τοὺς δὲ ἐσθίοντας ἁγιάζων, ὁ εἰς ἀνάμνησιν τοῦ ἑκουσίου Πάθους σου, καὶ τῆς ζωοποιοῦ τριημέρου Ἐγέρσεώς σου, κοινωνοὺς ἡμᾶς ἀναδείξας τῶν ἀρρήτων καὶ ἀναδείξας τῶν ἀρρήτων καὶ ἐπουρανίων καὶ φρικτῶν σου Μυστηρίων, τοῦ ἁγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος, τήρησον ἡμᾶς τοὺς δούλους σου, τοὺς διακόνους, τοὺς ἄρχοντας ἡμῶν, τὸν στρατόν, καὶ τὸν περιεστῶτα λαόν, ἐν τῷ σῷ ἁγιασμῷ. Καὶ δὸς ἡμῖν ἐν παντὶ χρόνῳ καὶ καιρῷ μελετᾶν τὴν σὴν δικαιοσύνην, ὅπως, πρὸς τὸ σὸν θέλημα ὁδηγηθέντες καὶ τὰ εὐάρεστά σοι ποιήσαντες, ἄξιοι γενώμεθα καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὅταν ἐλεύσῃ κρῖναι ζῶντας καὶ νεκρούς, Τοὺς ἐν αἰχμαλωσίᾳ ἀδελφοὺς ἡμῶν ἀνάρρυσαι, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, τοὺς ἐν κινδύνοις θαλάσσης κυβέρνησον, καὶ τὰς προαναπαυσαμένας ψυχὰς ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἀνάπαυσον, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου, καὶ πάντων τῶν δεομένων τῆς σῆς βοηθείας ἐπάκουσον, ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

Εἶτα ὁ Ἱερεύς, εἰσελθών διά τῆς ὡραίας πύλης, ἀπέρχεται ἐν τῇ ἁγίᾳ προθέσει καί εὔχεται τήν, ἐν τῷ συστεῖλαι τά ἅγια, εὐχήν ἐν τῷ σκευοφυλάκίῳ:  

νυσται καὶ τετέλεσται, ὅσον εἰς τὴν ἡμετέραν δύναμιν, Χριστέ, ὁ Θεὸς ἡμῶν, τὸ τῆς σῆς οἰκονομίας μυστήριον·ἔσχομεν γὰρ τοῦ θανάτου σου τὴν μνήμην, εἴδομεν τῆς Ἀναστάσεώς σου τὸν τύπον, ἐνεπλήσθημεν τῆς ἀτελευτήτου σου ζωῆς, ἀπηλαύσαμεν τῆς ἀκενώτου σου τρυφῆς, ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι πάντας ἡμᾶς καταξιωθῆναι εὐδόκησον, χάριτι τοῦ ἀνάρχου σου Πατρός, καὶ τοῦ ἁγίου καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

Ὁ  δέ Ἱερεύς, ἐπί τῆς ὡραίας πύλης ἱστάμενος εὐλογεῖ τόν λαόν λέγων: 

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ:  

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ

Καὶ ὁ Ἱερεύς, ποιεῖ τήν μεγάλην ἀπόλυσιν·

(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου Ἀρχιεπισκόπου Καισαρίας τοῦ Μεγάλου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ΧΟΡΟΣ:  

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, πόλει καί ἐνορίᾳ (κώμῃ) ταύτῃ εἰς αἰώνας αἰώνων. Ἀμήν.

Αἰωνία ἡ μνήμη τῶν μακαρίων καὶ ἀοιδίμων κτητόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καὶ πάντων τῶν ὀρθοδόξων.

Εἶτα ὁ Ἱερεύς, εὐλογῶν τὸν λαὸν, λέγει:

Ἁγία Τριὰς διαφυλάξοι πάντας ὑμᾶς.

Ἁγία Τριὰς διαφυλάξοι τόν λαόν Αὐτῆς ἐν εἰρήνη, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:  μήν.  

Εἶτα ὁ  Ἱερεύς, διανέμει τὸ ἀντίδωρον λέγων ἑνί ἑκάστω:  

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς.

Εἰς δὲ τὸν τελευταίως λαβόντα ἐπιλέγει:  

Τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν τούτοις ὁ μὲν Διάκονος ἀπελθὼν εἰς τὴν Πρόθεσιν συστέλλει τὰ Ἅγια μετὰ φόβου καὶ πάσης ἀσφαλείας, καὶ ἀπονίπτεται τὰς χεῖρας ἐν τῷ χωνευτηρίῳ ὁ δὲ Ἱερεὺς μετὰ τὴν διανομὴν τοῦ Ἀντιδώρου εἰσελθὼν εἰς τὸ ἅγιον Βῆμα ἀπονίπτεται τὰς χεῖρας ἐν τῷ χωνευτηρίῳ καὶ ἀναγινώσκει τὴν Εὐχαριστίαν μετὰ τὴν θείαν Μετάληψιν, καὶ τέλος, ἐκδυθεὶς τὴν ἱερατικὴν στολὴν καὶ ἀσπασάμενος τὴν ἁγίαν Τράπεζαν, ἀπέρχεται τοῦ ἱεροῦ Ναοῦ.