The Orthodox Pages

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

 

ΑΠΟΛΥΣΕΙΣ

ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ

 

 Homepage

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Λεγόμεναι κατά τάξιν, εἰς τὸν Ἑσπερινόν, εἰς τὸν Ὄρθρον καὶ εἰς τὴν Θείαν Λειτουργία.

 

 

ΕΙΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ

ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθείς διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός...
 

ΕΙΣ ΤΗΝ ΠΕΡΙΤΟΜΗΝ

ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκί περιτμηθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν καί ἀναστάς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...

ΕΙΣ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ

ἐν Ἰορδάνῃ ὑπό Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός...
 

ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ

ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών βασταχθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...
 

ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ

δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος ἁγίου καί Μαρίας τῆς Παρθένου σαρκωθῆναι καταδεξάμενος, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...
 

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

ἐπί πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...
 

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ ΜΕΧΡΙ ΤΗΣ Μ. ΤΕΤΑΡΤΗΣ

ρχόμενος ὁ Κύριος ἐπί τό ἑκούσιον πάθος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...
 

ΤΗ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ

δι’ ὑπερβάλλουσαν ἀγαθότητα ὁδόν ἀρίστην τήν ταπείνωσιν ὑποδείξας ἐν τῷ νῖψαι τούς πόδας τῶν Μαθητῶν καί μέχρι Σταυροῦ καί ταφῆς συγκαταβάς ἡμῖν, Χριστός ὁ ἀληθινός Θεός...
 

ΕΙΣ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΘΩΝ

ἐμπτυσμούς καί μάστιγας καί κολαφισμούς καί Σταυρόν καί θάνατον ὑπομείνας, διά τήν τοῦ κόσμου σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...
 

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά πάθη καί τόν ζωοποιόν Σταυρόν καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος, Χριστός ὁ ἀληθινός...
 

ΤΗ ΑΓΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ ΚΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ἀναστάς ἐκ νεκρῶν...».
 

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ

ἐν δόξῃ ἀναληφθείς ἀφ’ ἡμῶν εἰς τούς οὐρανούς καί ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καί Πατρός, Χριστός ὁ ἀληθινός Θεός...
 

ΤΗ ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό πανάγιον Πνεῦμα, ἐπί τούς ἁγίους αὐτοῦ μαθητάς καί Ἀποστόλους, Χριστός ὁ ἀληθινός...
 

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ἐκ τῶν πατρικῶν κόλπων κενώσας ἑαυτόν, καὶ τὴν ἡμετέραν ὅλην ἀνθρωπείαν προσλαβόμενος φύσιν, καὶ θεώσας αὐτήν, μετὰ δὲ ταῦτα εἰς οὐρανοὺς αὖθις ἀνελθών, καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, τό τε θεῖον, καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τούς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αὐτούς, δι' αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου, καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων, πανευφήμων, θεοκηρύκων καὶ πνευματοφόρων Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς διὰ τὴν ἑαυτοῦ ἀγαθότητα. Ἀμήν.
 

ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ

ἐν τῷ ὄρει τῷ Θαβώρ μεταμορφωθείς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καί Ἀποστόλων, Χριστός ὁ ἀληθινός...».