The Orthodox Pages

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

 

  ΑΡΤΟΚΛΑΣΙΑ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ἐὰν ὑπάρχη λιτή, καὶ ἀρτοκλασία, μετά τὰ πληρωτικὰ καὶ τὴν ἐκφώνησιν «Εἴη τὸ κράτος τῆς βασιλείας σου...» γίνεται πέριξ τοῦ ναοῦ, ψαλλομένων τῶν ἰδιομέλων τῆς λιτῆς. Ἐπανερχομένη αὕτη εἰς τὸν ναὸν (ἤ εἴς τινας κοινότητας πρὸ τῆς δυτικῆς εἰσόδου τοῦ ναοῦ), ὁ διάκονος (ἤ ἐλλείψει αὐτοῦ ὁ ἱερεὺς) ἐκφωνεῖ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου...» καὶ τὰς λοιμὰς δεήσεις.

 

ΔΙΑΚΟΝΟΣ

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων: ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ')[καί μετά ἀπό κάθε αἴτηση]

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (δεινά) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτήν ταύτην.

τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίανταύτην, τὴν πόλιν (ἢ κώμην) ταύτην, (τὴν νῆσον ταύτην), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθῶν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεήσαι ἡμᾶς.

τι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεήσαι ἡμᾶς.

ΙΕΡΕΥΣ

πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεήσαι ἡμᾶς.

λεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Καί εὐλογῶν τὸν λαόν, ὁ Ἱερεὺς λέγει:

ΙΕΡΕΥΣ  

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων: εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι μίν τὴν ἄφεσιν τν παραπτωμάτων ἡμῶν· σκέπασον μᾶς ν τῇ σκέπη τν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα χθρόν και πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, λέησον μάς καὶ τὸν κόσμον σου, και σσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθός καὶ φιλάνθρωπος.

ΧΟΡΟΣ:  μήν.  

Μετὰ τὴν εὐχὴν, «Δέσποτα πολυέλεε...» τοῦ κλήρου καὶ τοῦ λαοῦσπαζομένου τὴνερὰν εἰκόνα τῆςορτῆς ἤ τοῦορταζομένουγίου, οἱ χοροὶ ψάλλουν τὰ τροπάρια:

Ἦχος β΄

Πρόσδεξαι, Κύριε, τὴν δέησιν ἡμῶν τῶν αμαρτωλῶν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Ἀβραάμ τὴν θυσίαν καὶ Πέτρου τὴν μετάνοιαν, τοῦ τελώνου τὸν στεναγμὸν καὶ τῆς πόρνης τὰ δάκρυα, τῶν μυροφόρων γυναικῶν τὰ θυμιάματα, τοῦ ληστοῦ τὴν ὁμολογίαν, τὴν ἐπί τοῦ Σταυροῦ καὶ ἐπάκουσον ἡμῶν δεομένων σου.

Τῆς ὀργής σου τῆν ἀγανάκτησιν εἰς εἰρήνην μετάβαλε καὶ σῶσον τὸν κόσμον σου, μόνε ἀγαθέ καὶ φιλάνθρωπε.

Χαίρε, Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος· καθὼς βοᾷ ὁ προφήτης, ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνη.

Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ, τοῦ Θεοῦ, φύλαξὸν με ὑπό τὴν σκέπην σου.

Ἀκολούθως ψάλλονται τὰ ἀπόστιχα τοῦ Ἐσπερινοῦ.

Εἶτα τὴν ὡδήν Συμεῶν τοῦ θεοδόχου (Λουκ. β' 29).

ΙΕΡΕΥΣ

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΧΟΡΟΣ

ΤΡΙΣΑΓΙΟΝ

μήν. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ
τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Μετὰ τὰ ὰπολυτίκια ἐξέρχονται ὁ ἱερεὺς καὶ ὁ διάκονος τοῦ ἱεροῦ βήματος καὶ, κρατῶν ὁ ἱερεὺς τὸν θυμιατὸν, ψάλλει το τροπάριον «Θεοτόκε Παρθένε...» κύκλῳ τοῦ τετραποδίου ὅπου οἱ ἄρτοι.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου...

ΧΟΡΟΣ:τι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

κολούθως λέγει τν εχν τν ἄρτων

ΙΕΡΕΥΣ / ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτός εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σίτον, τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγία Ἐκκλησία, τῇ πόλει (Μονῇ, Κώμῃ) και τῇ νήσῳ ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἄπαντα·   καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

τι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπατα, Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:μήν.

Καὶ ὑψῶνει ὁ Ἱερεύς, ἑνὶ τῶν ἄρτων, καὶ τυπώσας ἐν αὐτῷ Σταυρόν, ψάλλει:

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Αὐτό ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν δίς και εὐθύς τὸ:

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

Ὁ  δέ Ἱερεύς, ἐπί τῆς ὡραίας πύλης ἱστάμενος εὐλογεῖ τόν λαόν λέγων: 

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.

ΙΕΡΕΥΣ

Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ:  

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ

Καὶ ὁ Ἱερεύς, ποιεῖ τήν ἀπόλυσιν·

( ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:  μήν.