The Orthodox Pages

ΤΟ ΕΓΧΕΙΡΙΔΙΟΝ ΤΗΣ ΧΟΡΩΔΙΑΣ

   

ΕΣΠΕΡΙΝΟΣ ΕΝ ΚΥΡΙΑΚΑΙΣ
ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΣΠΕΡΙΝΟΣ ΕΝ ΚΥΡΙΑΚΑΙΣ

ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ

Μετὰ τὴν ἀπόλυσιν τῆς Θ’ Ὥρας, ὁ Ἱερεὺς ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ μετὰ τὸ  Ἀμήν. ὁ Προεστὼς ἀναγινώσκει τὸν προοιμιακόν. Ὁ δὲ Ἱερεὺς εὐλογεῖ τὰ τοῦ Διακόνου ἄμφια λέγει τὸ αὐτὸ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν... ὡς ἄνω· καὶ ἀναγινώσκει μυστικῶς τὰς Εὐχάς τοῦ Λυχνικοῦ.

ΕΥΧΗ Α’

Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.

τι πρέπει σοι πᾶσα δόξα τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι  νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΕΥΧΗ Β’

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.

τι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Γ’

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.

τι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι  νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Δ’

τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ  ὀνόματί σου τῷ  ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

τι πρέπει σοι πᾶσα δόξα, τιμή καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Ε’

Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος.

λέει καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΣΤ’

Θεὸς, μέγας καὶ θαυμαστός, νεκδιηγήτ γαθωσύνῃ καὶ πλουσί προνοί διοικν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τν πηγγελμένην βασιλείαν, διὰ τν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθὸν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Ζ’

Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

τι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωθέντος δὲ τοῦ Προοιμιακοῦ Ψαλμοῦ, λέγει ὁ Διάκονος τὴν μεγάλην συναπτήν, ἤτοι τὰ εἰρηνικὰ

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τῆς πόλεως (Μονῆς κώμης) ταύτης, ῆς νήσου ταύτης), πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

 πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν δ’ Κατανυκτικὰ τοῦ τυχόντος ήχου ἐν τῷ τέλει τοῦ Τριῳδίου  γ΄ προσόμοια τοῦ Τριῳδίου καὶ τοῦ Μηναίου, Προσόμοια γ’

Ψαλλομένου δὲ τοῦ Κύριε ἐκέκραξα… ὁ Διάκονος λαβὼν τὸ θυμιατήριον καὶ θυμίαμα βαλὼν ἐν αὐτῷ λέγει πρὸς τὸν Ἱερέα·

Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.

Καὶ ὁ Ἱερεὺς εὐλογεῖ  τὸ θυμίαμα λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ μετὰ τὴν εὐλογίαν, εἰς τὰς λέξεις ὡς θυμίαμα τοῦ Κατευθυνθήτω, Θυμιᾷ ὁ Διάκονος τὸ ἱερὸν Βῆμα καὶ ὅλον τὸν ναὸν καὶ  τὸν  λαὸν κατά τόν συνήθη τρόπον.

Ὅταν δὲ ψάλλωσι τὸ Δόξα. Καὶ νῦν, ποιοῦσιν ὁμοῦ ὅ τε Διάκονος καὶ ὁ  Ἱερεὺς εἴσοδον.  Ὁ δὲ Διάκονος, λαβὼν τὸ θυμιατήριον λέγει:

Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.

Ο Ἱερεὺς εὐλογων αὐτὸ ὡς συνήθως λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ἐξέρχονται ἅμα διὰ τοῦ βορείου κλίτους, προπορευομένου τοῦ Διακόνου· και, ἱσταμένων καταντικρὺ τῶν ἁγίων θυρῶν, λέγει ὁ Διάκονος·

Τοῦ Κυρίου δεηθῶμεν

ΙΕΡΕΥΣ 

σπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν·  μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

τι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ  Πατρὶ καὶ τῷ  Υἱῷ καὶ τῷ  ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ:

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.

Καὶ ὁ Ἱερεὺς εὐλογεῖ  κατά ἀνατολάς, λέγων·

Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΔΙΑΚΟΝΟΣ: μήν.  

Εἶτα, ὁ Διάκονος θυμιᾷ τρὶς τὸν Δεσποτικὸν Θρόνον, τὰς εἰκόνας καὶ τὸν λαόν· καὶ ἵσταται ἐκεῖσε ἐν τῷ μέσῳ τοῦ ναοῦ ἀναμένων τὴν τοῦ τροπαρίου ἐκπλήρωσιν. Πληρωθέντος δὲ αὐτοῦ, χαράξας σταυρὸν μετὰ τοῦ θυμιατηρίου ἕως κεφαλῆς, ἐκφωνεῖ·

ΔΙΑΚΟΝΟΣ: Σοφία Ὀρθοί !

Καί  ὁ χορός ψάλλει τὸ·

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Τῇ Κυριακῇ τῆς Τυρινῆς, Β' καὶ Δ' κυριακὴ τῶν Νηστειῶν

Ἦχος πλ. δ'

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ. σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ. δέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν, ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.

Στίχ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου...

Τῇ Α', Γ' καὶ Ε' Κυριακὴ τῶν Νηστειῶν

Ἦχος πλ. δ'

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, ἐν πέτρᾳ ὕψωσάς με.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Στίχ. Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ

δωκας κληρονομίαν τοῖς φοβουμένοις...

ΔΙΑΚΟΝΟΣ

Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

τι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ...

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά του Κυρίου, αἰτησώμεθα.

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ 

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Εἶτα ψάλλονται τὰ ἀπόστιχα.

Τὸ ἰδιόμελον τῆς ἡμερας

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ...

Τὸ ἴδιον

Στίχ. λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ...

Τὸ Μαρτυρικὸν.

Καὶ μετὰ τὸ Δόξα...καὶ νῦν...

Θεοτοκίον τοῦ Τριῳδίου

 

ΙΕΡΕΥΣ

Νῦν ἀπολύεις τὸν δούλόν σου, Δέσποτα, κατὰ τὸ ῥήμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ:  Το Τρισάγιον.

ΙΕΡΕΥΣ 

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

 Ἀντὶ ἀπολυτικίου τὰ ἐξῆς τροπάρια

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  

ΑΝΑΓΝΩΣΤΗΣ

Κύριε ἐλέησον, μ’

Δόξα Πατρὶ… Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ...

ν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

ΙΕΡΕΥΣ

  ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε; νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

ΙΕΡΕΥΣ 

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, μετὰ τῆς Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.

Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

ΑΝΑΓΝΩΣΤΗΣ

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Κύριε ἐλέησον (γ'), Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ΧΟΡΟΣ

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει...

ΙΕΡΕΥΣ 

Δι' εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ: μήν.