The Orthodox Pages

ΤΟ ΙΕΡΑΤΙΚΟΝ  

ΑΝΑΣΤΑΣΙΜΑ

ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΙ ΘΕΟΤΟΚΙΑ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ἦχος α'

ΑΠΟΛΥΤΙΚΙΟΝ

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοὶ Ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου, Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε Φιλάνθρωπε.

 

ΘΕΟΤΟΚΙΟΝ

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 Ἦχος β'

ΑΠΟΛΥΤΙΚΙΟΝ

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

 

ΘΕΟΤΟΚΙΟΝ

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ'

ΑΠΟΛΥΤΙΚΙΟΝ

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.

 

ΘΕΟΤΟΚΙΟΝ

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἦχος δ'

ΑΠΟΛΥΤΙΚΙΟΝ

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΘΕΟΤΟΚΙΟΝ

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος πλ. α'

ΑΠΟΛΥΤΙΚΙΟΝ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.

 

ΘΕΟΤΟΚΙΟΝ

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἦχος πλ. β'

ΑΠΟΛΥΤΙΚΙΟΝ

γγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνήμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καλὶ ἵστατο οἱ Μαρία ἐν τῷ τάφω, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοί.

 

ΘΕΟΤΟΚΙΟΝ

τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή, λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοὶς Ἀγγέλοις. Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοί.

 

χος βαρὺς

ΑΠΟΛΥΤΙΚΙΟΝ

Κατλυσας τ Σταυρ σου τν θνατον, ἠνέῳξας τΛσττν Παρδεισον, τν Μυροφρων τν θρνον μετβαλες, κα τος σος ποστλοις κηρττειν πταξας· τι νστης Χριστὲ ὁ Θες, παρχων τκσμτμγα λεος.

 

ΘΕΟΤΟΚΙΟΝ

ς τς μν ναστσεως θησαρισμα, τος π σο πεποιθτας Πανμνητε, ἐκ λκκου κα βυθο πταισμτων νγαγε· σγρ τος πευθνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοσα τν σωτηραν, ἡ πρτκου Παρθνος, καὶ ἐν τκ Παρθνος, κα μεττκον πλιν οσα Παρθνος.

 

Ἦχος πλ. δ'

ΑΠΟΛΥΤΙΚΙΟΝ

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

 

ΘΕΟΤΟΚΙΟΝ

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.