The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΕΓΧΕΙΡΙΔΙΟΝ ΤΟΥ ΛΑΟΥ

ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ

ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Στίχοι προτρεπτικοί·

πὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα, καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε· Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός!

Καὶ ἀμέσως τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς·

Ἀνωνύμου

Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Μεγάλου Βασιλείου

Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαὶ μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συμεὼν τοῦ Μεταφραστοῦ

δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως, ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους, μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου· μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν· φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων. Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας· τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω. Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου. Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με· κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους, πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα· ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν. Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης· καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.

Ἀνωνύμου

Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Ἀνωνύμου

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισὸν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν.

ΙΕΡΕΥΣ

Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα κατὰ τὸ ῥῆμα σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριὸν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου.

Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου.

Ἦχος πλ. δ´.

τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου.

Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.

κ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Εἰ ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου·

Ἀπολυτίκιον τοῦ Μεγάλου Βασιλείου.

Ἦχος α´.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας· τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον τοῦ Μεγάλου Βασιλείου.

Ἦχος δ´. Ἐπεφάνης σήμεροv.

φθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε.

Καὶ τό·

Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε.

Εἰ δε ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτή, λέγει πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου καὶ ἐν τέλει·

 

Κύριε, ἐλέησον (ιβ´). Δόξα. Καὶ νῦν.

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν δόξα σοι.

[ ἀναστάς...] Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

μήν.