The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΕΥΧΑΙ ΕΙΣ ΓΥΝΑΙΚΑ ΛΕΧΩ

ΤΗ ΠΡΩΤΗ ΗΜΕΡΑ ΤΗΣ

ΓΕΝΝΗΣΕΩΣ ΤΟΥ ΠΑΙΔΙΟΥ ΑΥΤΗΣ
 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Εσέρχεται ερες ν τ οκ νθα τ βρέφος γεννήθη κα σταται πρ το πυλνος φέρων τ πιτραχήλιον. Κκεσε λέγει·

Ελογητς Θες μν, πάντοτε· νν κα ε κα ες τούς αἰῶνας τν αώνων. μήν.

γιος Θεός, γιος σχυρός, γιος θάνατος, λέησον μς ).

Δόξα. Κα νν.

Παναγία Τριάς, λέησον μς, Κύριε, λάσθητι τας μαρτίαις μν. Δέσποτα, συγχώρησον τς νομίας μν. γιε, πίσκεψαι κα ασαι τς σθενείας μν, νεκεν το νόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Κοντάκιον, εἰ ἐστὶν ἑορτὴ Δεσποτικὴ ἢ Θεομητορική, εἰ δὲ μή·

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἰ δὲ βούλει, λέγε·

Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.

 

Γέννησίς σου, Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Εἶθ᾿ οὕτω τὰς ἑπομένας Εὐχάς.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα, Κύριε, Παντοκράτορ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, αὐτὸς καὶ τὴν παροῦσαν, τὴν σήμερον τέξασαν δούλην σου (τὴν δε) ἴασαι, καὶ ἀνάστησον αὐτὴν ἀπὸ τῆς κλίνης, ἧς ἐπίκειται· ὅτι, κατὰ τὸν τοῦ προφήτου Δαυῒδ λόγον, ἐν ἀνομίαις συνελήφθημεν καὶ διὰ ῥύπου πάντες ἐσμὲν ἐνώπιόν σου. Φύλαξον ταύτην καὶ τὸ παρὸν νήπιον, ὃ ἔτεκε· σκέπασον αὐτὴν ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου ἀπὸ τῆς σήμερον μέχρι τῆς ἐσχάτης αὐτῆς τελειώσεως· πρεσβείαις τῆς παναχράντου Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων· Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τεχθεὶς ἐκ τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ ὡς νήπιον ἐν φάτνῃ ἀνακλιθείς, καὶ ὡς βρέφος ἀναδειχθείς· αὐτὸς καὶ τὴν παροῦσαν δούλην σου (τήνδε) τὴν σήμερον τέξασαν τὸ παρὸν παιδίον, ἐλέησον, καὶ συγχώρησον τὰ ἑκούσια καὶ τὰ ἀκούσια αὐτῆς πταίσματα καὶ διαφύλαξον αὐτὴν ἀπὸ πάσης τοῦ Διαβόλου τυραννίδος. Καὶ τὸ ἐξ αὐτῆς κυηθὲν νήπιον διατήρησον ἀπὸ πάσης φαρμακείας, ἀπὸ πάσης χαλεπότητος, ἀπὸ πάσης ζάλης τοῦ ἀντικειμένου, ἀπὸ πνευμάτων πονηρῶν, ἡμερινῶν τε καὶ νυκτερινῶν. Ταύτην δὲ διατήρησον ὑπὸ τὴν κραταιὰν χεῖρά σου, καὶ δὸς αὐτῇ ταχινὴν ἐξανάστασιν, καὶ τοῦ ῥύπου κάθαρον καὶ τοὺς πόνους θεράπευσον, καὶ ῥῶσιν καὶ εὐρωστίαν ψυχῇ τε καὶ σώματι δώρησαι, καὶ δι᾿ Ἀγγέλων φαιδρῶν καὶ φωτεινῶν ταύτην περίθαλψον, καὶ περιφρούρησον ἀπὸ πάσης ἐπελεύσεως τῶν ἀοράτων πνευμάτων. Ναί, Κύριε, ἀπὸ νόσου καὶ μαλακίας, ἀπὸ ζήλου καὶ φθόνου, καὶ ὀφθαλμῶν βασκανίας, καὶ ἐλέησον αὐτὴν καὶ τὸ βρέφος, κατὰ τὸ μέγα σου ἔλεος· καὶ καθάρισον αὐτὴν ἀπὸ τοῦ σωματικοῦ ῥύπου καὶ τῶν ποικίλων αὐτῇ ἐπερχομένων σπλαγχνικῶν ἐνοχλήσεων, καὶ ἔξαξον αὐτήν, διὰ τῆς ταχινῆς σου ἐλεημοσύνης, ἐν τῷ ταπεινῷ αὐτῆς σώματι εἰς ἐπανόρθωσιν· καὶ τὸ ἐξ αὐτῆς κυηθὲν νήπιον ἀξίωσον προσκυνῆσαι τὸν ἐπίγειον ναόν, ὃν ἡτοίμασας εἰς τὸ δοξολογεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ εὐδοκήσας κατελθεῖν ἐκ τῶν οὐρανῶν, καὶ γεννηθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, διὰ τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, ὁ γινώσκων τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως, συγχώρησον τῇ δούλῃ σου (τῇ δε), τῇ τεξάσῃ σήμερον, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Σὺ γὰρ εἶπας, Κύριε· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Διὰ τοῦτο καὶ ἡμεῖς οἱ δοῦλοί σου δεόμεθα, καὶ θαῤῥοῦντες διὰ τῆς ἀνεξικάκου σου φιλανθρωπίας, φόβῳ βοῶμεν πρὸς τὸ τῆς βασιλείας σου ἅγιον ὄνομα. Ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε τὴν ἀσθένειαν ἡμῶν τῶν καταδίκων, καὶ συγχώρησον τῇ δούλῃ σου (τῇ δε), καὶ παντὶ τῷ οἴκῳ, ᾧ ἐγεννήθη τὸ παιδίον, καὶ τοῖς ἁψαμένοις αὐτῆς, καὶ τοῖς ἐνθάδε εὑρισκομένοις πᾶσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι μόνος ἔχεις ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Καὶ ἡ Ἀπόλυσις.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

ἐν σπηλαίῳ γεννηθείς, καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρὸς, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εχν τν γίων Πατέρων μν, Κύριε, ησο Χριστ Θες μν, λέησον κα σσον μς. μήν.