The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΕΥΧΑΙ ΕΙΣ ΤΟ ΕΚΚΛΗΣΙΑΣΑΙ

ΠΑΙΔΙΟΝ ΜΕΘ' ΗΜΕΡΑΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

Τῇ δὲ τεσσαρακοστῇ ἡμέρᾳ, τὸ βρέφος προσάγεται πάλιν τῷ Ναῷ ἐπὶ τῷ ἐκκλησιασθῆναι, εἴτουν ἀρχὴν λαβεῖν τοῦ εἰσάγεσθαι εἰς τὴν Ἐκκλησίαν· προσάγεται δὲ παρὰ τῆς μητρός, ἤδη κεκαθαρμένης καὶ λελουμένης οὔσης, παρόντος καὶ τοῦ μέλλοντος ἀναδέχεσθαι τοῦτο κατὰ τὸ Βάπτισμα. Ἱσταμένης δὲ τῆς μητρὸς μετὰ τοῦ βρέφους πρὸ τῶν πυλῶν τοῦ Ναοῦ, ὁ Ἱερεὺς λέγει·

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς ´).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα τὸ Ἀπολυτίκον τῆς ἡμέρας, τὸ τυχὸν ἢ τοῦ λαχόντος Ἁγίου.

Δόξα. Καὶ νῦν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Καὶ κλινούσης τῆς μητρὸς τὴν κεφαλήν, ἅμα τῷ βρέφει, ποιεῖ ὁ Ἱερεὺς τὴν τοῦ Σταυροῦ σφραγῖδα ἐπ᾿ αὐτῇ καὶ ἁπτόμενος τῆς κεφαλῆς αὐτῆς, λέγει τὴν ἑπομένην Εὐχήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πᾶσαν φύσιν λογικήν τε καὶ ἄλογον διὰ τοῦ λόγου σου δημιουργήσας· ὁ πάντα ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγών, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· ἣν τῷ σῷ θελήματι διέσωσας δούλην σου (τήνδε), καθάρισον ἀπὸ πάσης ἁμαρτίας καὶ ἀπὸ παντὸς ῥύπου, προσερχομένην τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἵνα ἀκατακρίτως ἀξιωθῇ μετασχεῖν τῶν ἁγίων σου Μυστηρίων.

Ἰστέον ὅτι, εἰ οὐχ εὑρίσκεται ἐν τοῖς ζῶσι τὸ βρέφος, ἀναγινώσκεται ἕως ὧδε ἡ Εὐχή· εἶτα λέγει ὁ Ἱερεὺς ἐκφώνως.

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰ δὲ τὸ βρέφος ζῇ, τότε ἁπτόμενος τῆς κεφαλῆς αὐτοῦ λέγει·

Καὶ τὸ ἐξ αὐτῆς τεχθὲν παιδίον, εὐλόγησον, αὔξησον, ἁγίασον, συνέτισον, σωφρόνισον, καλοφρόνησον· ὅτι σὺ παρήγαγες αὐτό, καὶ ἔδειξας αὐτῷ τὸ φῶς τὸ αἰσθητόν, (ταῦτα παραλείπονται ἐὰν τὸ τέκνον ᾖ βεβαπτισμένον) ἵνα καὶ τοῦ νοητοῦ καταξιωθῇ φωτὸς ἐν καιρῷ, ᾧ προώρισας, καὶ συγκαταριθμηθῇ τῇ ἁγίᾳ σου ποίμνῃ διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ αὖθις ἐπεύχεται οὕτως·

Εὐχὴ εἰς τὴν Μητέρα τοῦ παιδίου.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς σου Υἱοῦ παραγενόμενος ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, παραγενοῦ καὶ ἐπὶ τὴν δούλην σου (τήνδε) καὶ καταξίωσον αὐτήν, διὰ τῶν εὐχῶν τοῦ τιμίου Πρεσβυτερίου, καταφυγεῖν ἐν τῇ ἁγίᾳ σου καθολικῇ Ἐκκλησίᾳ, καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ναοῦ τῆς δόξης σου, καὶ ἀξίωσον αὐτὴν μεταλαβεῖν τοῦ τιμίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου. Ἀπόπλυνον αὐτῆς τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν· ὅπως, ἀξιωθεῖσα εἰσελθεῖν ἐν τῷ ἁγίῳ ναῷ σου, δοξάσῃ σὺν ἡμῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὦδε, εἰ μὲν τὸ βρέφος ἐβαπτίσθη ἤδη ἢ καὶ ἀπέθανε, ποιεῖ ὁ Ἱερεὺς Ἀπόλυσιν, εἰ δὲ μὴ ἀναγινώσκει καὶ τὴν ἑξῆς ἕως τέλους.

Εὐχὴ ἑτέρα εἰς τὸ Παιδίον, ἣν ὁ Ἱερεύς, σφραγίζων τοῦτο, ἐπεύχεται.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν τεσσαράκοντα ἡμέραις, βρέφος τῷ νομικῷ Ναῷ προσαχθεὶς ὑπὸ Μαρίας τῆς ἀπειρογάμου καὶ ἁγίας σου Μητρός, καὶ ἐν ταῖς ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, Αὐτός, Δέσποτα παντοδύναμε, καὶ τὸ προσαχθὲν τοῦτο βρέφος, ἐμφανισθῆναί σοι τῷ πάντων Ποιητῇ, εὐλόγησον, καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον αὔξησον, ἀποσοβῶν ἀπ᾿ αὐτοῦ πᾶσαν ἐναντίαν δύναμιν, διὰ τῆς σημειώσεως τοῦ τύπου τοῦ Σταυροῦ σου· σὺ γὰρ εἶ ὁ φυλάσσων τὰ νήπια, Κύριε· «ἵνα, καταξιωθὲν τοῦ ἁγίου Βαπτίσματος»*¹ τύχῃ τῆς μερίδος τῶν ἐκλεκτῶν τῆς βασιλείας σου, φυλαττόμενον σὺν ἡμῖν τῇ χάριτι τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ ἀδιαιρέτου Τριάδος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα καὶ εὐχαριστία καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Θεός, ὁ Πατήρ, ὁ παντοκράτωρ, ὁ διὰ τοῦ μεγαλοφωνοτάτου τῶν προφητῶν Ἡσαΐου, προκαταγγείλας ἡμῖν τὴν ἐκ Παρθένου σάρκωσιν τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὃς ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, εὐδοκίᾳ σῇ καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ἀμέτρῳ εὐσπλαγχνίᾳ ἐξ αὐτῆς νηπιάσαι καταδεξάμενος, καὶ κατὰ τὸ εἰθισμένον ἐν Νόμῳ ἁγίῳ σου, μετὰ τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ καθαρισμοῦ, τῷ Ἱερῷ προσαχθῆναι ἠνέσχετο, ἀληθὴς νομοθέτης ὑπάρχων, καὶ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι κατεδέξατο, οὗπερ μυστηρίου τὴν προτύπωσιν ἐν τῷ προλεχθέντι Προφήτῃ, διὰ τῆς λαβίδος τοῦ ἄνθρακος, δηλωθεῖσαν ἐπέγνωμεν, οὗ καὶ ἡμεῖς οἱ πιστοὶ τὴν μίμησιν ἐν χάριτι κατέχομεν· Αὐτὸς καὶ νῦν, ὁ φυλάσσων τὰ νήπια, Κύριε, εὐλόγησον τὸ παιδίον τοῦτο, ἅμα τοῖς γονεῦσι καὶ ἀναδόχοις αὐτοῦ· «καὶ καταξίωσον αὐτὸ ἐν καιρῷ εὐθέτῳ καὶ τῆς δι᾿ ὕδατος καὶ πνεύματος ἀναγεννήσεως· συγκαταρίθμησον αὐτὸ τῇ ἁγίᾳ σου ποίμνῃ τῶν λογικῶν προβάτων, τῶν ἐπικεκλημένων τῷ ὀνόματι τοῦ Χριστοῦ σου».*² Ὅτι σὺ εἶ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς τὸ παιδίον, σχηματίζει δι᾿ αὐτοῦ Σταυρὸν πρὸ τῶν πυλῶν τοῦ Ναοῦ, λέγων·

κκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Εἶτα εἰσάγει αὐτὸ ἐν τῷ Ναῷ λέγων·

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, Κύριε, προσκυνήσω πρὸς Ναόν ἅγιόν σου.

Καὶ εἰσέρχεται ἐν τῷ μέσῳ τοῦ Ναοῦ, λέγων·

κκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ...

Εἶτα λέγει·

ν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.

Εἶτα προσάγει αὐτὸ πρὸ τῶν πυλῶν τοῦ Θυσιαστηρίου λέγων·

κκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ...

Καί εἰσάγει αὐτὸ εἰς τὸ ἅγιον Θυσιαστήριον, εἰ μὲν εἴη ἄῤῥεν· εἰ δὲ θῆλυ, ἕως τῶν ὡραίων πυλῶν, λέγων τὸ·

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Καὶ ὁ Ἱερεὺς ποιεῖ, ὡς ἔθος, Ἀπόλυσιν.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν ἐπουρανίων Θείων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τοῦ ναοῦ) καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν...

Καὶ μετὰ τὸ Ἀμὴν σφραγίζει τὸ μέτωπον αὐτοῦ καὶ τὸ στόμα καὶ τὸ στῆθος ἐπιλέγων καὶ τὸ τῆς ἁγίας Τριάδος ὄνομα. Καὶ οὕτως ἀποδίδωσι τὸ βρέφος τῇ μητρί.

*¹ Ἰστέον, ὅτι εἰ τὸ παιδίον ἐβαπτίσθη, οὕτω λέγει ὁ Ἱερεύς· «ἵνα διὰ τοῦ ἁγίου βαπτίσματος, οὗ κατηξιώθη», τύχῃ...

*² Καὶ πάλιν ἰστέον, ὅτι εἰ τὸ παιδίον ἐβαπτίσθη, οὐ λέγομεν τὴν εὐχήν· Ὁ Θεός... ἢ καταλιμπάνομεν ταῦτα· *καὶ καταξίωσον αὐτὸ ἐν καιρῷ... μέχρι τῷ ὀνόματι τοῦ Χριστοῦ σου.*