The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

 

  Η ΕΥΧΗ ΤΗΣ

  ΒΑΣΙΛΟΠΙΤΑΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος καὶ τὴν ζωὴν ἡμῶν εἰς χεῖράς σου διακρατῶν, ἐπάκουσον ἡμῶν δεομένων σου ἐν τῇ εὐσήμῳ ἡμέρᾳ ταύτῃ, ἐπὶ τῇ εἰσόδῳ ἡμῶν εἰς τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητός σου, καὶ εὐλόγησον τοὺς πλακοῦντας τούτους τοὺς προσφερομένους εἰς δόξαν σὴν καὶ τιμὴν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας. Ἐπίβλεψον μεγαλόδωρε ἐξ οὐρανοῦ ἁγίου σου καὶ κατάπεμψον ἐφ ἡμᾶς, τούς τε τὰ δῶρα ταῦτα εὐτρεπίσαντας καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας, τὰς οὐρανίους δωρεάς σου, ὅτι ἐπὶ σοὶ ἠλπίκαμεν, τῷ ζῶντι Θεῷ, εἰς τοὺς αἰῶνας. Εὐλόγησον τὰς εἰσόδους καὶ ἐξόδους ἡμῶν, πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν ἡμῶν καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν θείων σου ἐντολῶν, ὅτι οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. Πρεσβείαις τῆς παναχράντου σου Μητρός, τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.