The Orthodox Pages ΤΟ ΙΕΡΑΤΙΚΟΝ
Η ΕΥΧΗ ΤΩΝ ΒΑΪΩΝ
|
||||
|
|
|||
|
Μετά τήν ὀπισθάμβωνον εὐχήν, κρουομένων τῶν κωδώνων, προπορευομένων τῶν φανῶν καί τῶν ἑξαπτερύγων καί ψαλλομένων τῶν Στιχηρῶν τῶν Αἴνων «Ὁ πλεῖστος ὄχλος Κύριε...», γίνεται λιτανεία περί τόν ναόν, τῶν Ἱερέων κρατούντων τό Ἱερόν Εὐαγγέλιον καί τήν Εἰκόνα τῆς Βαϊφόρου καί τῶν πιστῶν ἀκολουθούντων καί φερόντων κλάδους φοινίκων καί ἐλαίας. Συμπληρωθείσης τῆς λιτανείας, πρὸ τῆς δυτικῆς εἰσόδου καί βλέπων πρός δυσμάς, ὁ ἱερεύς ἀναγινώσκει τό Εὐαγγέλιον τοῦ Ὄρθρου (Ματθ. κα΄ 1 – 11 καί 15 – 17). Ἀκολούθως ἀναγινώσκει τήν εὐχήν τῶν Βαΐων.
Τοῦ Κυρίου δεηθῶμεν Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καί ψάλλεται τό ἀπολυτίκιον «Τήν κοινήν ἀνάστασιν...». Εἰσερχομένων τῶν πιστῶν εἰς τόν ναόν ψάλλεται τό «Εἴη τό ὄνομα Κυρίου...» καί γίνεται ἡ ἀπόλυσις· «Ὁ ἐπί πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...».
|
|