The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΕΥΧΗ ΕΙΣ ΓΥΝΑΙΚΑ

ΟΤΑΝ ΑΠΟΒΑΛΗΤΑΙ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε · νῦν, καὶ ἀεί, καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς ´).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεός ἡμῶν, ὁ τεχθείς ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ ἐν φάτνη ὡς βρέφος ἀνακλιθείς· Αὐτὸς τὴν παροῦσαν δούλην σου (τήνδε) τὴν σήμερον ἐν ἁμαρτίαις εἰς φόνον περιπεσοῦσαν, ἑκουσίως ἤ ἀκουσίως καὶ τὸ ἐν αὐτῇ συλληφθὲν ἀποβαλομένην, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος· καὶ συγχώρησον αὐτῇ τὰ ἑκούσια καὶ τὰ ἀκούσια πταίσματα· καὶ διαφύλαξον ἀπὸ πάσης τοῦ Διαβόλου μηχανουργίας· καὶ τὸν ῥύπον κάθαρον· τοὺς πόνους θεράπευσον· καὶ ῥῶσιν καὶ εὐρωστίαν τῷ σώματι σὺν τῇ χυχῇ αυτῆς, φιλάνθρωπε δώρησαι· καὶ δι' Ἀγγέλου φωτεινοῦ ταύτην περιφρούρησον ἀπὸ πάσης ἐπελεύσεως τῶν ἀοράτων δαιμόνων. Ναί, Κύριε, ἀπὸ νόσου καὶ μαλακίας, καὶ καθάρισον αὐτὴν ἀπὸ τοῦ σωματικοῦ ῥύπου καὶ τῶν ποικίλων αὐτῇ ἐπερχομένων σπλαγχνικῶν ἐνοχλήσεων· καὶ ἔξαξον αὐτήν, διὰ τῆς πολλῆς σου ἐλεημοσύνης ἐν τῷ ταπεινῷ αὐτῆς σώματι, καὶ ἀνάστησον αὐτὴν ἀπὸ τῆς κλίνης, ἧς περίκειται· ὅτι ἐν ἀμαρτίαις συνελήφθημεν καὶ ἐν ἀνομίαις ἐκυήθημεν καὶ διὰ ῥύπου πάντες ἐσμὲν ἐνώπιον σου, Κύριε, καὶ μετὰ φόβου βοῶμεν καὶ λέγομεν· Επίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε τὴν ἀσθένειαν ἡμῶν τῶν καταδίκων, καὶ συγχώρησον τῇ δούλῃ σου ταύτῃ, τῇ ἐν ἀμαρτίαις φόνῳ περιπεσούσῃ, ἑκουσίως ἀκουσίως, καὶ τὸ ἐν αὐτῇ συλληφθὲν ἀποβαλομένη καὶ πάντας τοὺς εὑρισκομένους καὶ ἁψαμένους αὐτῆς, κατὰ τὸ μέγα σου ἔλεος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἐλέησον καὶ συγχώρησον, ὅτι σὺ μόνος ἔχεις ἐξουσίαν ἀφιέναι ἁμαρτίας καὶ ἀνομίας· πρεσβείαις τῆς πανάγνου σου Μητρός, καὶ πάντων τῶν Ἁγίων. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ Πατρί, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ γίνεται Ἀπόλυσις