The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

 

 ΕΥΧΗ ΕΙΣ ΜΕΤΑΛΗΨΙΝ

ΣΤΑΦΥΛΗΣ ΤΗΣ 6 ΑΥΓΟΥΣΤΟΥ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Μετά τήν Ὀπισθάμβωνον Εὐχήν ψάλλεται τό Ἀπολυτίκιον τῆς Ἑορτῆς καί ἀναγινώσκεται ὑπό τοῦ Ἱερέως ἡ εὐχή εἰς τήν μετάληψιν σταφυλῆς. Αἱ σταφυλαί προτίθενται κάτωθεν τῆς εἰκόνος τοῦ Δεσπότου Χριστοῦ, ὅπου καί ἀναγινώσκεται ἡ Εὐχή

Τοῦ Κυρίου δεηθῶμεν.

Εὐλόγησον, Κύριε, τόν καρπόν τοῦτον τῆς ἀμπέλου τόν νέον, ὅν διά τῆς τοῦ ἀέρος εὐκρασίας, καί τῶν σταγόνων τῆς βροχῆς, καί τῆς τῶν καιρῶν γαλήνης εἰς ταύτην τήν ὡριμωτάτην στάσιν ἐλθεῖν εὐδόκησας, ἵνα ᾖ ἐν ἡμῖν τοῖς ἐξ αὐτοῦ τοῦ γεννήματος τῆς ἀμπέλου μεταλαμβάνουσιν, εἰς εὐφροσύνην, καί τοῖς προσενέγκασι δῶρον, εἰς ἐξιλασμόν ἁμαρτιῶν, διά τοῦ ἱεροῦ καί ἁγίου Σώματος καί Αἵματος τοῦ Χριστοῦ σου· μεθ οὗ εὐλογητός εἶ σύν τῷ παναγίῳ καί ἀγαθῷ, καί ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἴη τό ὄνομα Κυρίου....

Ἀπόλυσις:   ἐν τῷ ὄρει τῷ Θαβώρ μεταμορφωθείς ἐν δόξῃ ἐνώπιον τῶν Ἁγίων αὐτοῦ Μαθητῶν καί Ἀποστόλων, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...