The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΤΕΤΑΡΤΗ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος α' Πανεύφημοι Μάρτυρες

Ψηλάφησον λέγει τῷ Θωμᾷ, ἐκ νεκρῶν τριήμερος, ἐξαναστὰς ὁ φιλάνθρωπος, καὶ ἴδε χεῖράς μου, καὶ ποδῶν τὰς τρήσεις, καὶ πλευρὰς τὴν πόρωσιν, καὶ γνῶθί με Θεὸν ἀναλλοίωτον, γεῶδες φύραμα, κατ' οὐσίαν μορφωσάμενον, καὶ τὸ πάθος ἐν αὐτῷ δεξάμενον.

πόρει τὰς τρήσεις ἐνορῶν τῶν ποδῶν ὁ Δίδυμος, καὶ τῶν χειρῶν τὰ τυλώματα, καὶ ἦν θαμβούμενος τὸ φρικῶδες θαῦμα, καὶ χειρὶ τὴν ἄχραντον πλευρὰν καὶ ψηλαφῶν καὶ θεώμενος, ἐξ ὧν ὑπέδειξεν, ἀναμφίβολον τοῖς ἔθνεσι, τὴν ἐκ τάφου τριήμερον Ἔγερσιν.

Λαμβάνω μεγίστην χαρμονήν, σὴν Σωτήρ μου Ἔγερσιν, βεβαιουμένην θεώμενος, ἐξ ὧν ἠξίωται, τολμηρῶν πραγμάτων ὁ Θωμᾶς ἐφάψασθαι· διό σε τὸν ἁπλοῦν δογματίζομεν, Θεὸν καὶ ἄνθρωπον, ἐνεργείας δύο φέροντα, οὐσιώδεις τῶν ἐξ ὧν συντέθεισαι.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Κύριε, τῇ ἀστέκτῳ τῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν τὴν πλευρὰν ἐξεγύμνωσας, καὶ τραυμάτων σου χειρῶν καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· Ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρὶ τῆς σῆς διπλῆς οὐσίας ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Σταυρώσιμον

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.

Ἀναστάσιμον

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.

Μαρτυρικὸν

τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε. Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα· φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα Ὁμοούσιον.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

ψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἤλων δεῦρο ψηλάφησον πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε δόξα σοι.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος α' Σταυρώσιμον

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς δόξα σοι.

Ἀναστάσιμον

Ἰσαὰκ ἐν τῷ βουνῷ ἀνηνέχθη, ὁ Ἰωνᾶς ἐν τῷ βυθῷ κατηνέχθη καὶ ἀμφότεροι τὸ πάθος σου Σωτὴρ ἐξεικόνιζον, ὁ μὲν τὰ δεσμὰ καὶ τὴν σφαγὴν ὁ δὲ τὴν ταφὴν καὶ τὴν ζωήν, τῆς παραδόξου Ἐγέρσεώς σου, Κύριε, δόξα σοι.

Μαρτυρικὸν

Τὰς ἀλγηδόνας τῶν Ἁγίων ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Σταυροθεοτοκίον

Οἱ τὴν σὴν προστασιαν κεκτημένοι Ἄχραντε καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

ψάμενος χειρί, τῆς πλευρᾶς τῆς ἀστέκτου, ὁ Δίδυμος Θωμᾶς, οὐκ ἐφλέχθη τῇ ψαύσει, ἀλλ' ἔμεινε τοὺς μώλωπας ψηλαφῶν ἀκριβέστερον, καὶ φθεγγόμενος τῷ δι' ἡμᾶς λογχευθέντι· Σύ μου Κύριος, σὺ καὶ Θεός μου ὑπάρχεις, κἄν πάθος ὑπήνεγκας. (Δίς)

Εἰς τοὺς  ἲνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Σταυρώσιμον

Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως. (Δίς)

Ἀναστάσιμον

τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ Ἀναστάσει, σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Μαρτυρικὸν

μᾶς πανεύφημοι Μάρτυρες οὐ θλίψεις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμὸς οὐδὲ μάστιγες οὐ θυμὸς θηρῶν οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τῶν πόνων ὑμῶν μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε. Ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν λέγει τῷ Θωμᾶ· Δεῦρο ψηλάφησον καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Στιχηρὰ Προσόμοια

Ἠχος β' Οἶκος τοῦ Ἐφραθᾶ

θαύματος καινοῦ! ὢ παραδόξου τρόπου! πῶς χόρτος οὐκ ἐφλέχθη, ἡ χεὶρ τοῦ Ἀποστόλου, πυρὶ τῷ τῆς Θεότητος!

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Σπεύσωμεν καὶ ἡμεῖς, τὰς χεῖρας ἁγιάσαι, τῇ τῶν παθῶν ἀργίᾳ, καὶ οὕτω τοῦ Δεσπότου, τῆς πλευρᾶς ἐφαψόμεθα.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

γκαίνισον ψυχὴ πάσας σου τὰς αἰσθήσεις, πρὸς θείαν θεωρίαν· Χριστὸς γὰρ οὕτω θέλει, τελεῖσθαι τὰ ἐγκαίνια.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

ρα μοι νοητῶς τὴν ἀλλαγὴν τοῦ κόσμου, καὶ κόσμησον τὰ ἔνδον, ταῖς ἀρεταῖς ὡς φύλλοις ψυχή, καὶ ὡραΐσθητι.