The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΤΡΙΤΗ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ 

Προσόμοια τῆς Ἑορτῆς Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

τε, Μυροφόροι σε Χριστέ, λίαν τὸ πρωῒ ἐπεζήτουν, τὴν τῶν ἁπάντων ζωήν, μύρα καὶ ἀρώματα, ἔχουσαι ἤρχοντο, καὶ τῷ πόθῳ δακρύουσαι, ἤκουον ἐκ τάφου, νεανίου λέγοντος· Παύσασθε κλαίουσαι, ὅμως, τῇ ὑμῶν σωτηρίᾳ, χαίρουσαι βοήσατε πᾶσιν· Ὅτι ἐξεγήγερται ὁ Κύριος.

σμεν, ὦ εὐσχήμων Ἰωσήφ, σὲ Χερουβικὸν καθὼς ἅρμα, τὸν Βασιλέα Χριστόν, ὤμοις σου βαστάζοντα, Σταυροῦ κατάγοντα. Μακαρίζομεν χεῖράς σου, καὶ ὄμματα θεῖα, σέβομεν παλάμας σου, δι' ὧν τὸν Ἥλιον, Λόγον καί Θεὸν ἐπὶ τάφου, φέρων κατατέθεικας· ὅθεν, καὶ τὴν θείαν μνήμην σου γεραίρομεν.

φθη ἡ πανήγυρις ἡμῖν, τῶν θεοπρεπῶν Μυροφόρων, καὶ Ἰωσὴφ τοῦ σεπτοῦ, ἄλλος ὡς Παράδεισος, πηγὴν παρέχων ζωῆς, τὰ τῆς χάριτος νάματα ὀμβρίζει τῷ κόσμῳ, βρύει τῆς Ἐγέρσεως Χριστοῦ τὰ ῥεῖθρα θερμῶς, στίφη τῶν πιστῶν ἑορτάζει, καὶ κραυγάζει· Δόξα τῷ δόντι, τὴν αὐτοῦ Ἀνάστασιν τοῖς πέρασι.

Δόξα... Καὶ νῦν ... Ἦχος β'

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος β' Ἀναστάσιμον

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Κατανυκτικὸν

Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.

Μαρτυρικὸν

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασῴζεται.

Δόξα... Καὶ νῦν ... Ἦχος β'

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, Τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ. Δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ἡμᾶς προάγει εἰς τὴν Γαλιλαιαν.

 

Ἀπολυτίκιον

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Δόξα...

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ νῦν ...

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος β' Ἀναστάσιμον

Τὸν κόλπον τὸν ἄχραντον ἐν ὑψίστοις μὴ κενώσας, ταφὴν καὶ ἀνάστασιν ὑπὲρ πάντων κατεδέξω, Κύριε, δόξα σοι.

Κατανυκτικὸν

γὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον, Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω· Πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σῶσόν με.

Μαρτυρικὸν

φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος, Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

Θεοτοκίον

Τοὺς νόμους λαθοῦσα τῆς φύσεως, τῷ θείῳ τόκῳ τὴν παρθενίαν συνήρμοσας· μόνη γὰρ ἔτεκες τὸν πρὸ σοῦ γεννηθέντα ἀχρόνως· διό σε Θεοτόκε μεγαλύνομεν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος β'

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμα κενὸν θεασάμεναι, τοῖς Ἀποστόλοις ἔλεγον· Τὴν φθορὰν καθεῖλεν ὁ κραταιός, καὶ τοὺς ἐν Ἅδῃ ἥρπασε τῶν δεσμῶν. Κηρύξατε παρρησία, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. (Δίς)

 

Εἰς τοὺς Αἲνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος β' Ἀναστάσιμον

Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι. (Δίς)

Κατανυκτικὸν

Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.

Μαρτυρικὸν

Τὸν Σταυρὸν τοῦ Χριστοῦ λαβόντες οἱ ἅγιοι Μάρτυρες ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ Διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Δόξα... Καὶ νῦν ... Ἦχος β'

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι, τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; Ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν, ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Σέλας τὸ τρισήλιον ἐν γῇ σήμερον φαιδρῶς ἐξαστράπτει καὶ ζόφον αἴρει παθῶν, φαίνει ἡ Ἀνάστασις, Χριστοῦ, φρουροῦσα πιστούς, Ἀποστόλων χορεύουσι, τὰ τάγματα πόθῳ , Ἰωσὴφ εὐφραίνεται, καὶ Μυροφόρων σεπτῶν, μνήμη ἡ φαιδρὰ καταστέφει, τοὺς αὐτὰς πιστῶς εὐφημοῦντας, καὶ τὴν θείαν Ἔγερσιν δοξάζοντας.

Στίχ. Εὐδόκησας Κύριε, τὴν γῆν σου,ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

ρας ἐπὶ ὤμων Ἰωσήφ, τὸν ἐν δεξιᾷ τῇ πατρῴᾳ Υἱὸν καθήμενον, μύρον τὸ ἀκένωτον, μύροις ἐκήδευσας, τὴν τοῦ κόσμου ἀνάστασιν, προτέθεικας τάφῳ, τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον, λίθῳ συγκαλύπτεις ἀφράστως. Ὅθεν τούτου μέλπωμεν ὕμνοις, τὰ φωσφόρα Πάθη καὶ τὴν Ἔγερσιν.

Στίχ. λεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.

Φρίττει τῶν Ἀγγέλων ἡ πληθύς, σὲ ὦ Ἰωσὴφ καθορῶσα, Χριστὸν κηδεύοντα· κόσμος μακαρίζει σε, πιστοὶ θαυμάζομεν, τὴν σεπτήν τε Ἀνάστασιν, τιμῶντες ἐνθέως, σὺν ταῖς Μυροφόροις σε, θερμῶς γεραίρομεν· ὅθεν καὶ βοῶμεν ἀπαύστως· Πρέσβευε σὺν ταύταις σωθῆναι, καὶ ἡμᾶς κινδύνων τε καὶ θλίψεων.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

Μετὰ φόβου ἦλθον αἱ Γυναῖκες, ἐπὶ τὸ μνῆμα ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν, ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου καὶ ἀπόλυσις.