The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΤΡΙΤΗ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν

ναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι τῶν θυρῶν τοῖς φίλοις σου, παντοδύναμε, καὶ τῷ Θωμᾷ ἀπιστήσαντι τῶν ἥλων ὑπέδειξας διατρήσεις καὶ πλευράς, τὴν ἐκ λόγχης ἐκκέντησιν, βεβαιῶν αὐτὸν καὶ πιστούμενος Λόγε, ὡς αὐτὸς εἶ ὁ δι' οἶκτον ὑπομείνας, σωτηριώδη παθήματα.

Τὴν πολλὴν συγκατάβασιν, καὶ δι' οἶκτον ἀμέτρητον καθορῶν μου κένωσιν, μὴ ἀμφίβαλε, ἀλλὰ πιστώθητι Δίδυμε, ὁ Κύριος ἔφησεν, ὡς αὐτὸς ἐγώ εἰμι, ὁ παθὼν καὶ τριήμερος, ἐκ τοῦ μνήματος ἀναστάς, καὶ τοῦ ᾍδου τὰ ταμεῖα, ἐκκενώσας καὶ ζωώσας, τοὺς ἀπ αἰῶνος τεθνήξαντας.

κπλαγεὶς ὡς ἑώρακεν, ὁ Θωμᾶς ἀνεβόησεν· ὁπηνίκα εἶδέ σε, Παντοδύναμε. Σὺ εἶ Θεός μου καὶ Κύριος, πιστεύω φιλάνθρωπε, ὡς αὐτὸς εἶ ὁ παθών, καὶ τὰ πάθη ἰώμενος, τῶν ψυχῶν ἡμῶν, προσκυνῶ σου τὸ κράτος, καὶ τῷ κόσμῳ, διαγγέλλω τὴν φρικτήν σου, καὶ παντοδύναμον Ἔγερσιν.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δούς, τῷ Θωμᾶ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Ἀναστάσιμον

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Κατανυκτικὸν

τι ἐννοίαις πονηραῖς καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν Δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω Κύριε ἡ θυσία τῶν ψυχῶν ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς, φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Μετὰ τὴν Ἐγερσίν σου Κύριε συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης εἰρήνην παρέχων αὐτοῖς, πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

 

ΤΗ ΤΡΙΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα τῆς Ὀκτωήχου

Ἀναστάσιμον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως λύσας φόβον, δυνάμει Σταυροῦ.

Κατανυκτικὸν

Εἰ ὁ δίκαιος μόλις σῴζεται· ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεὸς καὶ σῶσόν με.

Μαρτυρικὸν

ς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον σταυρόν, καὶ τελέσαντες τὸν δρόμον ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Θεοτοκίον

ρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῇ· παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, καὶ πρεσβεύειν καὶ σῴζειν ἀπὸ ὀργῆς καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον

Τὸν Ἀπόστολον πάντες καὶ μαθητὴν τοῦ Χριστοῦ, εὐφημήσωμεν ὕμνοις ἐπὶ τῇ μνήμῃ αὐτοῦ· θεοπρεπῶς γὰρ τὰς ἡμῶν διανοίας αὐτὸς τύπους τῶν ἥλων ψηλαφῶν, βεβαίαν πίστιν ἐκζητῶν, ἐστήριξεν ἐν τῷ κόσμῳ καὶ δυσωπεῖ τὸν Σωτῆρα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Εἰς τοὺς Αἴνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Ἀναστάσιμον

Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος. (Δίς)

Κατανυκτικὸν

Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.

Μαρτυρικὸν

Οὗτοι οἱ στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δοξα... Καὶ νῦν... Ἦχος β'

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς, ἀφοβίαν καὶ εἰρήνην ἐδίδου, εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον, τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

μνήσωμεν πιστοί, ἀπαύστως σὺν Ἀγγέλοις, Χριστὸν τὸν ἀναστάντα, τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Θωμᾶς σου τὴν πλευρὰν εὔσπλαγχνε ψηλαφήσας, πρὸς πίστιν ἐπανῆλθε, καὶ ἡμεῖς δι' αὐτοῦ σε, Θεὸν λοιπὸν ἐπέγνωμεν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Νέμεις ὦ λυτρωτά, εἰρήνην τῷ λαῷ σου, ἐξαναστὰς τοῦ τάφου, καὶ κόσμον συνεγείρας, ἐξ ᾍδου Παντοδύναμε.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ, οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Ἀπολυτίκιον χος βαρὺς

σφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἐκτενής καὶ ἀπόλυσις