The Orthodox Pages

email: pater@christopherklitou.com

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΤΡΙΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΟΙΚΟΣΕΛΙΔΑ

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 

ΕΣΠΕΡΑΣ 

Τῶν Ἁγίων ἐνδόξων νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου, καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, τῶν ἐν Θερμῇ τῆς Λέσβου.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ.

Εἰς τὸ Λυχνικόν, ὁ Ἱερεὺς στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων·

Δόξα τὴ ἁγία, καὶ ὁμοουσίω, καὶ ζωοποιῶ, καὶ ἀδιαιρέτω Τριάδι πάντοτε, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καί εὐθύς ὁ Ἱερεύς ψάλλει τό: 

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)

Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους. 

Στίχος α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος δ' Αὕτη ἡμέρα, ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Καὶ νύν...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἶτα Ἱερεύς, γεγονωτέρα φωνὴ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας...

ΧΟΡΟΣ: Καὶ τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. 

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

 πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους ι καὶ ψάλλομεν Ἀναστάσιμα δ' καὶ τῶν Ἁγίων στ'.

ναστάσιμα. χος γ'.

Τῷ σῷ Σταυρῷ, Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Πεφώτισται τὰ σύμπαντα, τῇ Ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται· πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα Ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Τν γίων.

χος α'. το παραδόξου θαύματος.

το παραδόξου θαύματος! ς στέρες λαμπροί, κ τς γς νέτειλαν, ο Μάρτυρες το Χριστο, κόσμον εφραίνοντες. Λαμπρύνθητι μυστικς, τ τούτων αγλ Λέσβος χορεύουσα· εφράνθητι σν ατ, το Θεο κκλησία κραυγάζουσα· Χαίροις αφαλ θέοφρον, θλητν γλάισμα, κα Νικόλαε Μάρτυς, κα Ερήνη καλλιπάρθενε.

Βαβα τν σν μυστηρίων Χριστέ! σ γρ ξ γκάτων, τς γς φανερωσας, ες στήριγμα τν πιστν, κα μέγα καύχημα, τος πάλαι πρ το σο, περιφανς θληκότας νόματος, τν νδοξον αφαήλ, κα σν Ερήν τν θεον Νικόλαον. Ὅθεν τούτων τοῖς λειψάνοις, πίστει καταφεύγοντες, ἐξ αὐτῶν πᾶσαν δόσιν, κομιζόμεθα σωτήριον.

μῶν τιμῶμεν τὴν εὕρεσιν, Ῥαφαὴλ τρισμάκαρ, καὶ θεῖε Νικόλαε, τὴν μνήμην ὑμῶν λαμπρῶς, ἄγοντες σήμερον· ὁράσεσι γὰρ πολλαῖς, καὶ ἐνυπνίοις φαινόμενοι Ἅγιοι, ἐκφαίνετε τοῖς πιστοῖς, τῶν κεκρυμμένων τὴν γνῶσιν ἑκάστοτε, καὶ καθ' ὕπαρ παραδόξως, πρόσωπον πρὸς πρόσωπον, ὀπτανομενοι πάντας, καταπλήττετε τοῖς θαὺμασι.

Προσόμοια ἕτερα.

Ἦχος δ'. Ὡς γενναῖον ἓν Μάρτυσι.

Τῇ εὑρέσει τοϋ σκήνους σου, κεκρυμμένα μυστήρια, Ῥαφαὴλ μακάριε ἀπεκάλυψας, οἷς περ προέκρινας ἔνδοξε, ἐκφάνσει τῆς δόξης σου, ὑπουργῆσαι εὐσεβῶς, οἱ πιστῶς κατιδόντες σε, ἐθαμβηθησαν, τῆς δοθείσης σοι χάριτος τῷ πλούτῳ, καὶ ἐκήρυξαν τοῖς πᾶσιν, ὧν περ αὐτόπται γεγόνασι.

Καί τὴν ἔνδοξον κλῆσίν σου, καὶ πατρίδος τὸ ὄνομα, καὶ τὸν τρόπον Ἅγιε τῆς ἀθλήσεως, τὰ πρῴην ἅπασιν ἄγνωστα, ἡμῖν ἐφανέρωσας, Ῥαφαὴλ θαυματουργέ, ἐνωπίῳ ἐνώπιος, καθορώμενος· ὢ τῆς σῆς πρὸς ἡμᾶς πολλῆς εὐνοίας! διὰ τοῦτό σου τὴν χάριν, μεγαλοφώνως κηρύττομεν.

Τῆς Ἰθάκης τὸ βλάστημα, καὶ τῆς Λέσβου τὸ καύχημα, τῆς Θερμῆς τὸν μέγιστον ἀντιλήπτορα, μελῳδικῶς ἀνυμνήσωμεν, Ῥαφαὴλ τὸν ἔνδοξον, καὶ Νικόλαον ὁμοῦ, τὸν σὺν τούτῳ ἀθλησαντα, τὴν καλλίπαιδα, συνυμνοῦντες Εἰρήνην τοὺς ἐσχάτως, ἐν Θερμῇ φανερωθέντας, καὶ ξένα βλύζοντας θαύματα.

Δόξα. Ἦχος πλ. β'.

Σήμερον τῇ τοῦ Χριστοῦ Ἀναστάσει, λαμπρῶς πανηγυρίσωμεν, τὴν τῶν νεοφανῶν Μαρτύρων μνήμην, Ῥαφαὴλ τοῦ παμμάκαρος, Νικολάου τοῦ θεόφρονος, καὶ Εἰρήνης τῆς παρθένου, τοὺς σὺν αὐτοῖς ἀθλήσαντας τιμῶντες· οὗτοι γάρ, μιᾷ ψυχῇ ἀγωνισάμενοι, ἄθλησιν παθημάτων, ὑπὲρ Χριστοῦ ὑπέμειναν, καὶ ἀξίως ἐν οὐρανοῖς ἐδοξάσθησαν· ἐν γῇ δέ, ἀρρήτοις κρίμασιν, ἐν ἐτῶν περιόδοις κατακρυπτόμενοι, ἄρτι ἡμῖν ἐγνώσθησαν, πλήρεις δόξης οὐρανίου, πλήρεις φωτὸς πλήρεις χάριτος, θαυματουργοῦντες τὰ παράδοξα· ἃ οὐκ ἐγνωρίσθη γάρ, γενεαῖς ἑτέραις, ἀπεκάλυψαν ἡμῖν, τοῖς ἐγγὺς καὶ τοῖς πόρρω φαινόμενοι. Μέγας εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται πέρας, ὁ θαυμαστῶς μεγαλύνας, τοὺς Ἁγίους σου Μάρτυρας, καὶ παρέχων δι' αὐτῶν, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ἦχος γ'. Θεοτοκίον.

Πῶς μὴ θαυμάσωμεν τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν· ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῷαν φυλάξαντα. Διό, Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος, Φῶς ἱλαρόν

Προκείμενον Ἦχος βαρὺς

Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα δσα ἠθέλησεν ἐποίησεν.

Στίχ. θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Στίχ. Τί σοι ἐστί θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστρἀφης εἰς τὰ ὀπίσω;

Καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ' 9)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔοται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτισασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες... Καταξίωσον Κύριε... Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ.

Εἰς τὴν Λιτήν.

Ἰδιομελα. Ἦχος α'.

Εὐφραίνου ἐν Κυρίῳ ἡ Νῆσος Λέσβος, καὶ σκίρτα τῷ Πνεύματι, ἡ Ἐκκλησία τοΰ Θεοῦ· ἰδοὺ γὰρ ἐν τῷ λόφῳ Καρυῶν, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, καὶ λαλεῖ ἡμῖν τὰ κρείττονα, διὰ τῶν σεπτῶν αύτοῦ Μαρτύρων· Ῥαφαὴλ γὰρ καὶ Νικόλαος, οἱ πάλαι ἀριστεύσαντες, έπ' ἐσχάτων φανερωθέντες, τὸ μυστήριον τοΰ θείου θελήματος, πᾶ-σιν ἐκκαλύπτουσι· καὶ ξενοτρόπως φαινόμενοι, τῆς εὐσεβείας τὰ μεγαλεῖα, τρανῶς διηγοῦνται, καὶ λόγοις καὶ θαύμασιν, εἰς αἴνεσιν Χριστοῦ, καὶ στηριγμὸν καὶ ἑδραίωμα, τῶν βοώντων· Κύριε δόξα σοι.

Ἦχος β'.

Δεῦτε ἅπαντες πιστοὶ συνδράμωμεν, ἐν Καρυαῖς τῆς Θερμῆς, καὶ κατίδωμεν μυστήρια, Θεοΰ φανερούμενα. Ῥαφαὴλ γὰρ καὶ Νικόλαος, οἱ εὐκλεεῖς Ὁσιομαρτυρες, ὡς ἄνθη εὐωδέστατα, ἐκ γῆς λαγόνων ἀνεφάνησαν, καὶ τῇ τοῦ Πνεύματος χάριτι, εὐωδιάζουσι πάντας καὶ θεαρχικῇ βουλῇ δοξαζόμενοι, ἐν ἡμέρᾳ καὶ νυκτί, καὶ νεανίσκοις καὶ παρθένοις, καὶ ἀνδράσι καὶ γυναιξίν, ἐναργῶς ὁρῶνται, καὶ παρέχουσιν ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀλλὰ δόξα σοι Κύριε, ὁ δοξάσας τοὺς Ἁγίους σου, καὶ παρέχων δι' αὐτῶν, ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ'.

ερωσύνῃ σεμνυνόμενος, ὁσίως καὶ ἀμέμπτως διηκόνησας Χριστῷ, Ῥαφαὴλ ἱερώτατε καὶ διαπρεπὴς τῇ σοφίᾳ γενόμενος, ἀρετῆς τοῖς εἴδεσι, καὶ εὐσεβείας τῇ λαμπρότητι, λόγῳ καὶ ἔργῳ, τῇ Ἐκκλησίᾳ διέπρεψας καὶ τὸ ὑπὲρ Χριστοῦ μαρτύριον ἀναδεξάμενος, στερροτάτῃ ψυχῇ, τυραννικὴν μανίαν ἐφαύλισας, καὶ πικροτάτῳ θανάτῳ, τὸ τοΰ Σωτῆρος πάθος ἐδόξασας. Ἂλλ' ἡμῖν ἐπέφανας, μετὰ πολυχρόνιον κατάκρυψιν, ὡς ἐξ οὐρανίων ἀδύτων, τῆς τοῦ Κυρίου Ἀναστάσεως, τὰ ἀγαθὰ τεκμαιρόμενος, ὧν ἡμᾶς ἀξίωσον, θεοδεκτοῖς πρεσβείαις σου.

Ἦχος δ'.

ς ἀρετῆς ὑποφήτης, καὶ παιδοτρίβης καὶ ἀλείπτης, πρὸς θείας ἐπιδόσεις, Ῥαφαὴλ ἱερωτατε, τῷ σῷ ὑποδείγματι ὑπὲρ Χριστοῦ τεθνάναι, τῶν σῶν συμμαρτύρων ἐπτέρωσας τὸ φρόνημα· Νικόλαος γὰρ ὁ σεπτὸς Διάκονος, καὶ σὸς φοιτητὴς καὶ συνέκδημος, μαρτυρικὸν ἠγωνίσατο στάδιον καὶ Εἰρήνη ἡ καλλίπαις κόρη, ὡς εὐῶδες θῦμα, προσηνέχθη Χριστῷ, ὑπὲρ αὐτοῦ παραδοθεῖσα τῷ πυρὶ· ὡς προεξάρχων γὰρ αὐτῶν, μεγαλοπρεπῶς ἐδοξάσθης, καὶ τὴν δόξαν τὴν σήν, ἤδη τῷ κόσμῳ ἐφανερωσας. Ἂλλ' ἀπαύστως πρέσβευε, μετὰ τῶν σῶν συμμαρτύρων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'.

Πανηγύρεως ἡμέραν, λαμπρὰν ἡμῖν συγκροτοῦσι, Ῥαφαὴλ καὶ Νικόλαος, ἀρτιφανῶς ἡμῖν φανέντες. Πάντες τῇ αὐτῶν, συγχορεύσωμεν ἀναδείξει, καὶ τῶν θαυμάτων αὐτῶν, ἀπολαύοντες βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Μετὰ ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων.

Ἀναστάσιμον. Ἦχος γ'.

τῷ πάθει σου Χριστέ, ἀμαυρωσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἐσπερινον ὕμνον φιλάνθρωπε.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν στίχων αὐτῶν.

Ἦχος πλ. α'

Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα τῶν Ἁγίων.  Ἦχος πλ. δ'.

 Ὡς μιμηταὶ τοῦ πάθους τοΰ Σωτῆρος, τῆς αὐτοῦ Ἐγέρσεως τὴν ἔλλαμψιν, τῇ ἐκφάνσει ὑμῶν ἐκφαίνετε, Ἅγιοι Μάρτυρες· ὡς γὰρ ἐκεῖνος ἀναστάς, ταῖς σεμναῖς ἐνεφανίσθη Μυροφόροις, οὕτω καὶ ὑμεῖς, πισταῖς γυναιξί, τῆς ὄψεως ὑμῶν, ἐνεπιστεύθητε τὸ μυστήριον, τρανῶς αὐταῖς ἀπαγγέλλοντες, κεκρυμμένων πραγμάτων τὴν φανέρωσιν· ὧν ὁρῶντες τὴν ἔκβασιν, 'Ραφαήλ καὶ Νικόλαε, σὺν τῇ παρθὲνῳ Εἰρήνῃ, Χριστὸν μεγαλύνομεν, τὸν ὑμᾶς δοξάσαντα.

Καὶ νῦν. Ἦχος πλ. α'.

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Καὶ αὖθις τὸ Χριστὸς ἀνέστη...,

μεθ' ὃ τὰ Ἀπολυτίκια τῶν Ἁγίων.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τοῦ θείου λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθείσης σοι χάριτος· Σὺ γὰρ Ὁσιομαρτυς, 'Ραφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα.

Ἕτερον τοῦ Ἁγ. Ῥαφαήλ. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὀσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημήσωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ' ὄναρ καὶ καθ' ὕπαρ, ὑπερφυῶς ὀπτάνεται τοΐς κράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Ἀλλο, κοινὸν τῶν τριῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

ν Λέσβῳ ἀθλησαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαήλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.

Καὶ πάλιν τό, Χριστὸς Ἀνέστη, καὶ Ἀπόλυσις.

ΙΕΡΕΥΣ: Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νν καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον(γ΄) Πάτερ Ἅγιε εὐλόγησον.

ΙΕΡΕΥΣ

ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτού Μητρός, δυνάμει το τιμίου καὶ ζωοποιο Σταυρο, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις το τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστο Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ  πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ  καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ  θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ  Ἄννης, τῶν Ἁγίων ἐνδόξων νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου, καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, τῶν ἐν Θερμῇ τῆς Λέσβου, ὤν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ  σώσαι μᾶς, ὡς ἀγαθός καὶ φιλάνθρωπος.

ΙΕΡΕΥΣ: Χριστὸς ἀνέστη! (τρίς)

Ο ΛΑΟΣ:  ληθῶς  ἀνέστη! (τρίς)   

ΙΕΡΕΥΣ: Δόξα τῇ Ἁγίᾳ Αὐτοῦ τριημέρῳ ἐγέρσει.

Ο ΛΑΟΣ:  Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν.

Καί  ὁ Ἱερεὺς κατακλείει διά τοῦ 

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ο ΛΑΟΣ:  ληθῶς  ἀνέστη ὁ  Κύριος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΙΕΡΕΥΣ

Δόξα τὴ ἁγία, καὶ ὁμοουσίω, καὶ ζωοποιῶ, καὶ ἀδιαιρέτω Τριάδι πάντοτε, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καί εὐθύς ὁ Ἱερεύς ψάλλει τό: 

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)

Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους. 

Στίχος α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Καὶ νύν...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἶτα Ἱερεύς, γεγονωτέρα φωνὴ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας...

ΧΟΡΟΣ: Καὶ τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. 

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

 πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...

Τό, Πᾶσα πνοὴ 

ΙΕΡΕΥΣ

Εὐαγγέλιον

 κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 21: 12-19

Εἶπεν Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.

καὶ ἀμέσως,

 Δόξα... Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἰδιομελον. Ἦχος πλ. β'.

Μαρτυρικῶς ἀγωνισάμενοι, ἀθλητικῶν ἐπάθλων ἐτύχετε, Ὁσιομαρτυρες ἔνδοξοι· καὶ νῦν τῇ εὑρέσει, τῶν σεπτῶν ὑμῶν λειψάνων, ἁγιασμοῦ ἐπληρώσατε, οὐ μόνον τὴν νῆσον Λέσβον, ἀλλὰ καὶ πᾶσαν τὴν Ἐκκλησίαν εὐφράνατε· Χριστὸς γὰρ ὑμᾶς ἐδόξασεν, ὁ δοξασθεὶς ὑμῶν τοῖς μέλεσιν· ᾧ ἀεὶ πρεσβεύετε, Ῥαφαὴλ καὶ Νικόλαε σὺν Εἰρήνῃ, καὶ τοῖς λοιποῖς συναθληταῖς ὑμῶν, σῴζεσθαι ἡμᾶς πάσης θλίψεως.

ΔΙΑΚΟΝΟΣ

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν. τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυμαρτουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου: τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς Φωτηνής, Μαρίνης: Παρασκευῆς καὶ Εἰρήνης: τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν Ἁγίων ἐνδόξων νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου, καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, τῶν ἐν Θερμῇ τῆς Λέσβου, ὤν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων; ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (ιβ')

ΙΕΡΕΥΣ

λέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.  

Εἶτα οἱ Κανόνες, τοῦ Πάσχα καὶ τῶν Ἁγίων.

Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

 Ὠδὴ α'  Ἦχος α'  εἱρμὸς

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῶ ἀπροσίτω φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Τῶν Ἁγίων

ναστάσεως μελλούσης, προεκφαίνει ἡμῖν, πᾶσι τὴν θείαν δόξαν, ἡ τῶν λειψάνων τῶν σεπτῶν, ὑμῶν φανέρωσις ἐκ γῆς, σοφὲ 'Ραφαήλ, καὶ θεῖε Νικόλαε, τοὺς πιστοὺς ἁγιάζουσα.

Καταβασία

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὠδὴ γ'  Ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.

Νὺν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ἢ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοὶ Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοί, συνεσταυρούμην σοὶ χθὲς αὐτὸς μὲ συνδόξασον Σωτήρ, ἐν τῇ βασιλεία σου.

Τῶν Ἁγίων

Δεῦτε ἐν τῷ λόφῳ Καρυῶν, θεασώμεθα δόξαν Μαρτύρων ἄρρητον· ὁ γὰρ σοφὸς 'Ραφαήλ, ὁμοῦ σὺν τοῖς ἄλλοις Ἀθληταῖς, πιστοῖς πεφανέρωται.

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἡ Ὑπακοὴ Ἦχος δ'

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῶ κόσμω κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Κοντάκιον  Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὠδὴ δ'  Ὁ εἱρμὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ρσεν μέν, ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

θεοπάτωρ μὲν Δαυϊδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῶν Ἁγίων

πὶ ταῖς ὄψεσιν ὑμῶν, καὶ θεωρίαις ταῖς φρικταῖς, ἐν αἷς πολλαχῶς ὑμᾶς εἶδον, θάμβους ἐπληρώθησαν, γυναῖκες αἱ θεόφρονες, ὡς πάλαι αἱ σεμναὶ Μυροφόροι, καὶ ἐφανέρωσαν πᾶσιν ὑμᾶς Ἅγιοι.

Καταβασία

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὠδὴ ε'  Ὁ εἱρμὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταὶς τοῦ Ἄδου σειραίς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῶ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίω, καὶ συνεορτάσωμεν ταὶς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῶν Ἁγίων

ρθρίζοντες πλεῖστοι τῷ τάφῳ, ὑμῶν πολλῇ εὐλαβείᾳ, κατεῖδον ὑμᾶς ἐμφόβως, Μάρτυρες ἐκλάμποντας, φωτὶ τῷ ὑπὲρ ἔννοιαν, οἷα υἱοὺς τῆς ἀναστάσεως.

Καταβασία

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι ἡγίασται καὶ δεδόξασταί τό πάντιμον καί μεγαλοπρεπές ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. 

ΧΟΡΟΣ: μήν.

Ὠδὴ ς'  Ὁ εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σώα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεὶς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκω σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σώτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγῶν τῶ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῶν Ἁγίων

Κατῆρες, ἐκ τῆς Θράκης Πάτερ σοφέ, πρὸς τὴν Λέσβον ἀσφαλῶς καὶ προσῆλθες, εἰς Καρυῶν τὴν Μονήν, ἔνθα ἤθλησας, Ῥαφαὴλ θαυματουργέ, δι' ἀγάπην Κυρίου.

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

Σὺ γὰρ εἰ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Κοντάκιον. Τῶν Ἁγίων.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες, καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν ἐφανερωθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομαρτυρας, πάντες τιμήσωμεν.

Ὁ Οἶκος.

μοφρόνως ὁμοῦ συνοικήσαντες, ἐν Μονῇ Καρυῶν ἱερώτατοι, καὶ ἐν ταύτῃ νομίμως ἀθλήσαντες, ὑπὸ γῆν πολλοῖς χρόνοις ἐκρύπτεσθε, ἀρρήτοις κρίμασι, τοῦ Ἀθλοθέτου καὶ Ζωοδότου Λόγου, Ὁσιομαρτυρες πανθαύμαστοι. Ἀλλ' ὢ τῆς θαυμαστῆς ὑμῶν ἐμφανείας, καὶ ξένης ἀποκαλύψεως, καὶ πλουσίας ὄντως χάριτος! ἀρτίως γὰρ ἐκ γῆς τὰ λείψανα ὑμῶν ἀνεδείξατε, ὡς ἄνθη πανεύοσμα, καὶ θησαυροὺς θείους κοσμοποθήτους, μαρτυρικῆς πεπληρωμένα δωρεᾶς καὶ χάριτος, πλείστοις δὲ ἀνθρώποις, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ἐν ὁράσεσι καὶ ἐνυπνίοις, καὶ πρόσωπον πρὸς πρόσωπον παραδόξως ὀπτάνεσθε· οἵτινες θεωροῦντες τὴν δόξαν ὑμῶν, δόξαν ὡς Ἀθλητῶν τοῦ Χριστοῦ, χαίρουσι χαρὰν μεγάλην σφόδρα, καὶ εὐαγγελίζονται πᾶσιν, ἃ εἶδον καὶ ἤκουσαν παρ' ὑμῶν, συγκαλοῦντες πάντας πρὸς αἶνον ὑμῶν, ὑψηλῇ φωνῇ λέγοντες· δεῦτε ἐν μιᾷ σπουδῇ καὶ φωνῇ, τοὺς ἤδη παραδόξως ἀποκαλυφθέντας ἡμῖν, ὡς ἡμῶν προστάτας, καὶ θαυματουργοὺς Ὁσιομαρτυρας πάντες τιμήσωμεν.

Συναξάριον.

Τῇ Τρίτῃ τῆς Διακαινησίμου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων, νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων ἐν ἔτει 1463, τῇ 9ῃ Ἀπριλίου, ἓν ᾗ συνέπεσεν ἡ παροῦσα ἡμέρα, ἐν τῇ ἀρχαίᾳ Μονῇ τῶν Καρυῶν, τῇ οὔσῃ παρὰ τῇ Θερμῇ ἐν τῇ νήσῳ Λέσβῳ, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν φανερωθέντων.

Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον.

Στίχ. ς φῶς ἡμῖν ὤφθησαν Ραφαὴλ μέγα

μοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι.

Εἰς τὴν Ἁγίαν Εἰρήνην.

Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι

Στίχ. μῖν ἤδη ἔγνωσται θαύμασι ξένοις.

Εἰς τοὺς λοιποὺς ἀνωνύμους.

Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι

Στίχ. Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξῃς.

Ταῖς τῶν σῶν Ἁγίων Μαρτύρων πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν. (γ')

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. (γ')

Ὠδὴ ζ'  Ὁ εἱρμὸς

Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἕδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζώντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοὶς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτής, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ἢ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πάσιν ἐπέλαμψεν.

Τῶν Ἁγίων

Παῖδας ἐκ καμίνου ῥυσάμενος, ὑμῶν καὶ τὰ λείψανα, χρόνοις ἐν πολλοῖς, ἀδιαλώβητα τηρεῖ, ἐν τῷ βάθει τῆς γῆς θείᾳ χάριτι, ἃ νῦν ἀποκαλύψας τῷ κόσμῳ δοξάζει ὑμᾶς Μάρτυρες.

Καταβασία

Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ΧΟΡΟΣ: μήν.

Ὠδὴ η'  Ὁ εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐνὴ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καὶ νοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμω ἡμέρα τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοί, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἐῶ ἂς τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἐνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Ἁγίων

Αὕτη ἡ καινή, καὶ ἁγία ἡμέρα, ἐν ᾗ οἱ κεκρυμμένοι, θησαυροὶ φανεροῦνται, 'Ραφαήλ ὁ κλεινός, καὶ Νικόλαος Κυρίου οἱ Μάρτυρες, νέμει τοῖς ἐν κόσμῳ, χαρὰν καὶ εὐφροσύνην.

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐνὴ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. 

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Ὠδὴ θ'  Ὁ εἱρμὸς

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς τὸ καινὸν πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη.

θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.

Τῶν Ἁγίων.

Μεγάλυνον ψυχή μου, Ῥαφαὴλ τὸν μέγαν, ὁμοῦ σὺν Νικολάῳ, Εἰρήνην τὴν Ἁγίαν.

Λαμπρύνου ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ὁ Θεὸς γὰρ τῆς δόξης, ξένα σοι πεποίηκε, καὶ θαυμαστά, ἐν σημείοις πολλοῖς, ἄρτι ὡς φῶς, τοὺς πρὶν κεκρυμμένους, ἀποκαλύψας σοι Μάρτυρας.

Μεγάλυνον ψυχή μου, τοὺς Μάρτυρας Κυρίου, τούς νῦν φανερωθέντας, εἰς φῶς πιστῶν καὶ δόξαν.

θέας ἀρρήτου ἧς ἠξιώθησαν πιστοί, πολλαχῶς κατιδόντες, ὑμᾶς ἀξιάγαστοι, ὦ Ῥαφαήλ, τῆς Ἰθάκης βλαστέ, σὺν τῷ κλεινῷ, ἅμα Νικολάω, καὶ τῇ Εἰρήνῃ τῇ θεόφρονι.

Δόξα.

Μεγάλυνον ψυχή μου, Τριάδα τὴν Ἁγίαν, τὴν δείξασαν τῷ κόσμῳ, ὡς φῶς τοὺς Ἀθλοφόρους.

Πάσχα τοῦ θείου· οὗ ἠξιώθητε τανῦν, Ῥαφαὴλ θεοφόρε, καὶ θεῖε Νικόλαε, σὺν τοῖς λοιποῖς, σὺν ὑμῖν Ἀθληταῖς. 'Ἀλλ' εὐλογεῖν, σὺν τῇ νήσῳ Λέσβῳ, πάντα πιστὸν μὴ διαλίπητε.

Καὶ νῦν.

Μεγάλυνον ψυχή μου, τὴν μόνην Θεοτόκον, τὴν σκέπουσαν τὸν κόσμον, ἐκ πάσης ἐπηρείας.

ψίστου καθέδρα, καὶ φωτοστόλιστε ναέ, Θεοτόκε Παρθένε, κόρη παντευλόγητε, σκέπε, ἀεί, τὴν σεπτήν σου Μονήν, καὶ τοῖς πιστοῖς, δίδου πᾶσαν χάριν, ταῖς τῶν μαρτύρων δεήσεσι.

Καταβασία

Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐξαποστειλάριον  αὐτόμελον

Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τῶν Ἁγίων, ὅμοιον.

Σαρκὶ ὀφθέντες ἀπὸ γῆς, οἱ οὐρανοῖς τιμώμενοι, ὦ Ῥαφαὴλ Νικόλαε, Εἰρήνη ἅμα τῇ σεπτῇ, χαρᾶς ἡμᾶς ἐπλήσατε· διὸ ὑμῶν τιμῶμεν, τὴν εὕρεσιν Μάρτυρες.

Καὶ πάλιν τὸ τοΰ Πάσχα·

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Εἰς τοὺς Αἴνους

 Ἱστῶμεν Στὶχ. η', καὶ ψάλλομεν Στιχηρά, Ἀναστάσιμα τῆς Ὀκτωήχου δ', καὶ τοῦ Πάσχα δ'.

Ἦχος γ'

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, ἐλέησον ἡμᾶς.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

ν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον, ἐλέησον ἡμᾶς.

Τῶν Ἁγίων. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

νῆσος Λέσβος ἀγάλλου πᾶσα καὶ χόρευε, ἐπὶ τῇ παραδόξῳ, τῶν Μαρτύρων εὑρέσει, τὸ χαίρετε βοῶσα αὐτοῖς ἐν χαρᾷ, Ῥαφαὴλ καὶ Νικόλαε· ἄρτι γνωσθέντες γὰρ ὤφθητε τοῖς πιστοῖς, ἀληθὴς δόξα καὶ στήριγμα.

κ τῆς Ἰθάκης .βλαστήσας ὦ Ῥαφαὴλ θαυμαστέ, ἐν Λέσβῳ δὲ ἀσκήσας, καὶ ἀνδρείως ἀθλήσας, ταύτην ἁγιάζεις τῇ τοῦ σεπτού, ἀνευρέσει λειψάνου σου, καὶ ταῖς πολλαῖς ἐμφανείαις δι' ὧν πιστοῖς, χάριν νέμεις τὴν σωτήριον.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Διακονήσας ἐνθέως Χριστῷ Νικόλαε, καὶ ἀνδρικῶς ἀθλήσας, Ῥαφαὴλ σὺν τῷ θείῳ, ἅμα καὶ Εἰρήνῃ ὑπὲρ Χριστοῦ, μετὰ χρόνιον ἔγκρυψιν, ἑξανατέλλετε κόσμῳ περιφανῶς, ὡς ἀστέρες φαεινότατοι.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Σιὼν ὡς ὄρος ὁρᾶται ὁ λόφος τῶν Καρυῶν, ἔνθα θεοσημείαι, παραδόξως τελοῦνται· σπεύσωμεν οὖν πάντες πίστει θερμῇ, Ῥαφαὴλ καὶ Νικόλαον, καὶ τὴν Εἰρήνην καὶ πάντας τοὺς ἐν αὐτῷ, μαρτυρήσαντας γεραίροντες.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.

Ἦχος πλ. α'

Στίχος: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχος: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.

Στίχος: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. α'.

Νομίμως ἀθλήσαντες, ἀξίως ἐν οὐρανοῖς ἐδοξάσθητε, Ὁσιομαρτυρες ἔνδοξοι. Ταύτης οὖν τῆς δόξης τάς δαψιλεῖς ἀντιμισθίας, μετὰ πολυχρόνιον κατάκρυψιν, ἐφάνητε ἡμῖν γνωρίζοντες, ἐν δυνάμει σημείων καὶ τεράτων, καὶ ὑπερβολῇ ἀποκαλύψεων, καὶ Πνεύματος Ἁγίου μερισμοῖς, εἰς περιποίησιν πιστῶν καὶ σωτηρίαν. Ἂλλ' ὦ Μάρτυρες Χριστοῦ, Ἐκκλησίας δόξα καὶ ἑδραίωμα, 'Ραφαήλ θαυματουργέ, σὺν Νικολάῳ τῷ Διακόνῳ, καὶ Εἰρήνη τῇ παρθένῳ, καὶ τοῖς λοιποῖς ὑμῶν συναθληταῖς, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νύν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Και ἄρχεται ἡ Θεία Λειτουργία.

ΙΕΡΕΥΣ

Εὐλογημένη ἡ Βασιλεία τοῦ  Πατρὸς καί τοῦ  Υἱοῦ καί τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν  αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

ὁ Ἱερεὺς κρατῶν τό τρίκηρον ἀνημμένον καί θυμιατό, θυμιᾷ πρό τῆς ἁγίας Τραπέζης ψάλλων τό:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)

Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους. Καί εἰς μέν τόν α΄ στίχον Ἀναστήτω ὁ Θεός... ἵσταται  ὁ Ἱερεὺς πρό τῆς ἁγίας Τραπέζης, εἰς δέ τόν β΄ στίχον Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν... εἰς τό δεξιόν μέρος αὐτῆς, εἰς τόν γ΄ στίχον Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ... εἰς τό ἀπέναντι μέρος τῆς ἁγίας Τραπέζης, εἰς το δ΄ στίχον Αὕτη ἡ ἡμέρα... εἰς τό ἀριστερόν μέρος αὐτῆς, εἰς τό Δόξα Πατρί, ἀπέναντι τῆς ἁγίας Προθέσεως καί εἰς τό Καί νῦν αὖθις ἵσταται πρό τῆς ἁγίας Τραπέζης, ὅτε συμπληροῦται τό ἔνατον Χριστὸς ἀνέστη. Μετ᾿ αὐτό τό δέκατον ψάλλει ὁ Ἱερεὺς πρό τῆς ἁγίας Τραπέζης, μέχρι τοῦ θανάτω θάνατον πατήσας. Ψαλλόντων δέ τῶν χορῶν καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος, θυμιᾷ τήν ἁγίαν Τράπεζαν, τό εἰκονοστάσι καί τόν λαόν. Καί ἄρχεται ἡ Θεία Λειτουργία τοῦ Ἰωάννου τοῦ Χρυσοστόμου.

Στίχος α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Καὶ νύν...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρα φωνὴ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας...

ΧΟΡΟΣ: Καὶ τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

 πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

 πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον α'

 Ἦχος πλ. α'

Στίχος: λαλάξατε τῶ Κυρίω πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Στίχος: Ψάλατε δὴ τῶ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Στίχος: Εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Στίχος: Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοὶ καὶ ψαλάτωσάν σοί, ψαλάτωσαν δὴ τῶ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Δόξα... Καὶ νύν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Ἀντίφωνον β'

Ἦχος πλ. α'

Στίχος: Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: Τοῦ γνῶναι ἐν τῇ γῆ τὴν ὁδόν σου, ἐν πάσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: ξομολογησάσθωσάν σοὶ λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοὶ λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Δόξα... Καὶ νύν...

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτω θάνατον πατήσας, εἰς ὤν της Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ'

Ἦχος πλ. α'

Στίχος: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Ἀπολυτίκιον  Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. 

Εἰσοδικὸν

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Εἶτα τὸ

 Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῶ κόσμω κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τοῦ θείου λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθείσης σοι χάριτος· Σὺ γὰρ Ὁσιομαρτυς, 'Ραφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα.

Ἕτερον τοῦ Ἁγ. Ῥαφαήλ. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὀσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημήσωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ' ὄναρ καὶ καθ' ὕπαρ, ὑπερφυῶς ὀπτάνεται τοΐς κράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Ἀλλο, κοινὸν τῶν τριῶν Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

ν Λέσβῳ ἀθλησαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαήλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.

Κοντάκιον  Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.

Ἀπόστολος τῶν Ἁγίων

Προκείμενον. Ἦχος δ'

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ. ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.

Κεφ.  10:34-43

ν ἐν ταῖς ἡμέραις ἐκείναις, ἀνοίξας Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, ἀλλ᾿ ἐν παντί ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς ᾿Ισραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ᾿Ιησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος· ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς ᾿Ιουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ᾿Ιωάννης, ᾿Ιησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ῾Αγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ· καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ᾿Ιουδαίων καὶ ἐν ῾Ιερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπί ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

λληλούϊα [3]. Ἦχος πλ. δ [Ψαλμός 131].

Στίχ. ανάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.

Στίχ. αμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Εὐαγγέλιον - Τρίτης τῆς Διακαινησίμου

κ τοῦ κατὰ Λουκᾶν

Κεφ.24: 12-35

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ, ᾗ ὄνομα ᾿Εμμαούς· καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ  μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ. Ὅπως τε παρέδωκαν αὐτὸν οἱ Ἀρχιερεῖς καὶ οἱ Ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν οἱ Προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν Προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ, καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ· καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Εις τό Εξαιρέτως:

Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.

Ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν λέγεται τό:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀντὶ  τοῦ Εἴη τὸ ὄνομα Κυρίου λέγεται τό:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (γ΄ χῦμα)

Ἀπόλυσις: Γίνεται διαλογική Ὡς ἀκολούθως:

ΔΙΑΚΟΝΟΣ

Του Κυρίου δεηθῶμεν

ΙΕΡΕΥΣ

Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν  αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νν καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον(γ΄) Πάτερ Ἅγιε εὐλόγησον.

ΙΕΡΕΥΣ

ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτού Μητρός, δυνάμει το τιμίου καὶ ζωοποιο Σταυρο, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις το τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστο Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ  πανευφήμων Ἀποστόλων, το ἁγίου ἐνδόξου καὶ  πανευφήμου Ἀποστόλου Βαρνάβα - ἱδρυτο καὶ προστάτου τς Ἁγιωτάτης Ἐκκλησίας τς Κύπρου, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ  Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ  καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ  θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ  Ἄννης, τῶν Ἁγίων ἐνδόξων νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου, καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης, τῶν ἐν Θερμῇ τῆς Λέσβου, ὤν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ  σώσαι μᾶς, ὡς ἀγαθός καὶ φιλάνθρωπος.