The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΠΕΜΠΤΗ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Κόλπους μὴ λιπὼν τοὺς πατρικούς, ὤφθης ἐπὶ γῆς σαρκοφόρος δι' εὐσπλαγχνίαν Χριστέ, πάθος τε καὶ θάνατον καταδεξάμενος ἐξανέστης τριήμερος, θυρῶν κεκλεισμένων ἔνδον εἰσελήλυθας, ὡς παντοδύναμος· ὅθεν, τὴν πλευράν σου τὴν θείαν, χαίρων ὁ Θωμᾶς ψηλαφήσας, Κύριον καὶ κτίστην σε ἐδόξασεν.

λοις προσηλώθης τῷ Σταυρῷ, λόγχῃ τὴν πλευρὰν ἐκεντήθης, χολῆς ἐγεύσω Χριστέ, θάνατον ὑπέμεινας, τάφῳ τεθεὶς ὡς νεκρός, ὡς Θεὸς δὲ συνέτριψας, δεσμοὺς τούς τοῦ ᾍδου καὶ συνεξανέστησας τοὺς ἀπ' αἰῶνος νεκρούς· ὅθεν, τὰς σφραγῖδας μὴ λύσας, σοῦ τοῖς Μαθηταῖς ἐνεφάνης, τὴν σὴν ἐξανάστασιν πιστούμενος.

Πάσχα ἡ παροῦσα Ἑορτή, Πάσχα μυστικόν, Πάσχα θεῖον Πάσχα σωτήριον, Πάσχα πρὸς ἀθάνατον ζωὴν μετάγον ἡμᾶς, Πάσχα πᾶσαν κατήφειαν ἐξαῖρον ἐκ μέσου, Πάσχα τὴν εὐφρόσυνον χάριν διδὸν Μαθηταῖς· ὅθεν, ὁ Θωμᾶς ἀνεβόα· Κύριος Θεός μου ὑπάρχεις ὁ σκυλεύσας ᾍδου τὰ βασίλεια.

Δόξα... Καὶ νῦν Ἦχος δ'

τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ· ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Ἀναστάσιμον

Τῷ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε δόξα σοι.

Ἀποστολικὸν

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

τῶν Ἀποστόλων παναρμόνιος λύρα ἐξ Ἁγίου Πνεύματος κινουμένη τὰς τῶν στυγηρῶν Δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων καὶ προσκυνεῖν ἐδίδαξε, Τριάδα Ὁμοούσιον.

Μαρτυρικὸν

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Πανεύφημοι Μάρτυρες ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς, ὁ Δεσπότης· σύ μου εἶ καὶ Θεὸς ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΙ

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα τῆς Ὀκτωήχου

Ἀναστάσιμον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

ν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, ἐγείρας τὸν Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοι ζωοδότα· Δόξα τῷ θείῳ πάθει σου Χριστέ, δόξα τῇ Ἀναστάσει σου. δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Ἀποστολικὸν

Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τοὺς Βασιλεῖς, καὶ τὴν Πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι Δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

Θεοτοκίον

Προφῆταί σε τρανῶς, προκατήγγειλαν Κόρη, Μητέρα τοῦ Θεοῦ, καὶ Ἀπόστολοι θεῖοι, ἐν κόσμῳ ἐκήρυξαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν· ὅθεν ἅπαντες, εὐσεβοφρόνως τιμῶντες, ἀνυμνοῦμέν σε, καὶ Θεοτόκον κυρίως, ἀεὶ ὀνομάζομεν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

δών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα· δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλάς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασιν. (Δίς)

Εἰς τοὺς Αἲνους,

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Ἀναστάσιμον

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ. Ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρὸν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον Κύριε, δόξα σοι. (Δίς)

Ἀποστολικὸν

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.

Μαρτυρικὸν

γαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἑπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, τῷ Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλ' ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς, τῆς Ἐγέρσεως αὐτοῦ ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

Στιχηρὰ Προσόμοια

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Κατήφεια παθῶν, καὶ λογισμῶν ἡ ζάλη, μακρὰν ἐξοριζέσθω, καὶ οὕτως ἐξανθήσει τὸ ἔαρ τὸ τῆς πίστεως.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

φθης τοὶς ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, δι' αὐτῶν ἐγκαινίζων, τὸ θεῖον Πνεῦμα σήμερον.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Ἰησοῦ Βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ, τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.