The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΠΕΜΠΤΗ ΤΗΣ E΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

Στιχηρὰ Προσόμοια τῆς Σαμαρείτιδος γ'

Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς

Παρὰ τὸ φρέαρ Χριστὸς τὴν Σαμαρεῖτιν, εὑρὼν ἐξῃτήσατο, ὕδωρ πιεῖν ἐξ αὐτῆς, διψῶν τὴν ταύτης διόρθωσιν, καὶ σωτηρίαν, ὃ καὶ ἐγνώσθη ἔργοις πληρούμενον· ταύτην γὰρ ἀνέλκουσαν πόμα τοῦ ὕδατος, αὐτὸς ἀνέλκει, καὶ πόματος, πληροῖ τοῦ ζῶντος, τοῖς συμπολίταις διαγορεύουσαν, ἰδοὺ ὁ πάλαι, ἐν τῷ νόμῳ ῥηθεὶς Μεσσίας Χριστός, ἐπεφάνη ὡς ἄνθρωπος, ἐννοιῶν κεκρυμμένων, ἐκκαλύπτων τὰ ἀπόρρητα.

δοὺ Μεσσίας Χριστὸς τοῖς ἐν τῇ πόλει, ἐν γῇ πεφανέρωται, ἡ Σαμαρεῖτις φησίν, ὁ γεγραμμένος ἐλεύσεσθαι, ἐν νόμῳ πάλαι, Προφήτης μέγας, Θεὸς καὶ ἄνθρωπος, ὃς καὶ τὰ πρακτέα μοι ἐπεξηγήσατο, καὶ τὰ ἐν βάθει καρδίας μου, ἐγκεκρυμμένα, πάντα μοι εἶπεν ὡς ἐπετέλεσα. Ὅθεν ἡ πόλις συνδραμοῦσα ὁρᾷ, τοὺς λόγους αὐτῆς κατὰ πᾶν ἀληθεύοντας, καὶ τὸ πρᾶγμα θαυμάζει, καὶ πιστοῦται τῷ θεάματι.

Σὲ τὸν ἐν ἕκτῃ τῇ ὥρᾳ ὡς Δεσπότην ποτὲ πρὸς Παράδεισον περιπατοῦντα Θεόν, ἡ τῆς Προμήτορος ἔβλεψε θυγάτηρ πάλιν, ἐν ὥρᾳ ἕκτῃ οὕτω καθήμενον, ἔνθα πηγὴ ὕδατος, καὶ φρέαρ ὤρυκτο, καὶ ἐξ αὐτῆς ἐξαιτούμενον, πιεῖν ὡς ὕδωρ, αὐτὴν ποτίσῃς ζωῆς ἁλλόμενον ὃ καὶ ἐπράχθη καὶ τοῦ ὕδατος, ζωηφόρου τοῦ σοῦ ἐκροφήσασα, τοῖς ἐν πόλει κηρύττει, τὴν τοῦ νάματος δαψίλειαν.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

πὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως· Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἠχος δ' Ἀναστάσιμον

Πύλας Ἄδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Ἄποστολικόν

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Τῶν Ἀποστόλων τὸν χορόν, Πνεύματι ἁγίῳ ἐφώτισας Χριστέ, καὶ ἡμῶν τὸν ῥύπον τῆς ἁμαρτίας, δι' αὐτῶν ἀπόπλυνον ὁ Θεός, καὶ ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

χοντες παρρησίαν πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Ἦχος β'

πὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.

Ἀπολυτίκιον Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος δ' Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου

Ἀναστάσιμον Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

σταυρωθεὶς ὑπὲρ ἡμῶν ἑκουσίως, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς Ζωοδότα, καὶ ἀναστὰς τριήμερος Χριστὲ ὁ Θεὸς ἔθραυσας δυνάμει σου, τοῦ θανάτου τὸ κράτος, πάντας τῇ Ἐγέρσει σου, τοὺς ἐν Ἅδῃ ζωώσας, καὶ ἀνυμνοῦντες σέβομεν τὴν σήν, Ἔγερσιν πάντες, ἀθάνατε Κύριε.

Ἀποστολικὸν

Ταχὺ προκατάλαβε

Φωστῆρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Σωτήρ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι, ψυχὰς καταυγάζοντας, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας καταλάμψας τῷ κόσμῳ. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν

Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, τὴν πλάνην ἐνίκησαν τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Παρθένε πανάμωμε τὸν ὑπεράγαθον, Θεὸν ἡ κυήσασα, σὺν Ἀποστόλοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος μόνη πανύμνητε.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Σαμαρείτιδος

Ἦχος πλ. β'

ς τῇ πιστῇ Σαμαρείτιδι Κύριε, τῆς Θεότητος τῆς σῆς τὴν πηγὴν ἠνέῳξας, καὶ ἔβλυσας θεογνωσίαν ἐπ' αὐτήν, ἀρδεύων πόμα θεόληπτον, καὶ νῦν πᾶσιν ἡμῖν κατάπεμψον, πταισμάτων ἱλασμὸν ὑπεράγαθε. (Δίς)

Εἰς τοὺς Αἴνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος δ' Ἀναστάσιμον

Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. (Δίς)

Ἀποστολικὸν

Τοὺς ἀγραμμάτους Μαθητάς, τὸ Πνεῦμά σου τὸ ἅγιον, παιδευτὰς ἀνέδειξε Χριστὲ ὁ Θεὸς καὶ τῇ πολυφθόγγῳ ἁρμονίᾳ τῶν γλωσσῶν, τὴν πλάνην κατήργησεν, ὡς παντοδύναμος.

Μαρτυρικὸν

Πῶς ὑμῶν θαυμάσωμεν τοὺς ἀγῶνας, ἅγιοι Μάρτυρες, ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε, οὐκ ἐφόβησαν ἡμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ἡμᾶς τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Ἦχος β'

συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας· Οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια τῆς Σαμαρείτιδος

Ἦχος δ' Ὡς γενναῖον ἐν μάρτυσιν

Σὺ πηγὴ ἀγαθότητος, καθυπάρχων καὶ πέλαγος, τῆς ζωῆς ταμίας τε, μόνε εὔσπλαγχνε, πῶς γυναικὶ Σαμαρείτιδι, ὁμιλῶν ἐφώνησας, δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς τὴν ἄφεσιν. Ἀνυμνοῦμέν σου, τὴν πολλὴν εὐσπλαγχνίαν, δι' ἧς σῴζεις, τῶν βροτῶν ἄπαν τὸ γένος, διὰ πολλὴν ἀγαθότητα.

Στίχ. ντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.

Δεῦτε ἴδετε ἄνθρωπον, ὃς ἐξεῖπέ μοι σήμερον τῇ πηγῇ καθήμενος, τί ἐποίησα. Προφήτης γὰρ ἀληθέστατος, ὑπάρχει καὶ μέγιστος, τὰ κρυπτὰ καὶ φανερά, ἐπιστάμενος ἅπαντα, ἀλλὰ δώρησαι, ὕδωρ ζῶν, ὂ παρέχεις τοῖς διψῶσιν, ἵνα μὴ διψήσω πάλιν εἰς τὸν αἰῶνα φιλάνθρωπε.

Στίχ. γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.

πηγὴ ἡ ἀέναος, ἡ ζωὴ ἡ ἀθάνατος, ῥεῖθρον τὸ ἀκένωτόν τε καὶ ἄφθαρτον, ὁδοιπορήσας ἐκάθητο, πλησίον τοῦ φρέατος, τοὺς οἰκείους Μαθητάς, ἀποστείλας πρός βρώματα, προσωμίλει δέ, γυναικὶ ἀπαντλούσῃ, ταύτην θέλων, τοῦ θηρεῦσαι καὶ φωτίσαι, τὰ τῆς ψυχῆς αὐτῆς ὄμματα.

Δόξα... Καὶ νῦν ... Ἦχος γ'

γαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ ἐκ κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόμενος· διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.