The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΠΕΜΠΤΗ ΜΕΤΑ ΤΗΝ

ΠΕΝΤΗΚΟΣΤΗΝ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΕΣΠΕΡΑΣ

Στιχηρὰ τῆς Ἑορτῆς γ

Ἦχος α' τῷν οὐρανίων ταγμάτων

Μωσῆς ἐν ὄρει τὸν ὄντα, πυρὶ τεθέαται, ἀλλὰ καὶ τοῖς θεόπταις, καὶ σοφοῖς Ἀποστόλοις, τὸ πνεῦμα πυριμόρφως κάτεισι νῦν, ὡς σαφῶς ὑπεμφήνειεν, ὡς εἷς Θεός ὁ λαλήσας, τότε καὶ νῦν, ἐν ταυτότητι τῆς φύσεως.

ν πυριμόρφοις ταῖς γλώσσαις, οἱ θεορρήτορες, βαπτίσματος τοῦ θείου, οἱ πρὸς ὕδωρ καλοῦντες, ῥητόρων φληναφίας, ἀθέων πυρί, τῷ τοῦ Πνεύματος ἔφλεξαν, ἀλλὰ φωτίσαις Παράκλητε καὶ ἡμᾶς, τοὺς πιστῶς θεολογοῦντάς σε.

Καὶ τοὺς ἐν ὕλῃ Θεέ μου, σοὶ λειτουργήσαντας, προσλαβομένῳ πάχος, τὸ τῆς ὕλης ἀρρήτως, ὡς πάλαι τοὺς ἀΰλους, πυρὶ καινουργεῖς, φλογεροὺς τῷ τοῦ Πνεύματος. Ὡς πολυΰμνητος πέλεις, ὡς θαυμαστός, ἐν τοῖς ἔργοις σου φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Ἦχος β'

ν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν

μοδύναμον, σύνθρονον, συμφυὲς καὶ συνάναρχον, τῷ Πατρί, τῷ Λόγῳ τε, Πνεῦμα ἅγιον, συμπαντουργόν, συναΐδιον, πανάγαθον, πάνταρχον, τοὺς τοῦ Λόγου Μαθητάς, ἐμφορῆσαν ἐσόφισεν, ἐν τοῖς ἔθνεσιν, ἐν φωναῖς πολυγλώσσοις καταγγέλλειν, τοῦ Θεοῦ τὰ μεγαλεῖα, καὶ τῆς Τριάδος τὰ δόγματα.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Τὰ τῇ μέθῃ σκοτούμενα, τῆς ἀγνοίας θεάνθρωπε, τῶν ἐθνῶν συστήματα, τὰ πολύσπορα, ὑψηγοροῦντας ἐν πνεύματι, τὰ θεῖα τοὺς Μύστας σου, πολυγλώσσοις λαλιαῖς, ἀπεκάλουν μεθύοντας, τοὺς ἐλάσαντας, τῆς ἀπάτης τὴν μέθην, ἀλλ' ἡμεῖς σε, δι' αὐτῶν ἐπεγνωκότες, θεολογοῦμεν σῳζόμενοι.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.

πηγὴ ἡ ἀΐδιος, ἀενάως ἡ βρύουσα, ποταμὸν ἀνέκφραστον ἀγαθότητος, ὕδωρ τὸ ζῶν ἀεὶ βλύζουσα, συμφύτως προχέουσα, ταῖς αὐτοῦ ἐπιρροαῖς, τὴν ψυχήν μου κατάρδευσον, λυτρουμένη με, τῷν παθῶν τῆς καμίνου, τοῦ φλογμοῦ τε, τῶν δεινῶν πειρατηρίων, καὶ τοῦ πυρὸς τῆς κολάσεως.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Τριάδα ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.

 

ΤΗ ΠΕΜΠΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

δοὺ προφητικαί, περαιοῦνται προρρήσεις· ὁ τούτους γὰρ αὐγαῖς, ἀμυδραῖς ἐκκαλύψας μελλόντων τὴν δήλωσιν, ὡς Θεὸς ὁ Παράκλητος, νῦν ἐκκέχυται, τοῖς Ἀποστόλοις πλουσίως, διὰ τούτων δέ, καὶ τοῖς πιστῶς προσκυνοῦσι, Τριάδα τὴν ἄκτιστον. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

τοῦ Πνεύματος αἴγλη τοὺς Ἀποστόλους σου, ἐμφορήσασα Σῶτερ, φωστῆρας ἔδειξε, τὴν τῶν αἱρέσεων ἀχλύν, ἀποδιώκοντας, ἀπὸ τῆς γῆς, καὶ τῶν πιστῶν, καταφωτίζοντας ψυχάς, λατρεύειν σου τὸν Πατέρα, καὶ τὸ πανάγιον Πνεῦμα τὸ ἁγιάζον τοὺς προσκυνοῦντάς σε.

Εἰς τὸν Στίχον τῷν Αἴνων, Στιχηρὰ Προσόμοια

Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν

τοῦ Πνεύματος κάθοδος, Ἀποστόλους ἐφώτισεν, ἐν πυρίναις γλώσσαις νῦν, ἐποφθεῖσα αὐτοῖς, καὶ τούτους ῥήτορας ἔδειξε, τοῖς πᾶσι κηρύττοντας, τῆς Τριάδος ἀληθῆ, ὁμοφυῆ τε τὴν ἕνωσιν· ὅθεν ἅπαντα, ἐξεπλήττοντο ἔθνη, καθορῶντα, τοὺς ποτὲ ἀγροικοτάτους, τρανῶς λαλοῦντας ἀπόρρητα.

Στίχ. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

περῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον, τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, πνοὴν βιαίαν φοιτήσασαν, ἐν πυρίναις γλώσσαισι, καὶ ἐλάλουν ἐμφανῶς, διαφόροις διδάγμασι, προσφθεγγόμενοι, τὸν τῆς χάριτος λόγον βεβαιοῦντες, τὸν παθόντα ἑκουσίως, Χριστὸν ὑπάρχειν Θεὸν ἀληθῆ.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.

ς κατέπεμψας Κύριε, τοῦ ἁγίου σου Πνεύματος Ἀποστόλοις σήμερον, θείαν χάριν, καὶ νῦν ἡμῖν παράσχου δεόμεθα, αὐγάσαι καρδίας φωτί, ἀενάως τῆς αὐτοῦ, ἐπελεύσεως, ὅπως σαφῶς τὸν τρισάγιον, ἐν φωναῖς ἀσιγήτοις, αἶνον πάντες, ἀναπὲμψωμεν ὑμνοῦντες, Τριάδα φύσει ἀχώριστον.

Δόξα... Καὶ νῦν... Ἦχος β'

ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδόν σωτηρίας, καί, ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.