The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

 ΓΥΝΑΙΚΩΝ ΚΑΙ ΙΩΣΗΦ ΤΟΥ ΔΙΚΑΙΟΥ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ'. 

Ἦχος β'

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον, ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε· προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος. Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Δόξα... Τοῦ Κουμουλᾶ

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ Ἅδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

Καὶ νῦν... Ἦχος β'

Θεοτοκίον, τὸ πρῶτον Δογματικὸν

τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουήλ, φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Τὸ Φῶς ἱλαρόν. Τὸ Προκείμενον Ὁ Κύριος ἐβασίλευσεν... Τὸ Καταξίωσον...

Εἰς δὲ τὸν Στίχον τὸ Ἀναστάσιμον Στιχηρόν.

Ἦχος β'

Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Εἶτα τὰ παρόντα Προσόμοια τῆς Θεοτόκου.

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφὴ ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθὸς Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου σὺ ὑπάρχεις ἄχραντε, σπεῦσον, δυσωποῦμεν σῴζεσθαι τοὺς δούλους σου.

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Πᾶσαν ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως, ἄξιος πέφυκα, ἀφορμὰς μετανοίας μοι, παράσχου Παρθένε, ὅπως ἀκατάκριτος ἐκεῖ ὀφθήσομαι· σὲ γὰρ ἐπιγράφομαι πρέσβιν, σὲ ἐπικαλοῦμαι προστάτιν, μή με καταισχύνῃς Θεονύμφευτε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.

λλο καταφύγιον ἁγνή, πρὸς τὸν ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰ μὴ σὲ Θεόνυμφε· μὴ ἀπορρίψῃς ἡμᾶς, τῇ θερμῇ προστασίᾳ σου μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας ὑπὸ τὴν σκέπην σου, Μήτηρ τοῦ Θεοῦ ἡμῶν σπεῦσον, καὶ τὴν σὴν βοήθειαν δίδου, καὶ τῆς νῦν ὀργῆς ἡμᾶς διάσωσον.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον. καὶ τὸ Ἀπολυτίκιον, καὶ εἰσερχόμεθα εἰς τὴν τράπεζαν βραχυφαγοῦντες.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Τό, Χριστὸς ἀνέστη... ὡς σύνηθες, εἶτα ὁ Προοιμιακὸς Ψαλμός, καὶ τὸ α' Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους ι', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζ'.  

Ἦχος β'

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῶ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε· προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Στιχερὰ Ἀνατολικὰ

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

ν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

νοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Τὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες· ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὢν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. 

Εἶτα τῶν Μυροφόρων, Στιχηρὰ Ἰδιόμελα γ'.  

Ἦχος β' Ἀνατολίου

Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Ὁ αὐτὸς Τοῦ Κουμουλᾶ

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ Ἅδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'

Κοσμᾶ Μοναχοῦ

Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι, μετὰ σπουδῆς ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; τίς εἴληφε νεκρὸν γυμνὸν ἑσμυρνισμένον τῆς Μητρὸς μόνον παραμύθιον; ὤ! πῶς ὁ νεκροὺς ζωώσας τεθανάτωται; ὁ τὸν Ἅδην σκυλεύσας, πῶς τέθαπται; ἀλλ' ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος β' Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος τό, Φῶς ἱλαρόν...

Προκείμενον τῆς ἡμέρας

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. νεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Εἰς τὴν Λιτὴν

Στιχηρὰ Ἰδιόμελα. 

Ἦχος α'

Μυροφόροι γυναῖκες, τῷ τάφῳ τί προσήλθετε; τί ζητεῖτε τὸν ζῶντα ἐν νεκροῖς; Ἀνέστη ὁ Κύριος, θαρσεῖτε, βοᾷ ὁ Ἄγγελος.

Μετὰ φόβου ἦλθον αἱ Γυναῖκες, ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν· ἀλλ΄ ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

λθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη, καθὼς εἶπεν· ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε, πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Δόξα... Ἦχος πλ. β'

τήσατο Ἰωσὴφ τὸ Σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις, δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς

ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως· τὸ Χαῖρε τοῦ Ἀγγέλου, Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὸν Ἀναστάσιμον.

Ἦχος β'

Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Ἦχος πλ. α'

Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. α'

Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι! γλυκύτατε Ἰησοῦ, ὃν πρὸ μικροῦ ὁ Ἥλιος ἐν σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.

Καὶ νῦν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀπολυτίκιον Ἦχος β'

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα...

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν...

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ Ἀπόλυσις

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ

Ψάλλεται Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς.

Τὸ τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας.

 

Ὠδὴ α' Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε ποτὲ

Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς Θεότητος, ᾀσματικῶς ἀνυμνήσωμεν λέγοντες, τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, τοὺς σὲ προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος.

πηγῇ καὶ ῥίζᾳ πεφυκώς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ Ἁγίῳ σου Πνεύματι, συμφυοῦς Θεότητος, τὸ τρισήλιον τῇ καρδίᾳ μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον τῆς θεουργοῦ ἐλλάμψεως.

Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον, σοῦ τῆς ἀπροσίτου, δόξης με ναόν, καὶ σκηνὴν ἄχραντον.

Θεοτοκίον

οῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς φθορὰν ὀλισθησάσης, Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε, καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.

Ὠδὴ γ'

Ἐν πέτρᾳ με τῆς πίστεως

σότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σε τοῖς προσώποις· ζωὴ γὰρ ἐκ ζωῆς σὺ προελθοῦσα, ἀρρεύστως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου, Κύριε.

Σὺ τάξεις τὰς ἀΰλους καὶ οὐρανίους, ὑπέστησας, ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νῦν ἡμῶν, ἐκ πηλίνου στόματος δέξαι τὴν αἴνεσιν.

Στερέωσον τῆς πίστεως ἐν τῇ πέτρᾳ, καὶ πλάτυνον ἀγάπης σου τῷ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν σῶν δούλων, Μονὰς τρισήλιε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐφ' ᾧ περ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν.

Θεοτοκίον

πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως, ἐν μήτρᾳ σου οὐσιώθη, ἀπείρῳ ἀγαθότητι Θεοτόκε, καὶ φῶς τρισήλιον πᾶσιν ἀνέτειλε, τῆς μιᾶς Θεότητος καὶ κυριότητος.

Κάθισμα Ἦχος β'

Τὰ ἄνω ζητῶν

γία Τριάς, ἐλέησον οὓς ἔπλασας, καὶ ῥῦσαι πυρός, καὶ πάσης κατακρίσεως, ὅτι πάντα δύνασαι, ὡς οἰκτίρμων Θεὸς καὶ πολυέλεος· διὸ προσπίπτομέν σοι κράζοντες· Ἡμάρτομεν, συγχώρησον φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παρθένε ἁγνή, ἐλέησον τοὺς δούλους σου, καὶ ῥῦσαι πυρός, καὶ πάσης κολάσεως, ἐν νυκτὶ κραυγάζοντας, καὶ ἡμέρα τῷ σῷ Υἱῷ ἄχραντε. Μὴ ὑπερίδῃς τὴν ποίμνην σου, πρεσβείαις Χριστὲ τῆς τεκούσης σε.

Ὠδὴ δ'

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε

Νοεῖν σε, οὐδὲ τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, Τριὰς μονὰς ἄναρχε, ἀλλ' οὖν ἡμεῖς πηλίνῃ γλώσσῃ τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει, καὶ δοξάζομεν.

πάρχων πλαστουργὸς τῆς φύσεως, Παντοκράτωρ, τῆς τῶν ἀνθρώπων, πᾶσαν ἐμὴν βλέπεις νῦν, ὡς πανδερκὴς ἀδυναμίαν· διὸ κατοικτίρησον τὸν δοῦλόν σου, καὶ πρός ζωὴν βελτίστην ἐπανάγαγε.

Μονάδος ἀρχικῆς ἀσύγχυτα, τρία Πρόσωπα ἀνυμνοῦμεν, ὡς εἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις, ἀλλ' οὖν ἡνωμένα καὶ ἀμέριστα, ἔν τε βουλῇ, καὶ δόξῃ, καὶ Θεότητι.

Θεοτοκίον

Ναόν σε καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ τοῦ αἰῶνος, ἐν ᾧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.

Ὠδὴ ε'

Ὁ φωτισμὸς

ς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνῃ σου· σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος.

Τῷ Μωϋσῇ, ἐν τῇ βάτῳ ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς σου προδηλῶν παρουσίαν, δι' ἧς πᾶσι σαφῶς ἀνήγγειλας, κράτος Θεαρχίας μιᾶς τρισυπόστατον.

φυσικήν, συναΐδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγήν τὴν τρισήλιον.

Θεοτοκίον

Συνεκτικός, κατ΄ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς κυριότητος.

Ὠδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων

Θελητὰ τοῦ ἐλέους ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (Δίς)

ν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἐλλάμψεως, καὶ τριλαμποῦς Θεότητος, φωτοδότιδα αἴγλην μοι βράβευσον.

Θεοτοκίον

πορρήτως, Παρθένε ὁ ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ, τὸν ἄνθρωπον, ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τρισηλίῳ κατηύγασε.

Κάθισμα Ἦχος β'

Εὐσπλαχνίας

Εὐσπλαγχνίας τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδεξαι ἡμᾶς ἐλεῆμον, βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ᾠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε· εἰς σὲ γὰρ ἐλπίζομεν, τὸν τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Εὐσπλαγχνίας κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε· σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις σὺ τῶν λυπουμένων ἡ παράκλησις· διό σοι νῦν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὑρεῖν λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σε βοήθειαν.

Ὠδὴ ζ'

Εἰκόνος χρυσῆς

υθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν μόνος ὑπάρχων ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος· δεῖξον οὖν κἀμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον πάντοτε, πρὸς τὸ δοξάζειν σε θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (Δίς)

Χοροὶ νοεροί, τῶν ἀΰλων οὐσιῶν ταῖς σαῖς ἀκτῖσι Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι γίνονται, θέσει δευτερεύοντα φῶτα, ὧν κἀμὲ ταῖς ἐλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς φωτουργὸς τριλαμπής.

Θεοτοκίον

θύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλίπῃς, τοὺς σὲ φιλοῦντας, ὁ δι' ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ θεώσας τὸν ἄνθρωπον, καὶ θρόνῳ δόξης τῷ Πατρὶ συγκαθεζόμενος.

Ὠδὴ η'

Ἰνδάλματος χρυσοῦ

πρόσιτε Τριάς, συναΐδιε, συνάναρχε Θεαρχία ἡ ἀπαράλλακτος ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων βουλήν, καὶ ἐνόχλησιν τῶν Δαιμόνων, ἀβλαβῆ τηρῶν με ἀεὶ Κύριε πάντων. (Δίς)

Σοφῶς καὶ πανσθενῶς, ἀπερίγραπτε τρισήλιε μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τῇ ἐμῇ καρδίᾳ ὑμνεῖν καὶ δοξάζειν σε ἀσιγήτως, σὺν χοροῖς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σοφία τοῦ Πατρὸς ἀκατάληπτε, ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας, τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα ἐδίδαξας πάντας σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.

Ὠδὴ θ'

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα

κ φωτὸς ἀνάρχου, συνάναρχος Υἱός, φῶς ἐξανέτειλε, καὶ συμφυὲς φῶς Πνεῦμα ἐκπεπόρευται, ἀπορρήτως θεοπρεπῶς, ἀρρεύστου τῆς γεννήσεως, πιστευομένης, ἅμα δὲ καὶ τῆς ἀφράστου ἐκπορεύσεως.

Λάμψον τὰς καρδίας τρισήλιε Θεότης, τῶν ὑμνούντων σε, τῷ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον καὶ μεγαλύνειν καὶ δοξάζειν σε.

πειρος τῇ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν ὡς ἔχων κατῳκτείρησας Τριὰς πρῴην· οὕτω καὶ νῦν οἰκτείρησον τοὺς δούλους σου, καὶ τῶν πταισμάτων λύτρωσαι καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον

Σῶσόν με Θεέ μου παντοίας ἐπηρείας καὶ κακώσεως ὁ ἐν τρισὶ Προσώποις ἀνυμνούμενος, ἀνεκφράστως μοναδικῶς, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Τό, Ἄξιόν ἐστι... καὶ τὰ λοιπά, καὶ Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα Ἀναστάσιμα

Ἦχος β'

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς Πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

Δόξα...

Τὸν κόλπον τὸν ἄχραντον, ἐν ὑψίστοις μὴ κενώσας ταφὴν καὶ ἀνάστασιν, ὑπὲρ πάντων κατεδέξω, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Ἔτερα

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμα κενὸν θεασάμεναι, τοῖς Ἀποστόλοις ἔλεγον· τὴν φθορὰν καθεῖλεν ὁ κραταιός, καὶ τοὺς ἐν ᾍδῃ ἥρπασε τῶν δεσμῶν, κηρύξατε παρρησίᾳ. Ὅτι ἀνέστη Χρίστός ὁ Θεός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα...

Τὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν· ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθὴς τῷ Θεῷ εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον· Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.

Καὶ νῦν... Θεοτοκίον

περδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾍδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Εἶτα ὁ Ἄμωμος τὰ Εὐλογητάρια.

Ἡ Ὑπακοὴ Ἦχος β'

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'

ν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

λέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

Δόξα... καὶ νῦν...

γίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῷος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

Δόξα... καὶ νῦν...

γίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

ν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

Δόξα... καὶ νῦν...

γίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Τό, Πᾶσα πνοή... Εὐαγγέλιον Ἑωθινὸν Δ' καὶ τὰ λοιπά.

Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τῶν Εἱρμῶν εἰς δ', τῆς Θεοτόκου εἰς β' καὶ τῶν Μυροφόρων εἰς ς'. 

Κανὼν τοῦ Πάσχα Ἦχος α' 

Ὠδὴ α' Ὁ Εἱρμὸς

ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τῆς Θεοτόκου

Ἦχος α'

Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.

Ὠδὴ α' Εἱρμὸς ὁ αὐτὸς

Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

ναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.

Κανὼν τῶν Μυροφόρων

Ποίημα Ἀνδρέου Κρήτης

Ὠδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

σταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Κἂν ἐγεύσω χολῆς, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, ἀλλ' ἐπήγασας ἡμῖν τὴν ἀφθαρσίαν, ἐκ τῆς πλευρᾶς σου. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

λογίσθης Σωτήρ, μετὰ νεκρῶν νεκροὺς ἐγείρας· ἀπεγεύσω τῆς φθορᾶς· διαφθορὰν γὰρ ὅλως οὐκ ἔγνως. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Εὐφραινέσθω Σιών, ἀγαλλιάσθω καὶ ὁ οὐρανός, ἐξανέστη Χριστός, νεκροὺς ἐγείρας ὑμνολογοῦντας· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

θονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς ἐξανέστησας.

Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς θείοις Μαθηταῖς, ἐβόων· Ὄντως Χριστὸς ἀνέστη, δεῦτε σὺν ἡμῖν ἀνυμνεῖτε αὐτόν.

Δόξα...

Παναγία Τριάς, μία Θεότης, ἄναρχε μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ θεῖον Πνεῦμα, σῷζε τὸν κόσμον. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Καὶ νῦν... Θεοτοκίον

Τὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα Σεμνή, ἀνεβλάστησας ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ σάρκα φορεῖ.

Καταβασία

ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ' Ὁ Εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Τῆς Θεοτόκου

Ὁ αὐτὸς

πὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.

Τῶν Μυροφόρων

Ὁ Εἱρμὸς

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ.

ουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.

Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη, καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους σου.

Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς;

Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν Ἀνάστασιν.

ξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου.

ναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου, καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους σου.

Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ' ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις Χριστοῦ.

Δόξα...

Σὺν Πατρὶ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν, προσκυνῶ καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ ἑνῶν.

Καὶ νῦν... Θεοτοκίον

Μακαρία εἶ Σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος ὁ Χριστός, κατὰ σάρκα δι' ἡμᾶς, ἀναβλαστήσασα.

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κάθισμα Ἦχος β'

Τὰ ἄνω ζητῶν

Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεόν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου ἡ πάντων ζωή.

Δόξα... Καὶ νῦν... Ἦχος ὁ αὐτὸς

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν βοῶμέν σοι· Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

Ὠδὴ δ' Ὁ Εἱρμὸς

πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου 

Ὁ αὐτὸς

διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

ν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.

Τῶν Μυροφόρων

Ὁ Εἱρμὸς

Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.

Διὰ Σταυροῦ ᾐχμαλώτευσας, τὴν τοῦ ᾍδου γαστέρα, καὶ συνήγειρας νεκρούς, καὶ τοῦ θανάτου κατέλυσας τὴν τυραννίδα· ὅθεν οἱ ἐξ, Ἀδὰμ προσκυνοῦντες, ὑμνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν Χριστέ.

εὐδοκήσας Σωτὴρ ἡμῶν, διὰ σπλάγχνα ἐλέους, προσπαγῆναι τῷ Σταυρῷ, καὶ τῆς πατρῴας λυτρώσασθαι ἡμᾶς κατάρας, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ δσα θέλεις ἐκπληροῦν.

ἐν Σταυρῷ προσηλώσας μου, τὴν ἀρχαίαν κατάραν, καὶ πηγάσας μοι Σωτήρ, τὴν εὐλογίαν δι' αἵματος, ἐκ τῆς πλευρᾶς σου, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

δης Σωτὴρ συναντήσας σοι, ἐν τοῖς καταχθονίοις ἐπικράνθη, ἐνορῶν, ὅτι οὓς πάλαι κατέπιεν ἰσχύσας, ἄρτι ἄκων ἀποδιδοὺς ἐρευνᾶται τὰ κάτω, καὶ γυμνοῦται καὶ σκυλεύεται νεκρούς.

Εἰ καὶ ὁ λίθος ἐσφράγισται, μετὰ τῆς κουστωδίας, ὦ παράνομοι ἐχθροί· ἀλλ' ἐξανέστη ὁ Κύριος καθὼς προεῖπε, λύων μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύναται γὰρ ὅσα θέλει ἐκπληροῦν.

ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ σκυλεύσας τὸν Ἅδην, καὶ ζωώσας τοὺς νεκρούς, καὶ ἀφθαρσίαν πηγάσας μοι, τῇ σῇ Ἐγέρσει, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

ντως αἰσχύνθητε ἄνομοι· ὁ Χριστὸς γὰρ ἀνέστη, καὶ συνήγειρε νεκρούς, κράζων, θαρσεῖτε, νενίκηκα ἐγὼ τὸν κόσμον, πείσθητε οὖν αὐτῷ, ἢ σιγήσατε πλάνοι, ἀθετοῦντες τὴν Ἀνάστασιν αὐτοῦ.

Μυροφόροις τό, Χαίρετε, ἀναστὰς ἐκ τοῦ τάφου, προσφωνήσας ἀγαθέ, καὶ Ἀποστόλοις, κηρύξατε τὴν Ἔγερσίν μου, λῦσόν μου τὰ δεσμά, τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

ωσὴφ τὸν εὐσχήμονα, ζηλωτὴν εὐσεβείας, βουλευτὴν καὶ μαθητήν, σὺν Μυροφόροις τιμήσωμεν καὶ Ἀποστόλοις, κράζοντες σὺν αὐτοῖς, καὶ πιστῶς ἀνυμνοῦντες τοῦ Σωτῆρος τὴν Ἀνάστασιν φαιδρῶς.

Δόξα...

περουσίου Θεότητος, τὴν ἀμέριστον δόξαν, τίς ἰσχύσει ἐξειπεῖν· ἓν γὰρ τῇ φύσει ὑπάρχουσα, Τριὰς ὑμνεῖται, ἄναρχος, συμφυής, ὡς μονὰς ἐν Τριάδι ὑμνουμένη, ὑποστάσεσιν ἁπλαῖς.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐν γαστρί σου σκηνώσαντα, ἀλοχεύτως τεκοῦσα, Μητροπάρθενε ἁγνή, ἀκαταπαύστως ἱκέτευε, ὡς Θεοτόκος, λῦσαί μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις βοηθεῖν.

Καταβασία

πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὠδὴ ε' Ὁ Εἱρμὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

 

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου 

Ὁ αὐτὸς

Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

Τῶν Μυροφόρων

Ὁ Εἱρμὸς

Τὴν ἀχλὺν τὺς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου, καταύγασόν με ὡς μόνος, τῆς εἰρήνης Βασιλεύς.

Σὺ τὴν ἀρχαίαν στολήν μου, ἣν μοι ἐξύφανεν, οἴμοι! ὁ σπορεὺς τῆς ἁμαρτίας ἐξέδυσάς με Σωτήρ μου, ἐνδυσάμενος ἐμέ.

Φύλλα συκῆς ἔρραψέ μοι, ἡ ἁμαρτία μου οἴμοι! μὴ φυλάξαντι Σωτήρ μου τὴν ἄχραντον ἐντολήν σου, τῇ τοῦ ὄφεως βουλῇ.

Τὴν πληγωθεῖσαν ψυχήν μου, τοῖς λῃστρικοῖς λογισμοῖς μου, ἐπιστὰς ὁ ἐκ Μαρίας, καὶ ἔλαιον ἐπιχύσας, ἐθεράπευσε Χριστός.

ν τῷ Σταυρῷ παρεστῶσα, ἡ ἄμεμπτος Θεοτόκος, μητρικῶς ἀνεκαλεῖτο. Κατέλιπές με τὴν μόνην, Υἱέ μου καὶ Θεέ.

Σὺ τὸν ἀρχέκακον ὄφιν, τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ σου, καθελὼν τῇ σῇ Ἐγέρσει, συνέτριψας τὸ κέντρον, τοῦ θανάτου Ἰησοῦ.

Ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου, Ἅδη τὸ νῖκος, ὁ Ἀδὰμ συνεκβοάτω· συντέτριψαι ζωώσει, τοῦ ἐγείραντος νεκρούς.

Αἱ Μυροφόροι γυναῖκες, τὸ μνῆμα καταλαβοῦσαι, τοῦ ζωώσαντος τοὺς κάτω, φωνῆς ἤκουον λεγούσης· Ἐξανέστη ὁ Χριστός.

Τῶν εὐσεβῶν Μυροφόρων, τὴν μνήμην ἐπιτελοῦντες, καὶ πάντων τῶν Μαθητῶν σου, ἐν τῇ φαιδρᾷ σου Ἐγέρσει, ἀνυμνοῦμέν σε Χριστέ.

Τὸν εὐσχήμονα πάντες, τιμήσωμεν ἐπαξίως, ὃς τὸ σῶμα τοῦ Κυρίου, ἀπὸ τοῦ ξύλου καθεῖλε, καὶ ἐκήδευσε πιστῶς.

Δόξα...

Σὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνῶ τρεῖς ὑποστάσεις καὶ ἓν τὰ τρία πιστεύω, οὐσιότητι μιᾷ.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν ἀσπόρῳ κυήσει, γεννήσασαν ὑπὲρ φύσιν, τὸν καινίσαντα τὴν φύσιν, Χριστὸν τὸν μόνον Δεσπότην, ἀνυμνοῦμεν οἱ πιστοί.

Καταβασία

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς' Ὁ Εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου 

Ὁ αὐτὸς

νῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.  

Τῶν Μυροφόρων

Ὁ Εἱρμὸς

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.

Νεκρός ἐστιν ὁ Ἅδης, θαρσεῖτε γηγενεῖς· ὁ γὰρ Χριστὸς ἐπὶ ξύλου κρεμάμενος, ἀπέρριψε τὴν ῥομφαίαν κατ΄ αὐτοῦ, καὶ κεῖται νεκρός· οὓς εἶχε γὰρ ἐσκυλεύθη γυμνωθείς.

σκύλευται ὁ Ἅδης, θαρσεῖτε οἱ νεκροί, καὶ τὰ μνημεῖα ἠνοίχθη, ἐγείρεσθε, βοᾷ ὑμῖν ἐκ τοῦ ᾍδου ὁ Χριστός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, ἐκ θανάτου καὶ φθορᾶς.

Νεκροὺς οὕς περ ἰσχύσας, κατέπιες ποτέ, νῦν ἀπαιτούμενος Ἅδης, ἀπόδος μοι· βοᾷ σοι ὁ ζωοδότης καὶ Θεός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, τῆς ἀπλήστου σου γαστρός.

Κύριος ἀνέστη σκυλεύσας τὸν ἐχθρὸν καὶ τοὺς δεσμίους ἐκσπάσας, ἀνήγαγε πάντας, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, αὐτὸν ἀνιστῶν ὡς εὔσπλαγχνος, καὶ φιλάνθρωπος Θεός.

Σινδόνι σε εἱλήσας, κατέθετο Χριστέ, Ἰωσὴφ ὁ εὐσχήμων ἐν μνήματι, μυρίσας δὲ τὸν λυθέντα σου ναόν, τοῦ σώματος, προσεκύλισε, λίθον μέγαν τῇ σορῷ.

Γυναῖκες Μυροφόροι, τί σπεύδετε λοιπόν, τί δὲ τὰ μύρα τῷ ζῶντι κομίζετε; ἀνέστη καθὼς προεῖπεν ὁ Χριστός, παυσάσθω ὑμῶν τὰ δάκρυα, μετελθόντα εἰς χαράν.

Δόξα...

Τριάδα ἐν μονάδι ὑμνήσωμεν πιστοί, σὺν τῷ Υἱῷ τὸν Πατέρα δοξάζοντες, καὶ Πνεῦμα τὸ ὁμοούσιον Υἱῷ, καὶ ὃν ἐν Πατρὶ συνάναρχον, καὶ ἀΐδιον Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Γαστρὶ ἀγεωργήτως συνέλαβες Ἁγνή, τῆς ἀφθαρσίας τὸν βότρυν ὡς ἄμπελος, ἐξ οὗ τῆς ἀθανασίας οἱ κρουνοί, ὡς οἶνον ἡμῖν πηγάζουσι, τὴν αἰώνιον ζωήν.

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Κοντάκιον Αὐτόμελον

Ἦχος β'

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Ὁ Οἶκος

πὶ τὸν τάφον σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο. Τίς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος; Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ταχὺ πορευθεῖσαι, ἀπαγγείλατε τοῖς Μαθηταῖς· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν, ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος, πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου.

Στίχοι

Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα.

γὼ δὲ ταύταις ὕμνον, ὡς μύρον φέρω.

Ταῖς τῶν ἁγίων Μυροφόρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ' Ὁ Εἱρμὸς

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου 

Ὁ αὐτὸς

Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.

Τῶν Μυροφόρων

Ὁ Εἱρμὸς

Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ, ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.

Σὺ ὡς φιλάνθρωπος θέλων, πάντας σῶσαι ἐκ πλάνης, οὓς ἔπλασας, ἠνέσχου, προσηλωθῆναι τῷ σταυρῷ, ἵνα τὴν συγχωσθεῖσαν εἰκόνα τοῖς πάθεσι, ταύτην τῇ σαρκὶ σου ἀνανεώσῃς Σωτήρ, καὶ ᾍδην καθελών, συνεξανέστησας, καὶ τοὺς θανόντας σεαυτῷ.

ν τῷ σταυρῷ ὑψούμενος πάντας προσεκαλέσω, πρὸς σεαυτὸν οἰκτίρμον ὡς ἐπηγγείλω ἀγαθέ, ὅτι ἐν ἀληθείᾳ ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν παθεῖν ηὐδόκησας· ὅθεν καὶ τῷ Λῃστῇ, τὰς τοῦ Παραδείσου πύλας ἠνέῳξας Σωτήρ.

Σὺ τὸν ναὸν τοῦ σώματος ἤγειρας τὸν λυθέντα, τριήμερον ἐκ τάφου, ὡς ἐπηγγείλω ἀγαθέ, ἵνα ἐν ἀληθείᾳ γνωρίσῃς τὴν δόξαν σου, ἣν ἡμῖν πηγάζεις διὰ τῆς πίστεως, δεσμίους ἀφελῶν οὓς κατεῖχε πάλαι ᾍδης πεπεδημένους.

Ἰουδαίων ἄνοια! ὢ μανία ἀνόμων! Τί ἄπιστον ἰδόντες, οὐκ ἐπιστεύσατε Χριστῷ; ὅτι τοὺς ἀσθενοῦντας ἐν λόγῳ οὐκ ἤγειρεν, ἢ ὅτι πάντα κόσμον αὐτὸς οὐκ ἔσωσε; Πεισάτωσαν ὑμᾶς κἂν οἱ στρατιῶται, οἱ ἀναστάντες ἐκ νεκρῶν.

Οἱ νεκρωθέντες φύλακες, νῦν λεγέτωσαν, ὅπως ἐκλάπη ὃν οὐκ εἶδον, οἱ ἀγνώμονες παντί. Εἰ γὰρ ἐξαναστάντα οὐκ εἶδον, οὐκ ᾔσθοντο, πῶς κλαπέντα οὕτω νοῆσαι εἶχόν ποτε: Πεισάτωσαν ὑμᾶς, κἂν ὁ λίθος οὗτος, καὶ τὰ ἐντάφια Χριστοῦ.

Τί ὡς νεκρὸν φυλάττετε; τί σφραγῖδας τῷ λίθῳ τεθήκατε; Ἑβραῖοι, φόβον φοβούμενοι κλοπῆς, ἰδοὺ ἐν ἀληθείᾳ ὁ τάφος ἐσφράγισται, πῶς οὖν ἐξανέστη, εἰ μὴ Θεός ἦν ὁ Χριστός; Πεισάτωσαν ὑμᾶς οἱ ἐξαναστάντες, καὶ ὁραθέντες τοῖς πολλοῖς.

Δόξα...

Σὺν τῷ Πατρὶ δοξάζομεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, βοῶντες, ἀκαταπαύστῳ τῇ φωνῇ· Τριὰς μοναδικὴ οὐσία, ἐλέησον, σῶσον πάντας, ἡ ἐν τρισὶ προσώποις μονάς, οἰκτίρησον ἡμᾶς, ὁ δεδοξασμένος Θεὸς εἰς τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

ν τῇ γαστρί σου Ἄχραντε, πῶς ἐχώρησας βρέφος, ὃν τρέμουσι δυνάμεις, αἱ τῶν Ἀγγέλων ὡς Θεόν; εἰ μὴ ὡς ἠβουλήθη, ὡς οἶδεν, ἐσκήνωσε, πάντας θέλων, σῶσαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς, λύσας τὸν Ἀδὰμ τῆς ἀρᾶς ἐκείνης, τῆς διὰ βρώσεως πικρᾶς.

Καταβ ασία

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η' Ὁ Εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου 

Ὁ αὐτὸς

λθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

λον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῶν Μυροφόρων

Ὁ Εἱρμὸς

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Αἱ τοῦ ἡλίου αὐγαί, συνεστέλλοντο φόβῳ, τῶν Χριστοῦ παθημάτων, καὶ ἀνίσταντο νεκροί, καὶ ὄρη ἐκλονεῖτο, καὶ ἐδονεῖτο ἡ γῆ, καὶ Ἅδης ἐγυμνοῦτο.

Οἱ ἐν καμίνῳ ποτέ, τρισμακάριοι Παῖδες, ἀνυψοῦντες τὰς χεῖρας, προετύπουν ἀγαθέ, τὸν ἄχραντον Σταυρόν σου, δι' οὗ καθεῖλες Χριστέ, ἐχθροῦ τὴν δυναστείαν.

Ἰουδαῖοι τυφλοί, πλάνοι καὶ παραβάται, οἱ Χριστοῦ τῇ Ἐγέρσει, ἀπειθοῦντες ὡς ψευδεῖ; τί ἄπιστον ὁρᾶτε; ὅτι ἀνέστη Χριστός, ὁ τοὺς νεκροὺς ἐγείρας;

Ἰουδαῖοι ἐχθροί, κἂν ἡμῖν ἀπιστεῖτε, τοὺς ὑμῶν στρατιώτας, ἐρωτήσατε ὑμεῖς, τί ἔπαθον ἐκεῖνοι; τίς ὁ κυλίσας χερσί, τὸν λίθον τοῦ μνημείου;

Τίς ὁ ξηράνας συκῆν; τίς δὲ τὴν ξηρανθεῖσαν, ἰασάμενος χεῖρα; τίς ὁ χορτάσας ποτέ, τὰ πλήθη ἐν ἐρήμῳ; εἰμὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Τίς ὁ φωτίσας τυφλούς, καὶ λεπροὺς ἐκκαθάρας, καὶ χωλοὺς ἀνορθώσας, καὶ πεζεύσας ὡς ξηράν, τὴν θάλασσαν ἀβρόχως; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Τίς ὁ ἐγείρας νεκρόν, τεταρταῖον ἐκ τάφου, καὶ τῆς χήρας τὸν υἱόν; τίς ὁ σφίγξας ὡς Θεός, παράλυτον ἐν κλίνῃ; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Κράζει ὁ λίθος αὐτός, αἱ σφραγῖδες βοῶσιν, ἃς ὑμεῖς ἐπιθέντες, κατεστήσατε φρουροὺς φυλάσσοντας τὸ μνῆμα. Ὄντως ἀνέστη Χριστός, καὶ ζῇ εἰς τοὺς αἰῶνας.

ντως ἀνέστη Χριστός, ἐσκυλεύθη ὁ Ἅδης, ἐνεκρώθη ὁ ὄφις, ἐλυτρώθη ὁ Ἀδάμ, ἐσώθησαν οἱ κάτω. Τί ἀπιστεῖτε λοιπόν, ἐχθροὶ καὶ παραβάται;

Δόξα...

Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

ν τῇ γαστρί σου Ἁγνή, τὸν ἀείζωον ἄρτον, φυραθέντα ἀφύρτως, ἐν φυράματι ἡμῶν, ἐγέννησας ἀτρέπτως, ἕνα Χριστὸν τὸν Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις.

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ' Ὁ Εἱρμὸς

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Τῆς Θεοτόκου 

Ὁ αὐτὸς

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Τῶν Μυροφόρων

 

Ὁ Εἱρμὸς

Τὴν ὑπερφυῶς σαρκὶ συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.

Τὸν ἐν τῷ Σταυρῷ Λῃστήν, ἐπιγνόντα σε Θεόν, κληρονόμον εἰργάσω, νοητοῦ Παραδείσου, τὸ Μνήσθητι βοῶντα, παντοδύναμε Σωτήρ.

ρραπίσθης δι' ἡμᾶς, ἐνεπτύσθης Ἰησοῦ, ὑπὸ τῶν παρανόμων, ὁ τὰς πλάκας τοῦ νόμου, χαράξας ἐν Σιναίῳ, τῷ θεράποντι Μωσεῖ.

ξος καὶ χολὴν Σωτήρ, ἐποτίσθης δι' ἡμᾶς, ὁ δοὺς ἡμῖν τὸ Σῶμα, καὶ τὸ τίμιον Αἷμα, εἰς βρῶσίν τε καὶ πόσιν, αἰωνίου σου ζωῆς.

Τὴν ζωοποιὸν πλευράν, λόγχῃ κεντηθεὶς Χριστέ, τὸ ἄχραντόν σου Αἷμα, καὶ τὸ τίμιον Ὕδωρ, ἐπήγασας τῷ κόσμῳ, ὡς ἀείζωον πηγήν.

λογίσθης ἐν νεκροῖς, ὁ ζωώσας τοὺς νεκρούς, ἐν τάφῳ κατετέθης, ὁ κενώσας τοὺς τάφους, ἐσκύλευσας τὸν Ἅδην, ἀναστήσας τὸν Ἀδάμ.

ξανέστης Ἰησοῦ, ἐδεσμεύθη ὁ ἐχθρός, ἐσκυλεύθη ὁ Ἅδης, ἐγυμνώθησαν τάφοι, ἠγέρθησαν οἱ κάτω, προσκυνοῦντές σε Χριστέ, ὁ κλέψας τὸν νεκρόν.

Τίς, μάλιστα δὲ καὶ γυμνόν; τί πλανᾶσθε Ἑβραῖοι; ὁ Χριστὸς ἐξανέστη, καὶ λέλυνται τοῦ Ἅδου, τὰ δεσμὰ καὶ οἱ μοχλοί.

Δόξα σοι Χριστὲ Σωτήρ, ὁ πηγάσας τὴν ζωήν, καὶ τὸ φῶς ἀνατείλας, τοῖς ἐν σκότει ἀγνοίας, καὶ πᾶσαν καταλάμψας, τῇ Ἐγέρσει σου τὴν γῆν.

εὐσχήμων βουλευτής, ἀνυμνείσθω Ἰωσήφ, μετὰ τῶν Μυροφόρων, καὶ τῶν θείων Μαθητῶν, ὡς κήρυξ ὢν καὶ οὗτος, τῆς Ἐγέρσεως Χριστοῦ.

ωσὴφ τὸν θαυμαστόν, εὐφημήσωμεν πιστοί, συνάμα Νικοδήμῳ, καὶ πισταῖς Μυροφόροις, ὁ Κύριος ἀνέστη, ἐκβοῶντες ἀληθῶς.

Δόξα...

ναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.

Καὶ νῦν... Θεοτοκίον

Εὐφραινέσθω Ἰεσσαί, χορευέτω καὶ Δαυΐδ· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ θεόφυτος ῥάβδος, ἐβλάστησε τὸ ἄνθος, τὸν ἀείζωον Χριστόν.

Καταβασία

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Τό, Ἁγιος Κύριος ὁ Θεὸς ἡμῶν γ'

Ἐξαποστειλάριον τοῦ Πάσχα

Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Ἕτερον τῶν Μυροφόρων Αὐτόμελον

Ἦχος ὁ αὐτὸς

Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον Ἅδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη. (Δίς)

Εἰς τοὺς Αἴνους

Ἱστῶμεν Στίχους η', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστασιμα δ' καὶ Ἀνατολικὰ δ'.  

Ἦχος β'

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν. Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Στιχερὰ Ἀνατολικὰ

ρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμα σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾍδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

σταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

ντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τίς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Δόξα... ΕΩΘΙΝΟΝ Β' Ἦχος β'

Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴνΜαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

Καὶ νῦν... Θεοτοκίον

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται ,ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ τοῦ Ἤχου εἰς δ'

Ἦχος β'

Μνήσθητι εὔσπλαγχνε καὶ ἡμῶν, καθὼς ἐμνημόνευσας τοῦ Λῃστοῦ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ξύλον ἐξεδίωξε τὸν Ἀδάμ, Σταυρὸς ἀντεισήγαγε τὸν Λῃστήν, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Τάφος ὑπεδέξατό σε Σωτήρ, τὸν τάφους κενώσαντα, καὶ νεκροῖς, ζωὴν δωρησάμενον ὡς Θεόν.

πόστολοι ἔνδοξοι τοῦ Χριστοῦ, αὐτὸν ἱκετεύσατε ἐκτενῶς, ἵνα τῶν κινδύνων σώσῃ ἡμᾶς.

 

Καὶ ἀπὸ τοῦ Κανόνος τῶν Μυροφόρων, Ὠδὴ ς' εἰς δ'. 

Ὁ Ἀπόστολος τῆς ἡμέρας

Εὐαγγέλιον κατὰ Μᾶρκον

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.