The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΣΑΒΒΑΤΩ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

Ἰδιόμελα τῆς Ἑορτῆς

Ἦχος β'

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι, τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν, ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωὴ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον· Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'

Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι μετὰ σπουδῆς, ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; τίς εἴληφε νεκρόν, γυμνὸν ἑσμυρνισμένον, τῆς Μητρὸς μόνον παραμύθιον; Ὤ! πῶς ὁ νεκροὺς ζωώσας, τεθανάτωται; ὁ τὸν Ἅδην σκυλεύσας, πῶς τέθαπται; ἀλλ' ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας, τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον Ἦχος β'

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως, Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος β'

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν Λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ, τὴν τριήμερον Ἔγερσιν.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε εἰς μακρότητα ἡμερῶν.

Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα. Παντοδύναμε Κύριε, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι! γλυκύτατε ἰησοῦ, ὃν πρὸ μικροῦ ὁ ἥλιος, ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον Σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.

Τροπάρια Ἦχος β'

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Δόξα...

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ νῦν...

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

 

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογιαν

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος β' Ἀναστάσιμα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι.

Τὸν κόλπον τὸν ἄχραντον, ἐν ὑψίστοις μὴ κενώσας, ταφὴν καὶ ἀνάστασιν, ὑπὲρ πάντων κατεδέξω, Κύριε, δόξα σοι.

Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος β'

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν βοῶμέν σοι, Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. (Δίς)

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος β'

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Σωτὴρ ἡμῶν δόξα σοι.

Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε· Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε τῇ Κεχαριτωμένη ἐκόμισεν· Ἄγγελος δὲ τὸν λίθον, τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν· ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος α'

λθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον, ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη καθὼς εἶπεν· ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε. Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος β' Αὐτόμελον

τε, ἐκ τοῦ ξύλου σε νεκρὸν ὁ Ἀριμαθαίας καθεῖλε τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε, Χριστὲ ἐκήδευσε, καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ καὶ χείλει, Σῶμα τὸ ἀκήρατον σοῦ περιπτύξασθαι, ὅμως, συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.

Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

τε, ἐν τῷ τάφῳ τῷ καινῷ ὑπὲρ τοῦ παντὸς κατετέθης, ὁ λυτρωτὴς τοῦ παντός, Ἅδης ὁ παγγέλαστος, ἰδών σε ἔφριξεν, οἱ μοχλοὶ συνετρίβησαν, ἐθλάσθησαν πύλαι, μνήματα ἠνοίχθησαν, νεκροὶ ἠγείροντο· τότε, ὁ Ἀδὰμ εὐχαρίστως, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.

Στίχ. λεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.

τε, αἱ δυνάμεις σε Χριστέ, πλάνον ὑπ' ἀνόμων ἑώρων, συκοφαντούμενον, ἔφριττον τὴν ἄφατον, μακροθυμίαν σου καὶ τὸν λίθον τοῦ μνήματος, χερσὶ σφραγισθέντα, αἵ σου τὴν ἀκήρατον, πλευρὰν ἑλόγχευσαν, ὅμως, τῇ ἡμῶν σωτηρίᾳ, χαίρουσαι ἐβόων σοι· Δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

τήσατο Ἰωσὴφ τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου, ἀνθρώποις, δόξα σοι.

 

Εἰς τήν λειτουργίαν

Τὰ συνήθη, Ἀπόστολον, Εὐαγγέλιον καὶ Κοινωνικόν τῆς ἡμέρας.