The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΣΑΒΒΑΤΩ ΤΗΣ E΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ 

Στιχηρὰ τῆς Σαμαρείτιδος γ'

Ἦχος α'

πὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'

πὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.

συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα, φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· Δεῦτε, ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...

Ἦχος πλ. β'

Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς, ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ καὶ ποτίσασθαι ὕδωρ ζῶν, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Καὶ νῦν... Ἦχος δ'

διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος δ'

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Τοῦ ξύλου της παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς Ἅδου κατελθὼν δυνατέ, τοῦ θανάτου τὰ δεσμὰ ὡς Θεός διέρρηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πύλας Ἅδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωήν, καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα εἰς μακρότητα ἡμερῶν

Κύριε ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ Ἅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

ς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεός, δι' ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος δ' Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα Ἀναστάσιμα

Ἦχος δ'

ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο, λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον; Ἆρα ἠγέρθη, ὁ καὶ πρὸ Πάθους κηρύξας τὴν Ἔγερσιν. Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾍδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα...

Ταχὺ προκατάλαβε

νέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχὺϊ τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπί γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

γαλλιάσθω οὐρανὸς εὐφραινέσθω, τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου ἐπιφανεὶς ὡς ἄνθρωπος ἐρρύσατο φθορᾶς, ἄπαν τὸ ἀνθρώπινον τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δὲ γυναικὶ Σαμαρείτιδι, ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος. (Δίς)

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος δ'

σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες, τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

πηγὴ τῆς ζωαρχίας Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτὴν ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν, εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκὶ διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος δ' Ὡς γενναῖον ἐν μάρτυσιν

Τὴν πηγὴν ἐν τῷ φρέατι κατιδὼν τὴν ἀέναον καθημένην γύναιον, φέρον καύσωνας, πλείστων παθῶν ἀκεσώδυνον, λαβεῖν ἐπεζήτησεν, ὕδωρ ζῶν τὸ ἐξ αὐτῆς, κρουνηδόν ἐκχεόμενον, ὃ καὶ ἔλαβε, δωρεὰν ἐκ τοῦ λόγου, καὶ οὐκέτι πρὸς τὸ φρέαρ ἐπισπεύδει τὸ γεηρὸν καὶ ἐπίκηρον.

Στίχ. ντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.

ουδαίων τὰ ἔθιμα, τοῦ γυναίου διώκοντος, καὶ τὸ σφῶν προβάλλοντος ἀκοινώνητον, τῇ μεταλήψει τοῦ ὕδατος, Χριστὸς μετωχέτευσεν, ὁ σοφὸς δημιουργός, τοῖς ἡδέσι προσφθέγμασιν, ἐξαιτήσασθαι, τὸ ζωήρρυτον πόμα, θεῖον ὕδωρ, οὗ πιοῦσα πρὸς τὴν πόλιν, μετοχετεύει τὰ νάματα.

Στίχ. γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.

Οὔτε ἄντλημα κέκτησαι, καὶ τὸ φρέαρ βαθύτατον, πόθεν οὖν καὶ δώσεις μοι ὕδωρ ἄφθαρτον, ἡ Σαμαρεῖτις ἐβόα σοι, Χριστὲ σε ὡς ἄνθρωπον, οἰομένη οὐ Θεόν, καὶ τοὺς λόγους θαυμάζουσα, ἣν προσρήμασι, γλυκυτάτοις ἀρδεύσας σὲ Θεόν τε, καὶ Σωτῆρα τῶν ἁπάντων, ὁμολογεῖν παρεσκεύασας.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκέ σοι πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.