The Orthodox Pages

email: pater@christopherklitou.com

 

Η Θ΄ ΤΟΥ ΠΑΣΧΑ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

Ἀπό τῆς Δευτέρας μέχρι τοῦ Σαββάτου τῆς Διακαινησίμου, καθώς καί τὴν ἡμέραν τῆς Ἀποδόσεως τοῦ Πάσχα, ἀντί τῶν Ὡρῶν, τοῦ Μεσονυκτικοῦ καί τοῦ Ἀποδείπνου, τελείται ἡ κάτωθι ἀκολουθία, γνωστὴ ὡς Θ του Πάσχα (ὅλα λέγονται χῦμα).

 

ΙΕΡΕΥΣ Εὐλογητός ὁ Θεός ἡμῶν...

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος (τρίς).

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν Ἀνάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (τρίς).

Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.

Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ Ἅδου καθεῖλες τήν δύναμιν καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε καί τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

ν τάφῳ σωματικῶς, ἐν Ἅδῃ δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά λῃστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα Πατρί...

ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.

Καί νῦν καί ἀεί...

Τό τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε διά σοῦ γάρ δέδοται ἡ χαρά Θεοτόκε τοῖς κραυγάζουσιν Εὐλογημένη σύ ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.
Κύριε ἐλέησον  (μ')

Δόξα... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχών τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησο Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σώσον μᾶς.

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Χριστός ἀνέστη... (γ΄)

Δόξα... Καὶ νῦν...

Κύριε ἐλέησον  (γ')  Εὐλόγησον.

ΙΕΡΕΥΣ

ἀναστὰς ἐκ νεκρῶν... ἐπισφραγίζων διά τοῦ Χριστός ἀνέστη....

Εἰς τὸ Ἀπόδειπνον πρὸ τῆς ἀπολύσεως, λέγεται καὶ ἡ εὐχή τοῦ Μεγ. Βασιλείου

Εχή τοῦ Μεγ. Βασιλείου

Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαίς τοῦ πυρός ὁ τὸ μήκος τῆς ἡμέρας διελθεῖν ημᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαίς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντός τοῦ λαοῦ σου καὶ πάσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἀμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλήθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμών σου ἐπί τήν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρύσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τήν παρούσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένη νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰώνός σοι εὐαρεστησάντων Ἀμήν.

Χριστός ἀνέστη... (γ΄) ἀπόλυσις.