The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΔΕΥΤΕΡΑ ΤΗΣ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ

ΕΣΠΕΡΑΣ

 

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

μμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμοὺς τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νῦν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοῖς ἐν δακτύλοις σοῖς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἧς καὶ τυχὼν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος.

Μέλη καὶ διαρτίαν πλουτῶν, τῆς τῶν βροτῶν σωματικῆς ὀργανώσεως, ὁ πρῴην τυφλὸς ἐκ μήτρας, τῆς μητρικῆς προελθών, ὡς μηδὲ τὴν πλάσιν εἶναι ᾤετο, ὀμμάτων τὴν στέρησιν, εὐπορήσας ἀνόθευτον, ἐξ ἧς τοὺς πόδας, καὶ τὰ πλείω τοῦ σώματος, τοῖς προσκρούσμασι, τοῖς τῶν λίθων ἐξήρθρωτο· ὃς διὰ σοῦ καὶ τοῦτον, τὸν πλουτισμόν ἐπικτώμενος, βλέπει τὸ φῶς τὸ τοῦ κόσμου, καὶ τὸν τῶν φώτων σε πρύτανιν, Θεὸν καὶ Δεσπότην, τῶν κτισμάτων καταγγέλλει κτίστην παγκόσμιον.

ποπτος Γραμματεῦσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται, ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες, τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγὼ δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγὼ δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος πλ. α' Ἀναστάσιμον

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς, Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε μονογενές.

Κατανυκτικὸν

Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου Ἀναστάσιμον

Ἦχος πλ. α' Τὸν Συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοῖς ἐν Ἅδῃ φῶς ἀνέτειλε.

Κατανυκτικὸν

Πάντες ἀγρυπνήσωμεν, καὶ Χριστὸν ὑπαντήσωμεν πιστοί, μετὰ πλήθους ἐλαίου καὶ λαμπάδων φαεινῶν, ὅπως τοῦ νυμφῶνος ἔνδον ἀξιωθῶμεν· ὁ γὰρ τῆς θύρας ἔξω φθανόμενος, ἄπρακτα τῷ Θεῷ κέκραγεν· Ἐλέησόν με.

Μαρτυρικὸν

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, Χριστὲ ὁ Θεός, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον

Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετα ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως Θεοτόκε βοῶμέν σοι· Χαῖρε πύλη τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνή, χαῖρε κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσωματωμένον.

Μετὰ τὴν β' Στιχολογίαν 

Κάθισμα της Ἑορτῆς Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Πρὸ τοῦ Σταυροῦ σου οἰκτίρμον καὶ τῆς Ἐγέρσεως, παριόντι σοι πηρὸς ἀπὸ γεννήσεως, ἀνεβόα σοι θερμῶς· Υἱὲ Δαυῒδ ἐλέησον, δός μοι τὸ φῶς ὀφθαλμῶν, ἵνα βλέψω σε κἀγώ, οὗ τὰς κόρας ἐπιχρίσας, πηλὸν ἐκ πτύσματος Λόγε, αὐτῷ τὸ φῶς λαμπρῶς ἐχορήγησας. (Δίς)

Εἰς τοὺς Αἴνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος πλ. α' Ἀναστάσιμον

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. (Δίς)

Κατανυκτικὸν

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχὴν καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον Υἱὸν δέξαι με, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Εὐλογημένος ὁ στρατὸς τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλ' ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

λον τὸν βίον ὁ Τυφλὸς νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν ἵνα μετὰ πάντων κἀγὼ ὑμνήσω σου τὴν δύναμιν.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος πλ. α' Ὅσιε Πάτερ

Τύφλωσις ὤφθη, ὁ Τυφλὸς τοῖς τάχα βλέπουσι, σκοτίζων καὶ τὰς φρένας, καὶ τὰς ψυχάς, καὶ τὸν νοῦν, τὴν τούτου θεωροῦσιν ἄωρον βλέψιν, καὶ φωνήσαντες ἠρώτων δεινῶς· Πῶς ἄρτι ὁρᾶσαι, ὡς εἷς τῶν φῶς ὁρώντων, τυφλὸς ὑπάρχων ἐκ γενετῆς, καὶ προκαθήμενος τρίβοις, καὶ προσαιτῶν. Ὅθεν ὑπέδειξε τὸν τὸ φῶς χορηγοῦντα, καὶ πλαστουργήσαντα τὰ φῶτα ἐν τῷ κόσμῳ, ἐξ ὧν κηρύττεται, Υἱὸς Θεοῦ προάναρχος, ἐπ' ἐσχάτων ἐκ τῆς Παρθένου βροτὸς φανείς, δι' οἶκτον ἐκ θείου Πνεύματος.

Στίχ. πίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.

 

σπερ φορτίον, καὶ γεῶδες ἀχθοφόρημα, ὡρᾶτο τοῖς ἐν κόσμῳ, περιπατῶν ὁ Τυφλός, καὶ ἐν ταῖς πλατείαις πόδας συντρίβων, τάχα ὡς ὅρασιν τὴν ῥάβδον πλουτῶν· ὅθεν καταφεύγει πρὸς τὸν φωτοδότην, ἐξ οὗ λαμβάνει τὸ φῶς ὁρᾶν, καὶ ὀφθαλμοῖς αὐτοῦ βλέπειν τὸν ποιητήν, τὸν καθ' ὁμοίωσιν αὐτοῦ καὶ κατ' εἰκόνα, δημιουργήσαντα τὴν φύσιν τῶν ἀνθρώπων, ἐκ γῆς τὸ πρότερον, καὶ νῦν χοῒ καὶ πτύσματι, καταυγάσαντα τούτου τὰς κόρας, καὶ δόντα φιλανθρώπως βλέπειν τὸν ἥλιον.

Στίχ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.

Σύμμορφον εἶδε, τῆς ἀνθρώπων διαπλάσεως, τὸν Λόγον τὸν πατρῷον, τὸ φῶς ἰδὼν ὁ Τυφλός, ἐξ οὗ καὶ τὸν φωσφόρον καὶ ἡμεράρχην, ἔβλεψεν Ἥλιον, ὡς ἄλλοι βροτοί, χαίρων τῇ ὁράσει τῇ καινοπρεπεστέρᾳ, δι' ἧς ὠράθη εὐθυπορῶν, καὶ ἀπροσκόπτως βαδίζων τὰς ἀτραπούς· καὶ φωτίσαντα Υἱὸν Θεοῦ γνωρίζων, ἐνανθρωπήσαντα δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ὃ ἦν μείναντα, Θεὸν βροτὸν γενόμενον, καὶ λαβόντα ὃ οὐχ ὑπῆρχεν, ἀσύγχυτόν τε τηροῦντα τὴν τούτου ἕνωσιν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Κύριε παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτου, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.