The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΔΕΥΤΕΡΑ ΤΗΣ Δ΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

ΕΣΠΕΡΑΣ 

Στιχηρὰ τῆς Ἑορτῆς γ'

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

τοῦ παραδόξου θαύματος! ὁ ποιητὴς τοῦ παντός, σαρκοφόρος γενόμενος, τὴν ἡμῶν ἑπτώχευσε φύσιν θέλων ὡς εὔσπλαγχνος, καὶ τοῖς ἀνθρώποις συνδιαιτώμενος, θαυμάτων πλήθη Ἑβραίοις δέδειχεν· ὅθεν ἰάσατο, τὸν ποτὲ Παράλυτον, εἰπὼν αὐτῷ· Ἆρόν σου τὸν κράββατον, ἐν Βηθεσδὰ ἐπιστάς.

Σῶτερ Θεέ μου καὶ Κύριε, τοὺς πεπτωκότας βροτούς, ἀναστῆσαι βουλόμενος, ἐπὶ γῆς ἄνθρωπος, περιήρχου ἰώμενος, πάντων τὰς ὡς νόσους δι' εὐσπλαγχνίαν πολλήν· διὸ φοιτήσας, Προβατικῇ ἐν στοᾷ, σῷον ἀνέδειξας, τὸν ποτὲ Παράλυτον λόγῳ τῷ σῷ, ὀκτὼ καὶ τριάκοντα, ἔτεσι κείμενον.

Φθόνῳ Ἑβραῖοι τηκόμενοι, εὐεργεσίας τὰς σάς, ὑπεράγαθε Κύριε, ἀφορμὴν ποιούμενοι, καὶ μανίας ὑπέκκαυμα, παρανομοῦντες αὐτοὶ τὸν νόμον ἀεί, σὲ ἐπεζήτουν, κτεῖναι τὴν ὄντως ζωὴν διὰ τὸ Σάββατον, ὅτε ὅλον ἄνθρωπον, ἔδειξας σὺ ὑγιῆ, παράλυτον ὄντα τὸ πρότερον.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

πὶ τῇ Προβατικῇ κολυμβήθρᾳ ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε, ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ, ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι. Καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον ἅγιε, ὡς φιλάνθρωπος.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος γ' Ἀναστάσιμον

Τῷ σῷ Σταυρῷ, Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων, πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Κατανυκτικὸν

σπερινὸν ὕμνον προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε, τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ κολυμβήθρᾳ, διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι.

Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια· ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας Ἅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Σε τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος γ' Ἀναστάσιμον

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν· οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Κατανυκτικὸν

Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον· χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ. Καρδιογνῶστα, ἥμαρτον, πρὶν καταδικάσῃς με, ἐλέησόν με.

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ἡμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι μακάριοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε. Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην, βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Τὴν ὡραιότητα

Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι, φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες· λέγοντες· οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τὴν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν. (Δίς)

Εἰς τοὺς Αΐνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος γ' Ἀναστάσιμον

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα· Αὐτὸν προσκυνήσωμεν. (Δίς)

Κατανυκτικὸν

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος· ἀλλ' ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σῶσόν με.

Μαρτυρικὸν

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

ταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῆς κολυμβήθρας· οὐ γὰρ ἐστί μοι τίς ὁ ἐμβάλλων με, ταραττομένων τῶν ὑδάτων· ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος γ' Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

Σημείων καὶ τεράτων βλέποντες τὴν δύναμιν, οἱ φθόνῳ παρειμένοι, καὶ δυνατοὶ κακίᾳ, οὐκ ἐπίστευον, ὡς σὺ Θεοῦ Υἱὸς ὑπάρχεις καὶ τοῦ παντὸς πρύτανις, ὁ καὶ Παράλυτον ὑγιῆ δείξας λόγῳ.

Στίχ. Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι.

δόντες οἱ Σαββάτων φύλακες Παράλυτον, σφιγχθέντα ἐν Σαββάτῳ, τὴν ψυχὴν ἐχαυνοῦντο, καί, οὐκ ἔξεστιν, ἐν τῷ Σαββάτῳ θεραπεύειν, καὶ βεβηλοῦν τὸ Σάββατον, τάχα ὡς νόμιμοι, Γραμματεῖς ἐπεβόων.

Στίχ. τι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

Σαββάτων αὐτουργὸν μὴ γνόντες σε καὶ Κύριον, οἱ Σάββατα τηροῦντες, τοῦ Παραλύτου σφίγξιν, διεγόγγυζον, τὴν ἐν Σαββάτῳ γενομένην. Ὡς οὐ καλόν, λέγοντες, αἵρειν τὸν κράββατον, ἐν ἡμέρᾳ Σαββάτου.

Δόξα... Καὶ νῦν ... Ἦχος πλ. α'

νέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατεκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι.